1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

17

πατρὸς ἐρεῖ πάντως, εἴπερ μὴ ἀναισχυντοίη πρὸς τὴν ἀλήθειαν. ἀλλ' ἐπειδὴ τοῦ ἀϊδίου πατρὸς οὐκ ἔστι τὴν ἀϊδιότητα τοῦ υἱοῦ διαστῆσαι, συνενδεικνυμένης πάντως καὶ τὸν υἱὸν τῆς τοῦ πατρὸς ση μασίας, διὰ τοῦτο τοῦ πατρὸς ἀποδοκιμάσας τὴν κλῆσιν μετάγει τὸν λόγον πρὸς τὸ ἀγέννητον, ἐπειδὴ τούτου τοῦ ὀνόματος ἄσχετόν τε καὶ ἀκοινώνητόν ἐστι πρὸς τὸν υἱὸν τὸ σημαινόμενον, καὶ οὕτως παραγαγὼν τοὺς ἀκούοντας πρὸς τὸ μὴ συνθεωρεῖν τῷ πατρὶ τὸν υἱὸν διὰ τῆς ὑπαλλαγῆς τοῦ ὀνόματος ὁδὸν ἔδωκεν τῇ κακουργίᾳ, διὰ τῆς τοῦ ἀγεν 100 νήτου παρενθήκης ὁδοποιῶν τὴν ἀσέβειαν. οἱ γὰρ κατὰ τὸ πρόσταγμα τοῦ δεσπότου εἰς τὸν πατέρα τὴν πίστιν ἔχοντες ὁμοῦ τῷ ἀκοῦσαι τὸν πατέρα καὶ τὸν υἱὸν τῇ διανοίᾳ συμ παρεδέξαντο, οὐδενὶ τῷ μεταξὺ διαστήματι τῆς διανοίας ἀπὸ τοῦ υἱοῦ πρὸς τὸν πατέρα κενεμβατούσης. οἱ δὲ ἀντὶ τοῦ πατρὸς παρενεχθέντες πρὸς τὴν τοῦ ἀγεννήτου κλῆσιν ψιλὴν τὴν τοῦ ὀνόματος τούτου ἀναλαμβάνουσιν ἔννοιαν, μόνον τὸ μὴ γενέσθαι αὐτὸν διδασκόμενοι, οὐ μὴν καὶ τὸ πατέρα εἶναι. ἐκ τούτου δὲ τοῖς μὲν συνετῶς ἐπαΐουσιν ἀσύγχυτος μένει καὶ διὰ ταύτης τῆς διανοίας ἡ πίστις.

101 Τὸ γὰρ μὴ γενέσθαι ὡσαύτως ἐπὶ τῆς ἀκτίστου λέγεται φύσεως, ἄκτιστος δὲ κατὰ τὸ ἴσον ὁ πατήρ τε καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, διότι πᾶσα κτίσις αἰσθητή τε καὶ ὑπερκόσμιος ἐκ πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου τὴν ὑπόστασιν ἔχειν παρὰ τῶν ἀκολουθούντων ταῖς θείαις φωναῖς πεπίστευται. ὁ γὰρ ἀκούσας ὅτι Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν, οὔτε ῥῆμα τὸν λόγον ἐνό ησεν οὔτε ἆσθμα τὸ πνεῦμα, ἀλλὰ τὸν θεὸν λόγον καὶ τοῦ θεοῦ τὸ πνεῦμα διὰ τῶν εἰρημένων ἀνετυπώσατο. οὐ δύ ναται δὲ τὸ αὐτὸ καὶ κτίζειν καὶ κτίζεσθαι, ἀλλὰ διχῇ μεριζομένων τῶν ὄντων εἰς τὸ ποιοῦν τε καὶ τὸ γινόμενον, ἄλλο τι ἑκάτερόν ἐστι τῇ φύσει παρὰ τὸ ἕτερον, ὡς μήτε τὸ γινόμενον ἄκτιστον εἶναι μήτε κτιστὸν ὃ τὴν τῶν γινο 102 μένων κατεργάζεται φύσιν. τοῖς μὲν οὖν κατὰ τὴν δεσπο τικὴν τῆς πίστεως ἔκθεσιν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος πεπιστευκόσι τὸ μὴ γε νέσθαι τι τούτων ἐπίσης ὁμολογεῖται, καὶ οὐδὲν τοῦ ἀγεν νήτου τὸ σημαινόμενον παραβλάπτει τὴν ὑγιαίνουσαν πίστιν· τοῖς δὲ παχυδέρμοις τε καὶ ἀδιαρθρώτοις ἀρχὴ τῆς ἀπὸ τοῦ ὑγιαίνοντος λόγου παρατροπῆς τοῦτο τὸ ὄνομα γίνεται μὴ συνέντες γὰρ τὴν ἀληθῆ τοῦ ὀνόματος ἔμφασιν, ὅτι μόνον τὸ μὴ γεγεννῆσθαι σημαίνει ἡ τοῦ ἀγεννήτου φωνὴ καὶ ὅτι τὸ μὴ γενέσθαι κοινόν ἐστι ἐπὶ παντὸς τοῦ ὑπερκειμένου τῆς κτίσεως, ἀφέντες τὴν εἰς τὸν πατέρα πίστιν τὸ ἀγέννητον ὄνομα ἀντὶ τοῦ πατρὸς προεστήσαντο· μὴ συνεμφαινομένης δέ, καθὼς εἴρηται, τῷ ὀνόματι τούτῳ τῆς τοῦ μονογενοῦς ὑποστάσεως, ἀπό τινος ὡρισμένης ἀρχῆς ὁρίζουσι τοῦ υἱοῦ τὸ εἶναι, λέγοντες ὅπερ νῦν οὗτος τοῖς εἰρημένοις προσέθηκε, τὸ οὐκ ἄνευ τῆς πρὸ τοῦ εἶναι γεννήσεως ὀνομαζόμενον υἱόν.

103 Τίς αὕτη πάλιν ἡ καινὴ τερατεία; ἆρα ἐπίσταται ὅτι περὶ θεοῦ ποιεῖται τὸν λόγον τοῦ ἐν ἀρχῇ ὄντος καὶ ἐν τῷ πατρὶ ὄντος καὶ οὐκ ἔστιν ὅτε οὐκ ὄντος; οὐκ οἶδεν ὃ λέγει οὐδὲ περὶ τίνος διϊσχυρίζεται, ἀλλ' ὥς τινα τῶν ἀν θρώπων γενεαλογῶν τὰ κυρίως ἐπὶ τῆς κάτω λεγόμενα φύσεως ταῦτα ἐφαρμόζειν πειρᾶται τῷ δεσπότῃ πάσης τῆς 104 κτίσεως. ὁ γὰρ Ἰσμαήλ, φέρε εἰπεῖν, οὐκ ἦν πρὸ τῆς εἰς τὸ εἶναι γεννήσεως, ἦν δέ τι πρὸ τῆς γεννήσεως αὐτοῦ πάντως, τὸ χρονικὸν λέγω διάστημα. ἐπὶ δὲ τοῦ τῆς δόξης ἀπαυγάσματος τὸ πρὸ καὶ τὸ μετὰ τοῦτο χώραν οὐκ ἔχει· πρὸ γὰρ τοῦ ἀπαυγάσματος πάντως οὐδὲ ἡ δόξα ἦν· ὁμοῦ γὰρ τῷ εἶναι τὴν δόξαν συνεκλάμπει πάντως καὶ τὸ ἀπαύ γασμα, καὶ τὸ διαζευχθῆναι τὸ ἕτερον τοῦ ἑτέρου φύσιν οὐκ ἔχει οὐδὲ δυνατόν ἐστι πρὸ τοῦ ἀπαυγάσματος ἐφ' ἑαυτῆς τὴν δόξαν ἰδεῖν. ἀλαμπῆ γὰρ καὶ τυφλὴν ἐφ' ἑαυτῆς εἶναι κατασκευάσει τὴν δόξαν ὁ τοῦτο λέγων, μὴ συνεκλάμποντος αὐτῇ τοῦ ἐξ αὐτῆς ἀπαυγάσματος. αὕτη ἐστὶν ἡ τῆς αἱρέ σεως κακουργία, ἵνα διὰ τῶν περὶ τὸν ἄνθρωπον νοουμένων τε καὶ