1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

17

ροντα, καὶ τῶν θηρίων τὰ γένη εἰς πολλὰ τοῖς ἀνθρώ ποις ἁρμόδια. Θαυμαστὸν δὲ τὸ, Ὡς, καὶ σοφία, ἐν ᾗ πάντα ἐποίησεν, ὁ Κύριός ἐστι· Χριστὸς γὰρ Θεοῦ δύ ναμις καὶ Θεοῦ σοφία, Ἣν, ὡς ὑπερβάλλουσαν καὶ λίαν ἀπόκρυφον, οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν, καθώς φησιν ὁ Παῦλος. Ἐπλη ρώθη ἡ γῆ τῆς κτίσεώς σου· ἀντὶ τοῦ, Παντοδαπῶν ταύτην ἐνέπλησας ἀγαθῶν, τουτέστι, τοῦ ἐγκαινισμοῦ καὶ τῆς ἀνανεώσεως. Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτί σις. ∆ιὰ τί δὲ, Ἡ γῆ; Ἐπειδὴ εἰς αὐτὴν ὁ κλίνας οὐρανοὺς καταβέβηκε. Πῶς δὲ αὐτὴν ἀνεκαίνισε; ∆ι' ὑδά των, ὥσπερ αὐτὴν καὶ ἀπ' ἀρχῆς παρήγαγε, δι' ὑδάτων δὲ τοῦ βαπτίσματος εὔδηλον ὅτι· δηλοῖ γὰρ τὸ ἑπόμε νον· Αὕτη ἡ θάλασσα ἡ μεγάλη. Μεγάλη μὲν γὰρ ἡ χάρις τοῦ βαπτίσματος, ὡς μεγάλα περιέχουσα μυστή ρια· εὐρύχωρος δὲ, ὡς ὅλην χωροῦσα τὴν ἐνέργειαν τοῦ Πνεύματος. Ἑρπετὰ δὲ τοὺς ἁμαρτωλοὺς, διὰ τὸ ἕρπειν αὐτοὺς ἐπὶ τὰ γήϊνα, οἵτινες διὰ τὸ πλῆθος εἰ κότως ὑπὲρ ἀριθμὸν λέγονται· ἢ ὅτι μόνοις τοῖς δικαίοις ἀριθμεῖσθαι πρέπει· φησὶ γάρ· Ἐμοὶ δὲ λίαν ἐτιμή θησαν οἱ φίλοι σου, ὁ Θεός. Ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμός. Ζῶα μικρὰ μετὰ μεγάλων. Καὶ τοῦτο δὲ τῆς θείας κηδεμονίας τεκμήριον, τὸ τὰ μικρὰ γένη τοῖς μεγάλοις ἐνδιαιτᾶσθαι, καὶ μὴ παντελῶς ὑπ' ἐκείνων καταναλίσκεσθαι. Θαλάττῃ τοίνυν τῇ καθ' ἡμᾶς παρα βάλλει τὸν ἀνθρώπινον βίον διὰ τὸ ἀστάθμητον καὶ ἀει κίνητον τῶν ἐν αὐτῷ πραγμάτων· ἑρπετῶν δὲ γένος τὸ ἀναρίθμητον, τὴν πολυειδῆ καὶ οἱονεὶ πολυπρόσωπον τῶν ἀνθρώπων πληθὺν, εἰς τὸ τῆς ἕξεως ποικίλον νοουμένης τῆς ἐξαλλαγῆς. Φύσις μὲν γὰρ πᾶσιν ἡ αὐτὴ, καὶ ὁ τῆς γενέσεως τρόπος οὐχ ἕτερος· πολυσχιδὴς δὲ ὁ νοῦς, καὶ πολυγνώμων ἐν ἡμῖν ἡ καρδία. Καὶ τοῦτο εἰδώς τις ἔφασκεν· Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. Πλοῖα δὲ εἶναί φαμεν διαπορευόμενα ἐν ταύτῃ τῇ θαλάσσῃ, τὰς ἁγίας τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας, οὔσας μὲν ἐν κόσμῳ, ἀνωτέρω δὲ τοῦ κόσμου· καθάπερ καὶ τὰς ὁλκάδας ἔστιν ὁρᾷν, οὔσας μὲν ἐν ὕδασι, πλὴν ὑδάτων ἀνωτέρω. Αἱ τοίνυν ἐν τάξει πλοίων Ἐκκλησίαι τὴν νοητὴν ταύτην ἰδίᾳ νηχόμεναι θάλασσαν, δέχονται μὲν τοὺς πιστεύον τας, ἀποκομίζουσι δὲ, καθάπερ εἰς ἑτέραν γῆν τινα ἢ χώραν, τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ ἐλπίδα τὴν ἐν Χριστῷ, καὶ εἰς ἁγιασμὸν τὸν Πνεύματος, καὶ εἰς τὴν τῶν ἁγίων πατρίδα, τὴν ἀρετήν. Πάροικοι γὰρ ὄντες, κατὰ τὸ γεγραμμένον, καὶ παρεπίδημοι ἐπὶ τῆς γῆς, οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν· ἐπείγονται δὲ πρὸς ἐκεί νην, Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐκεῖ πλοῖα διαπορεύεται. Χρεία καὶ αὕτη τῶν ἀνθρώπων μεγίστη. ∆ιὰ ναυπηγικῆς γὰρ τέχνης καὶ κυβερνητικῆς ἐπιστή μης παρ' ἀλλήλων κομιζόμεθα τὰ ἐνδέοντα, καὶ τὸν παρ' ἡμῖν φυόμενον καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸν παρ' ἐκείνοις γινόμενον. ∆ράκων οὗτος, ὃν ἔπλα σας ἐμπαίζειν αὐτῷ.

ςʹ. ∆ιὰ τοῦ δράκοντος τὰ μεγάλα παρεδήλωσε κήτη, ἃ 55.652 τοῖς μεγάλοις πελάγεσιν ἐμφιλοχωρεῖ· τὸ δὲ Ἐμπαίζειν αὐτῷ, ἀντὶ τοῦ, αὐτῇ τῇ θαλάσσῃ. Ἀῤῥενικῶς γὰρ αὐ τὴν καὶ ὁ Ἑβραῖος καὶ ὁ Σύρος καλεῖ. Οὕτω, φησὶν, ἐστὶ μεγάλη, ὅτι καὶ τὰ μυρία τῶν ἰχθύων περίκειται γένη, καὶ τὰ μέγιστα κήτη ἀδεῶς ἐν αὐτῇ νήχεται. Εἰ δέ τισι δοκεῖ καὶ ἀλληγορῆσαι τὸν δράκοντα, διὰ τὸ καὶ ἐν τῷ Ἡσαΐᾳ τὴν μάχαιραν τὴν μεγάλην καὶ τὴν ἁγίαν καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα χωρεῖν, τὸν ὄφιν τὸν σκολιὸν τὸν ἐν τῇ θαλάττῃ, οὐδὲ ἡμεῖς παραιτησόμεθα τὴν τοιαύτην διάνοιαν· ἐπειδὴ καὶ παρὰ τῷ Ἰὼβ εὑρί σκομεν τὸν Θεὸν διαλεγόμενον, Ἄξεις, φησὶ, δράκοντα ἐν ἀγκίστρῳ; Οὗτος παρὰ τοῦ Θεοῦ πλασθεὶς, ἐπαρθεὶς δὲ κατὰ τοῦ δημιουργήσαντος, εἰς τὸ παίζεσθαι δέδοται· περὶ οὗ πάλιν ὁ Θεὸς πρὸς τὸν Ἰὼβ διελέγετο· Οὐκ ἔστιν ἐπὶ τῆς γῆς ὅμοιον