1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

18

ἀποκτείνῃ, τρώσας αὐτὸν τοῖς πεπυρωμένοις αὐτοῦ βέλεσι· θανάτου γὰρ ποιητικὰ ταῦτα κατασπῶντος ἀπὸ τῆς σὺν ἀρετῇ ζωῆς τὸν ὑπὸ τῶν βελῶν βαλλόμενον. Στίξαι δυνατὸν καὶ ουτως· ̓Εγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων· μεθ' ο στίξαντες ἐπιφέρομεν ̓Εν ἀποκρύφοις ἀποκτεῖναι ἀθῷον. τὸ γὰρ ̓Εν ἀποκρύφοις ἀμφιβολίαν ποιοῦν ἑκατέρως διαστέλλεται, οπερ ηδη πεποιήκαμεν πρότερον στίξαντες ̓Εγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις, υστερον ουτως ἀναγνόντες· ̓Εγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις ἀποκτεῖναι ἀθῷον. πλὴν εἰ καὶ ̓Ενεδρεύει πλουσίοις τοῖς προειρημένοις συγκαθήμενος ἐπὶ τῷ ἑλεῖν καὶ ἀποκτεῖναι ἀθῷον, ἀλλά γε ἐπιστατέον ὡς οὐδένα τῶν κατὰ θεὸν σοφῶν τρῶσαι δύναται ἐνδεδυμένον τὴν πανοπλίαν τοῦ θεοῦ· οθεν τοὺς ὀφθαλμοὺς εἰς τὸν πένητα εχει πειθόμενος αὐτὸν εχειν ἁλωτόν, τὸν αὐτὸν οντα τῷ ἐμπυριζομένῳ πτωχῷ ἐπὶ τῇ τοῦ ἀσεβοῦς ὑπερηφανίᾳ. ̓Ενεδρεύει ἐν ἀποκρύφῳ οια αγριος λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ τοῦ ἁρπάσαι πτωχὸν διὰ λόγων ἀπατηλῶν (εστιν δ' οτε καὶ διὰ πράξεων), ον καὶ ἑλκύσει μετὰ τὸ ἁρπάσαι ἐν τῇ παγίδι αὐτοῦ ἐπὶ τῷ καταφαγεῖν. θὴρ γὰρ αγριός ἐστιν, μᾶλλον δὲ αὐτὸ τοῦτο λέων. πολλάκις γοῦν ἐνεδρεύων, περὶ οἰκονομίας δῆθεν ὁμιλῶν, ἐγκρύπτει τὸν περὶ φιλαργυρίας λόγον. ὡς αυ περὶ σωφροσύνης φθεγγόμενος τρόπον ἀκολασίας ὑποβάλλει, ουτως τὴν Ευαν ἠπάτησεν ἐν τῷ παραδείσῳ διὰ τῆς παραβάσεως τῆς ἐντολῆς ἰσοθείαν ὑποβαλὼν καὶ τὸν ̓Ιουδὰν διὰ φιλαργυρίας. Τὸ κύψαι κείμενον δηλοῖ, ὡς κάτω στρέψας τὸν ὀφθαλμὸν επεσεν· πῶς γὰρ οὐ κάτω τὴν βλέψιν εχει ὁ ἀθετῶν πρόνοιαν διὰ τοῦ λέγειν ̓Επιλέλησται ὁ θεός, καὶ τὰ ἑξῆς; 69 Ps 9,35-37a ∆υνάμενος παραχρῆμα ταπεινώσει τὸν ὑπερήφανον καταδυναστεύοντα τοὺς ταραττομένους ἐπὶ τῇ θρασύτητι αὐτοῦ, διὰ τί χρήσιμον, βοηθῆσαι αὐτοῖς δυνάμενος, ειασας αὐτοὺς χρόνον τινὰ θλιβῆναι ἐφ' ῳ γινομένῳ ἐγνώσθης οὐ μόνον καὶ τὸν ἐπ' αὐτῷ καὶ δι' αὐτοῦ πόνον κατανοῶν; γέγονε δὲ τοῦτο, ιν' οἱ ὠφεληθέντες διὰ τῆς προσκαίρου κακώσεως ἑκουσίως ἑαυτοὺς παραδῶσιν εἰς τὰς χεῖράς σου, πόθον λοιπὸν εχοντες παιδεύεσθαι καὶ αρχεσθαι ὑπὸ σοῦ. Σοὶ ουν ἐγκαταλείπεται ὁ πτωχός· σὺ τὰ περὶ τῆς σωτηρίας αὐτοῦ οἰκονομήσεις, ινα πλούσιον αὐτὸν ποιήσῃς ἀγαθὰ οὐρανόθεν παρασχών. ουτω καὶ ὀρφανῷ αὐτὸς βοηθεῖ, προϊστάμενος καὶ ἀνατρέφων αὐτὸν εἰς υἱοῦ τάξιν. ὀρφανὸν ἐν τούτοις ἐκλαβεῖν δεῖ τόν ποτε εχοντα πατέρα τὸν διάβολον διὰ κακίαν, νῦν δὲ αὐτὸν ἀποβαλόντα μετανοίας τρόπῳ. σύμβολα τούτων τῶν προσληφθέντων ὀρφανῶν ἐπὶ τῷ βοήθειαν εχειν ὑπὸ θεοῦ ὁ ̓Αβραὰμ καταλιπὼν τὸν οικον τοῦ πατρὸς ινα θεῷ ἀκολουθήσῃ κεκλημένος, καὶ οἱ Ζεβεδαίου υἱοὶ ἀφέντες τὸν πατέρα προτροπῇ τοῦ εἰπόντος ̓Ιησοῦ ̓Ακολουθεῖτέ μοι. ̔Αμαρτωλὸς δὲ τίς αν ειη καὶ πονηρὸς μετὰ τοῦ αρθρου εἰρημένος η ὁ διάβολος; τούτου ὁ βραχίων ὑπὸ κυρίου συντρίβεται, καὶ ἡ ἁμαρτία αὐτοῦ ζητουμένη οὐχ εὑρίσκεται, εχουσα ἐν τῷ ἐπιτελεῖσθαι τὸ ειναι τέλος λαβοῦσα. οὐ γὰρ οὐσία τίς ἐστιν τὸ κακὸν ἀλλὰ ποιότης, καὶ ουτως ἐνστήσεται τὸ ἐπὶ πᾶσιν τέλος ου χάριν τὰ αλλα πάντα γέγονεν· αὐτὸς δὲ οὐδενὸς ενεκά ἐστιν, ὡς τῆς βασιλείας αὐτοῦ μὴ ειναι τέλος. οὐ γὰρ οιόν τε τὸν αὐτὸν ὑπὸ δύο κυρίους καὶ βασιλεῖς ειναι. οτε ἐκυρίευεν καὶ ἐβασίλευεν ἡ ἁμαρτία τοῦ αὐτὴν ποιοῦντος, ὁ θεὸς οὐ κύριος οὐ βασιλεὺς τοῦ ἁμαρτάνοντος ην. ἐπειδὴ δὲ ζητηθεῖσα ἡ ἁμαρτία ἡ βασιλεύουσα τοῦ ἐνεργοῦντος αὐτὴν οὐχ ηὑρέθη, Κύριος εἰς τὸν αἰῶνα βασιλεύει καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 70 Ps 9,37b Γῆ τοῦ θεοῦ ἡ ἀγαθὴ καρδία ειρηται. ἐκ ταύτης τῆς γῆς εθνη ἀπόλλυνται, οτ' αν ἐκβληθῇ πᾶν ἐνθύμημα φαῦλον καὶ λογισμὸς πονηρός· εθνη γὰρ τὰ φαῦλα ἐνθυμήματα καὶ λογισμοὶ εὐεργεσίᾳ θεοῦ ἀπολλύμενα. εἰ δὲ καὶ τὴν τῶν πραέων γῆν δηλοῦσθαί τις βούλεται (κυρίου γὰρ καὶ αὐτή), ἀπόλλυνται ἐκ τῆς γῆς ταύτης εθνη. πᾶς γὰρ ὁ ἁμαρτάνων οὐκ ἐπιτρεπόμενος εἰς αὐτὴν ἀναβῆναι· μόνοι γὰρ αγιοι κληρονομήσουσιν αὐτήν.