18
λεγομένων ἀποστήσωσι τὸν μονογενῆ θεὸν τῆς πρὸς τὸν πατέρα ἑνότητος. διὰ τοῦτό φασιν· πρὸ τῆς εἰς τὸ εἶναι γεννήσεως οὐκ ἦν υἱός· οἱ δὲ τῶν κριῶν υἱοί, ὧν ὁ προφήτης μέμνηται, οὐχὶ κἀκεῖνοι μετὰ τὸ γενέσθαι κα 105 λοῦνται υἱοί; ὅπερ οὖν τοῖς υἱοῖς τῶν κριῶν ἐνορᾷ ὁ λόγος, τὸ πρὸ τῆς εἰς τὸ εἶναι γεννήσεως μὴ εἶναι αὐτοὺς υἱοὺς κριῶν, τοῦτο νῦν ὁ σεμνὸς θεολόγος ἀνατίθησι τῷ ποιητῇ τῶν αἰώνων καὶ πάσης τῆς κτίσεως, τῷ τὸν ἀΐδιον πατέρα ἐν ἑαυτῷ ἔχοντι καὶ ἐν τῇ τοῦ πατρὸς ἀϊδιότητι θεωρου μένῳ, καθὼς αὐτός φησιν ὅτι Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. ἀλλ' οἱ μὴ δυνάμενοι τὴν ἐν τῷ λόγῳ κακουργίαν φωρᾶσαι μηδέ τινα τοῦ ἀκολούθου κατανόησιν πεπαιδευμένοι τοῖς ἀσυναρτήτοις τούτοις ἀκολουθοῦσιν, ὡς 106 ἀκόλουθον δεχόμενοι τὸ τούτοις προσκείμενον φησὶ γὰρ ὅτι πρὸ πάσης τῆς κτίσεως γενόμενον· καὶ ὥσπερ οὐκ ἀρκούσης τῆς φωνῆς ταύτης πρὸς ἔνδειξιν τῆς ἀσε βείας, ἐφεδρεύει τῷ ἐφεξῆς λόγῳ τὴν βλασφημίαν εἰπὼν ὅτι οὐκ ἄκτιστον. πῶς οὖν ὀνομάζει υἱὸν ἀληθινὸν τὸν οὐκ ἄκτιστον; εἰ γὰρ τὸν οὐκ ἄκτιστον υἱὸν ἀληθινὸν λέγειν προσήκει, ἀληθινὸς υἱὸς καὶ ὁ οὐρανὸς πάντως ἐστί· καὶ γὰρ καὶ αὐτὸς οὐκ ἄκτιστός ἐστιν. οὕτως ἀληθινὸς υἱὸς καὶ ὁ ἥλιος, καὶ πάντα, ὅσα ἡ κτίσις ἔχει μικρά τε καὶ μείζονα, τῆς τοῦ ἀληθινοῦ υἱοῦ προσηγορίας ἄξια πάντως ἐστίν. πῶς δὲ λέγει μονογενῆ τὸν γενόμενον; πάντα γὰρ τὰ γενόμενα ἀδελφὰ πάντως ἐστὶν ἀλλήλων, 107 κατ' αὐτὸν λέγω τὸν τοῦ γενέσθαι λόγον. παρὰ τίνος δὲ καὶ γενόμενον; πάντα γὰρ εἴ τι γέγονε, παρὰ τοῦ υἱοῦ πάντως ἐγένετο. οὕτως γὰρ ὁ Ἰωάννης μαρτύρεται λέγων ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο. εἰ τοίνυν καὶ ὁ υἱὸς κατὰ τὸν τοῦ Εὐνομίου λόγον ἐγένετο, πάντως ἐν τῇ φύσει τῶν γενομένων καὶ οὗτός ἐστιν. εἰ οὖν πάντα τὰ γενόμενα δι' ἐκείνου ἐγένετο, ἓν δὲ τῶν γενομένων καὶ ὁ λόγος ἐστίν, τίς οὕτως ἀνόητος, ὡς μὴ συνιδεῖν διὰ τῶν τεθέντων τὸ ἄτοπον, ὅτι αὐτὸν ἑαυτοῦ ἔργον γεγενῆσθαι τὸν δεσπότην τῆς κτίσεως ὁ καινὸς οὗτος δογματιστὴς ἀποφαίνεται, τῷ διαρρήδην εἰπεῖν μὴ ἄκτιστον εἶναι τὸν κύριον καὶ δημιουρ 108 γὸν πάσης τῆς κτίσεως; πόθεν ἔχει τὴν παρρησίαν, εἰπάτω. ἐκ ποίας θεοπνεύστου γραφῆς; τίς εὐαγγελιστής, ποῖος ἀπόστολος τὴν τοιαύτην ἀφῆκε φωνήν; τίς προφήτης ἢ νομοθέτης ἢ πατριάρχης ἢ ἄλλος τις τῶν ὑπὸ τοῦ ἁγίου πνεύματος θεοφορουμένων, ὧν ἀνάγραπτοί εἰσιν αἱ φωναί, τῆς τοιαύτης ῥήσεως καθηγήσατο; πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον ἐν τῇ παραδόσει τῆς πίστεως παρὰ τῆς ἀλη θείας ἐμάθομεν. εἰ κτιστὸν αὐτὸν εἶναι πιστεύειν ἐχρῆν, πῶς παραδιδοῦσα ἡμῖν τὸ μυστήριον ἡ ἀλήθεια τὴν εἰς τὸν υἱὸν πίστιν καὶ οὐκ εἰς τὸ κτίσμα ἐνομοθέτησε; πῶς δὲ προσκυνῶν τὸν Χριστὸν ὁ θεῖος ἀπόστολος τοὺς τῇ κτίσει λατρεύοντας παρὰ τὸν κτίσαντα εἰδωλολατρεῖν διορί 109 ζεται; ἢ γὰρ οὐκ ἂν προσεκύνησεν, εἰ κτιστὸς ἦν, ἢ οὐκ ἂν τοῖς εἰδωλολάτραις συνέταξε τοὺς τῇ κτίσει λατρεύοντας, ἵνα μὴ καὶ αὐτὸς εἰδωλολατρεῖν δόξῃ προσάγων τῷ κτιστῷ τὴν προσκύνησιν. ἀλλ' οἶδεν ὅτι ὁ παρ' αὐτοῦ προσκυνού μενος ἐπὶ πάντων ἐστὶ θεός· οὕτω γὰρ ἐν τῷ πρὸς Ῥω μαίους λόγῳ τὸν υἱὸν ὀνομάζει· οἱ τοίνυν ἀποξενοῦντες τῆς οὐσίας τοῦ πατρὸς τὸν υἱὸν καὶ κτιστὸν αὐτὸν λέγοντες τί χλευαστικῶς αὐτῷ τὴν ψευδώνυμον κλῆσιν χαρίζονται, τῷ ἀλλοτρίῳ τῆς ἀληθινῆς θεότητος τὴν θεὸς φωνὴν μάτην ἐπιφημίζοντες ὥσπερ τῷ Βὴλ ἢ τῷ ∆αγὼν ἢ τῷ δράκοντι; ὥστε ἢ μηδὲ θεὸν ὁμολογείτωσαν αὐτὸν οἱ κτιστὸν εἶναι διοριζόμενοι, ἵνα φανῶσιν ἰουδαΐζοντες, ἢ εἴπερ ὁμολογοῦσι τὸν κτισθέντα εἶναι θεόν, εἰδωλολατρεῖν μὴ ἀρνείσθωσαν.
110 Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθαι σαφέστερον ὅπως ἔχει· πλὴν δυνατὸν ἂν εἴη καὶ δι' ὀλί γων τοῖς εὐγνώμοσι παραδοῦναι τὸ νόημα. λέγουσι γὰρ καὶ τοῦτό τινες τῶν δι' ἀκριβείας τὰ θεῖα πεπαιδευ μένων, ὅτι οὐ γέγραπται παρ' Ἑβραίοις τὸ Ἔκτισε, καὶ ἡμεῖς ἐν