18
καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.45 ΟΜΙΛΙΑ ∆ʹ. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.
αʹ. Τοῖς ἄρτι τῶν παίδων εἰσαγομένοις πρὸς τὰ μαθήματα οὔτε πολλὰ ἐφεξῆς ἐπιτιθέασιν οἱ διδάσκαλοι τὰ φορτία, οὔτε εἰσάπαξ τοῦτο ποιοῦσιν, ἀλλὰ καὶ βραχέα, καὶ τὰ αὐτὰ πολλάκις ἐνηχοῦσιν αὐτοῖς, ὥστε αὐτῶν ῥᾳδίως ἐντεθῆναι τῇ διανοίᾳ τὰ λεγόμενα, ἀλλὰ μὴ ἐκ προοιμίων δυσχεράναντας αὐτοὺς πρὸς τὸ πλῆθος καὶ τὸ τῆς μνήμης δυσκάθεκτον, ὀκνηροτέρους γενέσθαι περὶ τὴν συλλογὴν τῶν δοθέντων, νάρκης τινὸς αὐτοῖς ἀπὸ τῆς δυσκολίας ἐγγινομένης. Τοῦτο δὴ καὶ αὐτὸς κατασκευάσαι βουλόμενος, καὶ τὸν πόνον ὑμῖν ποιῆσαι κοῦφον, κατὰ μικρὸν ἀπολαμβάνων τὰ ἐν τῇ θείᾳ ταύτῃ τραπέζῃ, εἰς τὰς ὑμετέρας οὕτως ἐνίημι ψυχάς. ∆ιὸ καὶ 59.46 τῶν αὐτῶν ἅψομαι πάλιν ῥημάτων, οὐχ ὥστε τὰ αὐτὰ πάλιν εἰπεῖν, ἀλλ' ὥστε τὰ λείποντα προσθεῖναι μόνον. Φέρε οὖν, τὸν λόγον ἐπὶ τὰ προοίμια πάλιν ἀγάγωμεν. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Τίνος ἕνεκεν, τῶν ἄλλων ἁπάντων εὐαγγελιστῶν ἀπὸ τῆς οἰκονομίας ἀρξαμένων (καὶ γὰρ ὁ Ματθαῖός φησι, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αυΐδ· καὶ ὁ Λουκᾶς τὰ κατὰ τὴν Μαρίαν ἡμῖν ἐν ἀρχῇ διηγεῖται· καὶ ὁ Μάρκος δὲ ὁμοίως τοῖς αὐτοῖς ἐνδιατρίβει λόγοις, τὴν κατὰ τὸν Βαπτιστὴν ἱστορίαν ἐντεῦθεν ὑφαίνων), ὁ Ἰωάννης τοῦτο μὲν ἐν βραχεῖ καὶ μετὰ ταῦτα ᾐνίξατο εἰπὼν, Καὶ ὁ Λόγος σὰρξ ἐγένετο· τὰ δὲ ἄλλα πάντα παραδραμὼν, τὴν σύλληψιν, τὸν τόκον, τὴν ἀνατροφὴν, τὴν αὔξησιν, εὐθέως περὶ τῆς ἀϊδίου γεννήσεως ἡμῖν διηγεῖται; Τί ποτ' οὖν ἐστι τὸ αἴτιον τούτων, 59.47 ἤδη πρὸς ὑμᾶς ἐρῶ. Τῶν λοιπῶν εὐαγγελιστῶν τὸ πλέον ἐν τοῖς κατὰ σάρκα διατριψάντων λόγοις, δέος ἦν τοῦ μή τινας διὰ τοῦτο χαμαιπετεῖς ὄντας τούτοις ἐναπομεῖναι μόνοις τοῖς δόγμασιν· ὃ καὶ Παῦλος ἔπαθεν ὁ Σαμοσατεύς. Ἐκ ταύτης τοίνυν ἀνάγων τῆς χαμαιζηλίας τοὺς μέλλοντας ἐμπεσεῖσθαι, καὶ εἰς τὸν οὐρανὸν ἀνέλκων, εἰκότως ἄνωθεν καὶ ἐκ τῆς ὑπάρξεως τῆς ἀϊδίου ποιεῖται τῆς διηγήσεως τὴν ἀρχήν. Τοῦ μὲν γὰρ Ματθαίου ἀπὸ Ἡρώδου τοῦ βασιλέως, τοῦ Λουκᾶ δὲ ἀπὸ Τιβερίου τοῦ Καίσαρος, τοῦ δὲ Μάρκου ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου πρὸς τὴν διήγησιν εἰσβαλόντων, πάντα ταῦτα ἀφεὶς οὗτος, ἀνωτέρω παντὸς ἄνεισι χρόνου τε καὶ αἰῶνος, ἐκεῖ τὴν διάνοιαν τῶν ἀκροατῶν ἀκοντίζων πρὸς τὸ, Ἐν ἀρχῇ ἦν, καὶ οὐκ ἀφιεὶς στῆναί που, οὐδὲ ὅρον τιθεὶς, καθάπερ ἐκεῖνοι, τὸν Ἡρώδην καὶ τὸν Τιβέριον καὶ τὸν Ἰωάννην. Ὃ δὲ ἄξιον μετὰ τούτων θαυμάσαι, ἐκεῖνο μάλιστα εἰπεῖν ἔστιν, ὅτι οὔτε οὗτος πρὸς τὸν ὑψηλότερον ἑαυτὸν λόγον ἀφιεὶς τῆς οἰκονομίας ἠμέλησεν· οὔτε ἐκεῖνοι τὴν περὶ ταύτης ἐσπουδακότες διήγησιν, τὴν προαιώνιον ἐσίγησαν ὕπαρξιν· καὶ μάλα εἰκότως. Ἓν γὰρ ἦν τὸ Πνεῦμα τὸ κινοῦν τὰς ἁπάντων ψυχάς· διὸ καὶ πολλὴν περὶ τὴν ἀπαγγελίαν ἐπεδείξαντο τὴν ὁμόνοιαν. Σὺ δὲ, ἀγαπητὲ, Λόγον ἀκούσας, μηδέποτε ἀνάσχῃ τῶν λεγόντων ἔργον αὐτὸν εἶναι, ἀλλὰ μηδὲ τῶν ἁπλῶς λόγον αὐτὸν εἶναι νομιζόντων. Πολλοὶ μὲν γὰρ οἱ τοῦ Θεοῦ λόγοι, οὓς καὶ ἄγγελοι ποιοῦσιν, ἀλλ' οὐδεὶς ἐκείνων τῶν λόγων Θεὸς, ἀλλ' ἐκεῖνοι μὲν ἅπαντες προφητεῖαι καὶ προστάγματα (οὕτω γὰρ ἔθος τῇ Γραφῇ καλεῖν τοὺς νόμους τοῦ Θεοῦ, καὶ τὰ ἐπιτάγματα, καὶ τὰς προφητείας· διὸ καὶ ἐπάγει λέγων περὶ τῶν ἀγγέλων, ∆υνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ)· οὗτος δὲ ὁ Λόγος οὐσία τίς ἐστιν ἐνυπόστατος, ἐξ αὐτοῦ προελθοῦσα ἀπαθῶς τοῦ Πατρός. Τοῦτο γὰρ, ὡς ἔφθην εἰπὼν, διὰ τῆς τοῦ Λόγου προσηγορίας ἐδήλωσεν. Ὥσπερ οὖν τὸ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, τὸ ἀΐδιον δηλοῖ· οὕτω τὸ, Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, τὸ συναΐδιον ἡμῖν ἐνέφηνεν. Ἵνα γὰρ μὴ, ἀκούσας ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἀΐδιον μὲν νομίσῃς, πρεσβυτέραν δὲ διαστήματί τινι τοῦ Πατρὸς τὴν ζωὴν ὑποπτεύσῃς καὶ αἰῶνι πλείονι,