18
αὐτῷ πεποιημένον ἐγκα ταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων, δηλαδὴ τῶν δικαίων. Οὗτοι γὰρ διὰ τὴν ἀρετὴν καὶ εἰς ἀγγέλων τάξιν ἀνελ θόντες παίζουσι τὸν διὰ κακίαν ἐξ ἐκείνης ἐκπεσόντα τῆς τάξεως. Καὶ ὁ Κύριος ἐξουσίαν ἔδωκε τοῖς ἑαυτοῦ μαθηταῖς πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Καὶ ἀλλαχοῦ φησι· Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδα τος. Καὶ εἰκότως ἐν τῷ περὶ τῆς θαλάσσης λόγῳ τούτου ἐμνημόνευσεν, ἅτε δὴ καὶ τοῦ βίου παντὸς τοῦ ἡμετέρου ἁλμυροῦ τινος ὄντος, καὶ πανταχόθεν περιῤῥιπιζομένου καὶ κύμασιν ἀγρίοις συγκινουμένου. Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον. Παρὰ σοῦ, φησὶν, εἰς καιρὸν ἅπαντα τὴν χρείαν κομί ζεται. Τὰ γὰρ ἄλογα ζητεῖ μὲν τὴν τροφὴν, ἀγνοεῖ δὲ τὸν χορηγόν· δέχεται δὲ ὅμως ταύτην παρὰ τοῦ Ποιητοῦ. ∆όντος σοῦ, αὐτοὶ συλλέξουσι. Σοῦ παρέχοντος τὴν ἀφθονίαν, τούτων ἕκαστον καρποῦται τὰ πρόσφορα. Ἀνοίξαντος δὲ σοῦ τὴν χεῖρα, τὰ σύμπαντα πλησθή σεται χρηστότητος. Τὴν εὐκολίαν τῆς τῶν ἀγαθῶν χο ρηγίας διὰ τούτων ἐδήλωσεν. Ὥσπερ γὰρ εὐπετὲς εἴσω νενευκότας ἐκτεῖναι δακτύλους, οὕτω ῥᾴδιον τῷ Θεῷ τῶν ἀγαθῶν ἁπάντων δωρήσασθαι τὴν εἰσφοράν. Ἀνοιγὴν δὲ χειρῶν αὐτοῦ, καὶ τὴν ἐπὶ τοῦ σταυροῦ ἔκτασιν χρὴ λογίζεσθαι, ἀφ' ἧς πάντα ἐπλήσθη χρηστότητος, τουτέστι φιλανθρωπίας· ἐπειδὴ πᾶσα ἁμαρτία διὰ σταυροῦ συγ κεχώρηται. Ἀποστρέψαντος δὲ σοῦ τὸ πρόσωπον, ταραχθήσονται. Καθάπερ δὲ πάσης ἐμφορεῖς θυμηδίας τοὺς τῶν σῶν ἀγαθῶν ἀπολαύοντας, ἐν εὐμενείᾳ ταῦτα δωρούμενος· οὕτως ἀποστρεφομένου σοῦ, ταραχῆς ἅπαντα καὶ δέους ἐμπίμπλαται. Ἀντανελεῖς τὸ πνεῦμα αὐ τῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτὸν ἐπι στρέψουσι. Σοῦ γὰρ βουλομένου, καὶ ὁ τῆς ψυχῆς καὶ τοῦ σώματος γίνεται χωρισμὸς, μεθ' οὗ τὸ σῶμα φθορᾷ παραδίδοται, καὶ εἰς τὸν πρόγονον ἀναλύεται χοῦν. Πνεῦμα δὲ ἐνταῦθα τὴν ψυχὴν προσηγόρευσεν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται· καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἐνταῦθα σα φῶς ἡμῖν τὴν ἀνάστασιν προεκήρυξε, καὶ τὴν διὰ τοῦ παναγίου Πνεύματος ἀναβίωσιν. Οὕτω δὲ καὶ Ἠλίας ὁ πάνυ τῆς χήρας ἀνέστησε τὸν υἱὸν, τρὶς ἐμφυσήσας τῷ παιδαρίῳ, διὰ τῆς ἐνοικούσης πνευματικῆς χάριτος ἐπαναγαγὼν εἰς ζωήν. Οὕτω καὶ Ἐλισσαῖος τὸν τῆς Σωναμίτιδος ἐζωοποίησε παῖδα, τῷ πνευματικῷ χρησά μενος ἐμφυσήματι, καὶ τῷ ζωοποιῷ Πνεύματι πραγμα τευσάμενος τὴν ζωήν. Οὕτω τῆς θείας δυνάμεως καὶ ταύτην τὴν ἐνέργειαν δείξας, εἰς ὑμνῳδίαν μεταφέρει τὴν γλῶτταν. Ἥτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας. Ἀεὶ, φησὶ, παρὰ πάντων αὐτὸν ὑμνεῖσθαι δίκαιον. Εὐ φρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Τὴν ἐσο μένην τῶν ἀνθρώπων θεογνωσίαν διὰ τούτων ἐθέσπισε. Τῆς γὰρ προτέρας ἀπάτης τῶν ἀνθρώπων ἀπαλλαγέν των, καὶ δεξαμένων τοῦ Θεοῦ τὴν ἐπίγνωσιν, εὐφραίνε ται Θεὸς, οὐ προσκυνούμενος, ἀλλὰ σωζομένους ὁρῶν. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Εἰκότως ταῦτα προστέθεικε, τὸ ἀνενδεὲς διδάσκων τῆς θείας φύ σεως Οὐ γὰρ ὡς δεόμενος τέρπεται προσκυνούμενος, ἀλλ' ὡς σώζειν βουλόμενος, τὴν ἀλήθειαν δείκνυσι, καὶ κολάζειν δυνάμενος, οὐκ ἐπιφέρει τὴν κόλασιν, καίτοι μόνῃ τῇ ἐπιφανείᾳ σείων τὴν γῆν, καὶ πυρὸς καὶ καπνοῦ τὰ ὄρη πληρῶν. Τοῦτο δὲ καὶ ἐν τῷ Σινᾷ ὄρει πεποίηκε· 55.653 τὴν οἰκείαν γὰρ ποιησάμενος ἐπιφάνειαν, τὸ ὄρος ἅπαν ἔδειξε καπνιζόμενον. Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου, ἕως ὑπάρχω. Καὶ ταῦτα εἰκότως προσέθηκεν. Οὐ γὰρ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων αὐτοῦ· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεται αὐτῷ; Οὕτως ἀπεκλείσθη ταῖς μωραῖς παρθένοις τοῦ νυμφῶνος ἡ θύρα, τὸν τῆς λαμπαδηφορίας καιρὸν εἰς ἀγορασίαν ἐλαίου δα πανησάσαις. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. ∆ιαλογήν φησι τὴν αἴνεσιν· ὁ γὰρ ψάλλων, Θεῷ διαλέγεται. Ὁ δὲ