1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

18

παρασχεθῆναι, μὴ δ' ὅσα πρὸς τὸ ζῇν μεταλαμβάνουσιν ἄνθρωποι· αὐτὸς δὲ ἐπὶ τὴν ∆άφνην ὥρμησε, τὸ τῆς Ἀντιοχείας κάλλιστον ἐνδιαίτημα. νʹ. Περὶ δὲ τὸ μεσονύκτιον εὐχομένῳ τῷ μάρτυρι ἐπὶ τῆς φυλακῆς, φαίνεται αὐτῷ ὁ Χριστὸς, καὶ φησὶ πρὸς αὐτόν· Ἀρτέμιε, ἀνδρίζου, καὶ ἴσχυε, καὶ μὴ φοβοῦ, μηδὲ δειλία τὸν τύραννον· ἐγὼ γὰρ εἰμὶ μετὰ σοῦ, ἐξαιρούμενός σε ἀπὸ παντὸς πειρασμοῦ καὶ πάσης τῶν κολαστηρίων ὀδύνης, καὶ ἐν τῇ βασιλεία τῶν οὐρανῶν στεφανώσω σε, καὶ ὥσπερ αὐτὸς ὡμολόγησάς με ἐνώπιον τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, ὁμολογήσω κἀγώ σε ἐνώπιον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Θάρσει οὖν καὶ ἀγαλλία· μετ' ἐμοῦ γὰρ ἔσῃ ἐν τῷ παραδείσῳ. Ταῦτα ὁ μάρτυς ἀκούσας παρὰ τοῦ Κυρίου, εὐθαρσὴς ἐγένετο, καὶ δι' ὅλης τῆς νυκτὸς ἦν δοξολογῶν καὶ εὐχαριστῶν τῷ Θεῷ· ἀνέθη γὰρ ἐκ τῶν πληγῶν καὶ τῶν τραυμάτων αὐτοῦ, ὥστε μήτε μώλωπα φαίνεσθαι ἐν τῷ ἁγίῳ αὐτοῦ σώματι· ἐποίησε δὲ πέντε καὶ δέκα ἡμέρας, μηδενὸς τὸ σύνολον γευσάμενος· ἐτρέφετο γὰρ τῇ τοῦ ἁγίου Πνεύματος χάριτι. ναʹ. Ὁ δὲ Ἰουλιανὸς ἐπὶ τὴν ∆άφνην ὥρμησε τὸ προάστειον, ὡς προέφημεν, θυσίας ἑτοιμαζόμενος τῷ Ἀπόλλωνι, καὶ χρησμοὺς παρ' αὐτοῦ δέξασθαι προσδοκῶν· ἡ δὲ ∆άφνη προάστειόν ἐστι τῆς Ἀντιοχείας, ἐπὶ τῶν ὑψηλοτέρων αὐτῆς χωρίων κείμενον, ἄλσεσι παντοίοις συνηρεφές. Πολυπρεμνότατον γὰρ καὶ πολυκαρπότατόν ἐστι τὸ χωρίον, ἔνθα τῶν τε ἄλλων παντοίων δένδρων καὶ δὴ καὶ κυπαρίττων ἐξαίσιον πεφύτευται χρῆμα, πρός τε κάλλος καὶ ὕψωμα καὶ μέγεθος οὐ συμβλητόν· νάματά τε πανταχῆ διαθέει ποτίμων ὑδάτων, μεγίστων αὐτόθι πηγῶν ἀναδιδομένων, ἀφ' ὧν καὶ ἡ πόλις ἐν ὀλίγαις 96.1300 δὲ πόλεων ἐνυδροτάτη τυγχάνειν δοκεῖ, καὶ μὴν καὶ οἰκοδομαῖς λαμπραῖς καταλύσεων καὶ λουτρῶν καὶ τῶν ἄλλων κατασκευῶν, εἴς τε χρείαν καὶ κόσμον εὖ μάλα πολυτελῶς ἐξήσκηται τὸ χωρίον· ἐνταῦθα καὶ ἄλλων μὲν δαιμόνων ναοί τε καὶ ἀγάλματα ἦν, διαφερόντως γε μὴν τὸ τοῦ Ἀπόλλωνος ἐξ ἀρχαίων τῶν χρόνων ἐνυπῆρχε θεραπευόμενον· αὐτόθι γὰρ καὶ τὸ περὶ τὴν ∆άφνην τὴν παρθένον συμβῆναι πάθος ὁ Ἑλληνικὸς ἔπλασε μῦθος· ἧς δὴ μάλιστα φέρειν ἔτι δοκεῖ τὴν ἐπωνυμίαν ὁ τόπος. νβʹ. Τὸ δὲ ἀγάλμα τοῦ Ἀπόλλωνος, τοιόνδε τὴν κατασκευὴν ἦν· ἐξ ἀμπέλου μὲν αὐτῷ συνεπεπήγει τὸ σῶμα· πανθαυμάστη δὴ τέχνη πρὸς μιᾶς συμφυΐας ἰδέαν συναρμοσθὲν, χρυσῷ δὲ πᾶς ὁ περικείμενος πέπλος ἀμφιεννύμενος, τοῖς παραγεγυμνωμένοις καὶ ἀχρύσοις τοῦ σώματος, εἰς ἄφραστόν τι συνεφθέγγετο κάλλος· ἑστῶτί τε μετὰ χεῖρας ἦν ἡ κιθάρα, μουσηγετοῦντά τινα ἐκμιμουμένῳ· αἵ τε κόμαι, καὶ τῆς δάφνης ὁ στέφανος τὸν χρυσὸν ἀναμὶξ ἐπήνθουν· ὡς ἤμελλε χάρις ἐξαστράψειν πολλὴ τοῖς θεασομένοις· ὑάκινθοί τε αὐτῷ δύο λίθοι μεγάλοι, τὸν τῶν ὀφθαλμῶν ἐξεπλήρουν τύπον, κατὰ μνήμην τοῦ Ἀμυκλαίου παιδὸς Ὑακίνθου, καὶ ἀεὶ τὸ τῶν λίθων κάλλος καὶ μέγεθος τὸν μέγιστον προσετέλει τῷ ἀγάλματι κόσμον, ἐνταθέντων περιττῶς πρὸς ἀξιοῤῥέπειαν αὐτοῦ τῶν ἐργασαμένων· ἵνα πλείστους ἀπατᾶσθαι περὶ αὐτοῦ συμβαίνῃ, τῷ περικαλλεῖ τῆς προφαινομένης μορφῆς, εἰς τὸ προσκυνεῖν αὐτοῖς δελεαζομένους. Ὅπερ οὖν καὶ αὐτὸς ὁ Ἰουλιανὸς πεπονθὼς ἦν· πλείονά γ' οὖν ἢ σύμπασι τοῖς ἀγάλμασι προσῆγε τὴν θεραπείαν, χιλιόμβας ὅλας ἐξ ἑκάστου γένους αὐτῷ θυόμενος. νγʹ. Ἐπεὶ δὲ αὐτῷ πάντα ποιοῦντι καὶ πραγματευομένῳ ὅπως χρῴη τὸ ἄγαλμα, πλέον ἦν οὐδὲν, ἀλλὰ τοῦτό τε καὶ τὰ λοιπὰ αὐτόθι σύμπαντα ἀγάλματα βαθεῖα σιωπὴ κατεῖχεν, ἐνταῦθα νομίσας τὰ ἀπὸ τῆς γοητείας ἐνδεῖν, ἣν ἱερουργίαν καλοῦσιν Ἕλληνες, Εὐσέβιόν τινα, μέγιστον, ἐπὶ τὸ ταῦτα δύνασθαι, κεκτημένον ἐν Ἕλλησι κλέος, μεταπεμψάμενος, τούτῳ προσέταττεν ἐπίπνουν ὅτι μάλιστα καὶ ἐνεργὸν