19
ειρηται γὰρ πρός τινος ἁγίου· Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων. καὶ πρὸς αλλον ὁ θεὸς ειπεν· ̓Αναβιβάσω σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς. 71 Ps 9,38 ̓Επιθυμίᾳ τῶν πενήτων ὑπῆρχε τὸ πεσεῖν τὸν τυραννικῶς κατακυριεύσαντα αὐτῶν. ἐπεὶ ουν ὑπῆρκται αυτη συντριβέντος τοῦ βραχίονος τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ, εἰκότως θεῷ τῷ τὰς καρδίας ἐπισταμένῳ καὶ τὸ κρυπτὸν εἰδότι ἡ ἐπιθυμία αὐτῶν πεφανέρωται, ἐνεργὴς ουσα προσευχή. εἰσήκουσεν δὲ αὐτῶν ὁ κύριος, προσέχοντος τοῦ ὠτὸς αὐτοῦ τῇ ἑτοιμασίᾳ τοῦ ἡγεμονικοῦ αὐτῶν· πῶς γὰρ οὐχ ἑτοίμην τὴν καρδίαν ειχον πρὸς τὸ σωθῆναι οἱ τῶν προλεχθέντων εχοντες ἐπιθυμίαν; 72 Ps 9,39 ∆ιχῶς καὶ ἐνταῦθα τὸν ανθρωπον ἐκληπτέον, εις τε τὸ θνητὸν λογικὸν ζῷον ἀλαζονευόμενον, καὶ εἰς τὸν λέγοντα διάβολον Τὴν οἰκουμένην ολην καταλήψομαι τῇ χειρί, καὶ οὐκ εστιν ος διαφεύξεταί με η ἀντείπῃ μοι. οὐ γὰρ ετι μεγαλαυχήσει συντριβόμενος ὑπὸ τοὺς πόδας τῶν ἁγίων πατούντων αὐτοῦ τὴν δύναμιν, ̓Ιησοῦ τοῦτο χαρισαμένου.
73 Ps 10,1-2 73 ̓Αναγνωστέον δὲ καὶ ουτως· ̓Επὶ τῷ κυρίῳ πέποιθα· πῶς
ἐρεῖτε τῇ ψυχῇ μου ̓Ιδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, καὶ τὰ ἑξῆς; ἐφ' οις εἰρημένοις παρορμᾷ τὴν ψυχὴν ἑαυτοῦ μετεωρισθῆναι δίκην στρουθίου πτεροῖς ἀρετῆς, ινα περάσας ἐπὶ τὰ υψος εχοντα ορη πνευματικὰ ἀβλαβὴς διαμείνῃ. οπως δ' αν εχῃ τὰ τῆς διαστολῆς τοῦ ἀναγνώσματος, πεποιθέναι ἐπὶ κύριον προσήκει. 74 Ps 10,1-2 Κατὰ θεωρίαν δέ· πολλῶν σοφιστικῶς παρεσκευασμένων ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν ὡς ηδη τὸ ἡγεμονικὸν εχειν τεταμένον, δι' ἑτοιμασίαν τόξῳ ἐντεταμένῳ ἐοικός, ἀλλὰ καὶ βέλη ετοιμα, λόγοι δὲ πειθανοὶ ταῦτα, πρὸς τὸ κατατοξεῦσαί σε, εχεις διατριβὴν ἐν ὑψηλοῖς ορεσιν, ενθα γεναμένη οὐ τρωθήσει. ειρηται δὲ ὡς τὰ θειότερα τῶν γραφῶν νοήματα τῇ τῶν ὀρῶν προσηγορίᾳ σημαίνεται· πρὸς τούτοις καὶ οἱ σοφοὶ διδάσκαλοι ἀπόστολοι καὶ προφῆται. ∆υνατὸν ὑπὸ τοῦ πνεύματος εἰρημένον ἐκλαβεῖν τὸ Μετανάστευε ἐπὶ τὰ ορη ὡς στρουθίον, προτρεπομένου ἀναχωρεῖν τὸν διαδράναι θέλοντα τὴν ἰοβόλον τρῶσιν τῶν τοξοτῶν. εἰ δὲ καὶ ἀόρατοι δυνάμεις αἱ αὐταὶ ουσαι η συγγενεῖς τοῖς τοξόταις λέγοιεν τὸ Μετανάστευε ἐπὶ τὰ ορη ὡς στρουθίον, χλευαστικῶς αὐτὸ εἰρημένον ἐκληψόμεθα, ὑποδειλῶσαι θελόντων τοὺς ἐν ολῃ καρδίᾳ ἐπὶ θεὸν πεποιθότας. ειτ' ἐπεὶ σκότους υἱοὶ καὶ νυκτός εἰσιν οἱ πρὸς τὸ ουτω σοφιστεύειν παρεσκευασμένοι τοξόται, ἐν ἀφεγγεῖ νυκτὶ κατατοξεύειν προτέθεινται τοὺς εὐθείαν καρδίαν εχοντας. Ps 10,3b ̔Ο κύριος δίκαιος ων τί ποιήσει η ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς τὰς παγίδας αὐτοῦ καὶ μερίσει αὐτοῖς ποτήριον κολάσεως ἐπὶ τῷ πίοντας αὐτοὺς ἀσθενῆσαι ἀπὸ τῆς πρὸς τὸ τοξεύειν ὁρμῆς; 75 Ps 10,4-7 Η περὶ τοῦ πατρὸς η καὶ αὐτοῦ τοῦ σωτῆρος· πρὸ τῆς ἐνανθρωπήσεως ναὸν αγιον αὐτοῦ ἐκληπτέον τὴν περὶ αὐτοῦ ἁγίαν καὶ οὐράνιον νόησιν. ων ̓Εν ναῷ ἁγίῳ αὐτοῦ καὶ τὸν θρόνον εχει ἐν οὐρανῷ, θεϊκῶς καὶ ἐπουρανίως βασιλεύων. ἐσημειωσάμεθα καὶ ἐν τοῖς πρότερον ἀντὶ βασιλείας τὸν θρόνον λαμβάνεσθαι. αἱ δὲ ἐποπτικαὶ καὶ εφοροι τοῦ θεοῦ δυνάμεις ὀφθαλμοὶ αὐτοῦ καλούμεναι, πρὸς τὸν πένητα γινόμεναι φρουροῦσιν αὐτὸν ἀβλαβῆ τῶν περὶ αὐτὸν οἰκονομηθέντων. τὰ βλέφαρα τῶν ὀφθαλμῶν τοῦ θεοῦ ἐξετάζει τὰς πράξεις καὶ τοὺς λογισμοὺς τῶν ἀνθρώπων. ἐκ τούτου παρίσταται τοῦ κριτοῦ τὸ φιλάνθρωπον. εἰ γὰρ ὀφθαλμοῖς ἐξήταζεν καὶ μὴ βλεφάροις, ἀνύποιστος ην ἀνθρώποις ἡ κρίσις. τὸ δὲ τοῖς βλεφάροις ἑαυτοῦ ἐξετάζειν τὰ κατ' αὐτοὺς οὐ παρατηρεῖται πάντα τὰ ἁμαρτήματα τῶν κρινομένων οὐδὲ οιου μεγέθους ὑπάρχει ταῦτα. ευ δὲ καὶ τὸ εἰπεῖν· τοὺς μὲν ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν εὐεργετούμενον ειναι, καν εις πένης ὑπάρχῃ, τὰ δὲ βλέφαρα ἐπὶ τοὺς υἱούς· πολλοὺς ἀνθρώπων υἱούς, ιν' αἱ μὲν εὐεργεσίαι δαψιλῶς