19
ἀρχαιοτέραις βίβλοις ἀνέγνωμεν Ἐκτήσατο γε γραμμένον ἀντὶ τοῦ Ἔκτισέ με. ἐμφαίνει δὲ πάντως τὸν δοῦλον ἡ κτῆσις διὰ τῶν παροιμιακῶν αἰνιγμάτων τὸν δι' ἡμᾶς ἀναλαβόντα τὴν τοῦ δούλου μορφήν. εἰ δέ τις καὶ τὴν ἐπικρατοῦσαν ἐν ταῖς ἐκκλησίαις ἀνάγνωσιν ἐν τῷ μέρει τούτῳ προβάλοιτο, οὐδὲ τὴν Ἔκτισε φωνὴν ἀποβάλ 111 λομεν. καὶ τοῦτο γὰρ πρὸς τὴν τοῦ δούλου σημασίαν διὰ τοῦ αἰνίγματος βλέπει, ἐπειδὴ πᾶσα ἡ κτίσις δουλεύει, καθώς φησιν ὁ ἀπόστολος. διὰ τοῦτο καὶ ταύτην τὴν φωνὴν εὐσεβῶς ἔχειν φαμέν. ἐκτίσθη γὰρ ἀληθῶς ἐπ' ἐσχάτου τῶν ἡμερῶν ὁ δι' ἡμᾶς καθ' ἡμᾶς γενόμενος, ὁ ἐν μὲν τῇ ἀρχῇ λόγος ὢν καὶ θεός, μετὰ ταῦτα δὲ σὰρξ γενόμενος καὶ ἄνθρωπος. κτιστὴ δὲ τῆς σαρκὸς ἡ φύσις· ἧς μετασχὼν κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας ἐκτίσθη γενόμενος ἄνθρωπος, ἐκτίσθη δὲ κατὰ θεόν, οὐ κατὰ ἄνθρωπον, καθώς φησιν ὁ ἀπόστολος, καινόν τινα 112 τρόπον καὶ οὐ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν. ἐμάθομεν γὰρ ὅτι ἐκ πνεύματος ἁγίου καὶ τῆς τοῦ ὑψίστου δυνάμεως, πλὴν ἀλλ' ἐκτίσθη ὁ καινὸς οὗτος ἄνθρωπος, ὃν κελεύει ὁ τῶν ἀρρήτων μυστηρίων ὑφηγητὴς Παῦλος ἐνδύσασθαι ἡμᾶς διχῶς ὀνομάζων τὸ ἔνδυμα, νῦν μὲν λέγων Ἐνδύ σασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, πάλιν δὲ ὅτι Ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν.
Οὗτος γὰρ ἡμῖν τοῖς ἐνδυσαμένοις αὐτὸν γίνεται ἀρχὴ τῶν ὁδῶν τῆς σωτηρίας ὁ εἰπὼν Ἐγώ εἰμι ἡ ὁδός, ἵνα ἔργα τῶν ἑαυτοῦ χειρῶν ποιήσῃ ἡμᾶς, ἀπὸ τοῦ πονηροῦ πλάσματος τῆς ἁμαρτίας πρὸς τὴν ἰδίαν εἰκόνα πάλιν μετεργασάμενος. ὁ δὲ αὐτὸς καὶ θεμέλιος ἡμῖν γίνεται πρὸ τοῦ μέλλοντος αἰῶνος κατὰ τὴν τοῦ Παύλου φωνήν, ὅς φησιν ὅτι Θεμέλιον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, καὶ Πρὸ τοῦ ἐλ θεῖν τὰς πηγὰς τῶν ὑδάτων καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι καὶ πρὸ πάντων βουνῶν 113 γεννᾷ με. δυνατὸν γὰρ ἕκαστον τούτων κατὰ τὴν παροι μιώδη συνήθειαν μεταληφθὲν εἰς τροπικὴν θεωρίαν ἐφαρ μοσθῆναι τῷ λόγῳ. ὁ γὰρ μέγας ∆αβὶδ δικαιοσύνην ὀνο μάζει τὰ ὄρη τοῦ θεοῦ, ἀβύσσους δὲ τὰ κρίματα, πηγὰς δὲ τοὺς διδασκάλους ἐν ἐκκλησίαις λέγων Εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ· βουνοὺς δὲ τὴν ἀκακίαν, ἣν διὰ τοῦ σκιρτήματος τῶν ἀρνίων ἐνεδείξατο. πρὸ τού των οὖν ἐν ἡμῖν γεννᾶται ὁ δι' ἡμᾶς κτισθεὶς ἄνθρωπος, ἵνα καὶ ἡ τῶν τοιούτων κτίσις ἐν ἡμῖν χώραν εὕρῃ. ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι τὸν περὶ τούτων λόγον, ἱκανῶς τοῖς εὐγνώμοσιν ὑποδειχθείσης δι' ὀλίγων τῆς ἀληθείας· ἐπὶ δὲ τὰ ἐφεξῆς τῶν τοῦ Εὐνομίου λόγων μετέλθωμεν.
114 Ἐν ἀρχῇ, φησίν, ὄντα, οὐκ ἄναρχον. ὢ πῶς νοεῖ τὰς θείας φωνὰς ὁ ἐπὶ συνέσει ὑπὲρ τοὺς ἄλλους φρο νῶν; τὸν ἐν ἀρχῇ ὄντα ἀρχὴν ἔχοντα ἑρμηνεύει, καὶ οὐκ οἶδεν ὅτι, εἰ ἀρχὴν ἔχει ὁ ἐν ἀρχῇ ὤν, καὶ ἡ ἀρχὴ πάντως ἔχει ἄλλην ἀρχήν. ὃ γὰρ ἂν ἐπὶ τῆς ἀρχῆς εἴπῃ, τοῦτο κατ' ἀνάγκην καὶ περὶ τοῦ ἐν τῇ ἀρχῇ ὄντος ὁμολογήσει πάντως. πῶς γὰρ τὸ ἐν τῇ ἀρχῇ ὂν τῆς ἀρχῆς χωρισθή σεται; πῶς δέ τις τὸ οὐκ ἦν προεπινοήσει τοῦ ἦν; ὅπως γὰρ ἄν τις ἀναγαγὼν ἑαυτοῦ τὴν διάνοιαν πρὸς τὴν κατα νόησιν τῆς ἀρχῆς ὑπερτείνῃ, συγκατανοεῖ πάντως τὸν ἐν αὐτῇ ὄντα λόγον χωρισθῆναι τῆς ἐν ᾗ ἐστιν ἀρχῆς μὴ δυνάμενον, οὐδέποτε τοῦ ἐν αὐτῇ εἶναι οὔτε ἀρχόμενον οὔτε παυόμενον. μηδεὶς δὲ διὰ τούτων εἰς δύο ἀρχὰς δια σχιζέτω τὸ δόγμα. μία γάρ ἐστιν ὡς ἀληθῶς ἡ ἀρχή, ᾗ ἀχωρίστως ἐνθεωρεῖται ὁ λόγος ὁ διὰ πάντων πρὸς τὸν 115 πατέρα ἡνωμένος. ὁ ταῦτα φρονῶν οὐδεμίαν δώσει τῇ αἱρέσει πάροδον διὰ τῆς καινοτομίας τοῦ ἀγέννητος ὀνό ματος τῇ εὐσεβείᾳ λυμαίνεσθαι. ἐν δὲ τοῖς ἐφεξῆς ἐκτε θεῖσιν ἄρτῳ ἔοικεν ὁ λόγος αὐτοῦ πολλὴν ἔχοντι τὴν ἐπι μιξίαν τῆς ἄμμου. τοῖς γὰρ ὑγιῶς λεγομένοις τὰ αἱρετικὰ συμμίξας νοήματα ἄβρωτον διὰ τοῦ συμμεμειγμένου λίθου ποιεῖ καὶ τὸ τρόφιμον. λέγει γὰρ σοφίαν ζῶσαν τὸν κύριον καὶ ἀλήθειαν ἐνεργοῦσαν καὶ δύναμιν ὑφεστῶσαν καὶ ζωήν· ἕως τούτου τὸ τρόφιμον. ἐν τίθησι δὲ τοῖς εἰρημένοις τὸν ἰὸν τῆς αἱρέσεως. γεννη τὴν γὰρ τὴν ζωὴν ὀνομάσας ἄλλο τι τῇ πρὸς τὴν ἀγέν νητον ζωὴν ἀντιδιαστολῇ νοεῖν καὶ οὐχὶ