19
Σύμμαχος τὴν διαλογὴν, ∆ιάλεξιν εἴρηκεν· ὁ δὲ Ἀκύλας, Ὁμιλίαν. Εὔχομαι δὲ, φησὶ, ταύτην μου τὴν ὑμν ωδίαν ἡδίστην καὶ τερπνοτάτην ὀφθῆναι. Ἐγὼ δὲ εὐ φρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Τούτου γὰρ, φησὶ, γινο μένου, ἐγὼ τὴν ἐντεῦθεν εὐθυμίαν καρπώσομαι. Ἐκλεί ποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Τὸ θεῖον κάλλος καὶ τὸν ἄῤῥητον πλοῦτον, ὡς ἐνῆν ἀνθρωπείᾳ φύσει, διεξελθὼν, πάντας ἀνθρώπους τῆς αὐτῆς μεταλαχεῖν ἱμείρεται γνώσεως, καὶ τὴν τῶν ἁμαρτωλῶν παντελῶς ἐκλεῖψαι συμμορίαν ἱκετεύει, οὐκ αὐτοὺς ἀπολέσθαι παρακαλῶν, ἀλλὰ μετα βληθῆναι δεόμενος, καὶ παύσασθαι αὐτῶν τὸ στῖφος ἀν τιβολῶν μεταταξαμένων καὶ μεταμαθόντων τὰ θεῖα. Εἰ δέ τις ἑτέρως ταῦτα βούλεται νοεῖν τὰ ῥήματα, ὡς τοῦ προφήτου τοὺς δυσσεβείᾳ συζῶντας ὑποβάλλοντος ἀραῖς, καὶ οὕτως εὑρήσει τῇ ἀποστολικῇ διδασκαλίᾳ τὴν προ φητείαν συμβαίνουσαν. Καὶ γὰρ ὁ μακάριος Παῦλος Κο ρινθίοις ἐπιστέλλων φησίν· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα. Ἴδιον γὰρ τῶν θερμῶς ἀγαπώντων. Καὶ γὰρ ἅπαντες ἦμεν ἐν ἁμαρτίαις, ἀνομίας ἦν πλήρης ἡ γῆ· ἐπειδὴ δὲ ἐπέφανεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ γέγονεν ἄνθρωπος, ἐξέλειψαν οἱ ἁμαρ τωλοὶ, ἐκλελοίπασιν οἱ ὄντες ἐν ἀνομίαις. Πῶς ἢ τίνα τρόπον; Ἐδικαίωσε γὰρ ἅπαντας, ἀπήλλαξε τῶν πε πλημμελημένων. Οὐκοῦν ὀλίγοι γεγόνασιν οἱ ἁμαρτωλοὶ, πολλοὶ δὲ λίαν οἱ δεδικαιωμένοι. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Οἱ μὲν οὖν ὑμνεῖν τὸν τοσούτων ἀγαθῶν χορηγὸν οὐ βουλόμενοι, ἐκεῖνα πασχέτωσαν ἅπερ εἴρηκα· σὺ δὲ, ὦ ψυχὴ, ἐνδελεχῶς τὸν σὸν ὕμνει ∆ημιουργὸν καὶ Σωτῆρα.
ΨΑΛΜ. Ρ∆ʹ. Ἀλληλούϊα.
Ὑμνεῖν καὶ οὗτος ὁ ψαλμὸς παρακελεύεται τὸν τῶν ὅλων Θεόν. ∆ηλοῖ δὲ καὶ ἡ
ἐπιγραφή. Τὸ γὰρ Ἀλληλούϊα, Αἰνεῖτε τὸν Κύριον, ἑρμηνεύεται. Ἀναμιμνήσκει δὲ τῶν τε πρὸς τοὺς πατριάρχας ὑπὸ τοῦ Θεοῦ γεγενημένων ὑποσχέσεων, καὶ τῶν δι' ἐκείνους ὑπ' αὐτοῦ πα ρασχεθέντων ἀγαθῶν τοῖς ἐκείνων ἐκγόνοις· ἱκανὴ γὰρ καὶ τούτων κἀκείνων ἡ μνήμη τοὺς τοσούτων ἀγαθῶν ἀπολαύσαντας εἰς ζῆλον τῆς τῶν προγόνων ἀρετῆς ἐρε θίσαι καὶ παραθῆξαι· διδάσκει δὲ κατὰ ταὐτὸν καὶ τὸν νέον λαὸν, ὡς οὐκ ἀδίκως τὸν ἀχάριστον ἐκεῖνον λαὸν τῆς οἰκείας κηδεμονίας ἐγύμνωσεν. Ἐπειδὴ γὰρ λαὸς Θεοῦ ἐχρημάτιζον, καὶ προφανῶς τῆς θείας προμηθείας ἀπ έλαυον, ἔρημοι δὲ ταύτης ὕστερον ἐγένοντο παντελῶς, διὰ τῶν προκειμένων ψαλμῶν διδάσκει πάντας ἀνθρώπους, ὅσα μὲν αὐτοὺς εὐεργέτησεν, ὅπως δὲ ἀχάριστοι περὶ τὰς εὐεργεσίας ἐκεῖνοι γεγένηνται· ὡς ἂν ὁμοῦ καὶ τῆς κατ' ἐκείνων ἐξενεχθείσης ψήφου τὸ δικαίωμα καταμάθοιεν ἅπαντες, καὶ τῆς ἀχαριστίας ὁρῶντες τὰ ἐπίχειρα, μὴ τὴν αὐτὴν ἐκείνοις βαδίζοιεν ὁδὸν, ἀλλὰ τὴν εὐθεῖαν ὁδεύοιεν. Τὴν δὲ τοῦ Ἀλληλούϊα ἑρμηνείαν ἐν τούτοις εἶναι λέγουσιν, Αἶνον τῷ Θεῷ Ἰαώ· τὸ δὲ, Ἰαὼ, Ἑβραῖοιὀνομασίαν ὥσπερ τινὰ τῷ Θεῷ κατέλιπον ἀνερμήνευτον. Ἀναγκαίως τοίνυν ἡγεῖται τοῦτο τοῦ παρόντος ψαλμοῦ. Πρὸς δοξολογίαν γὰρ Θεοῦ τείνει τὰ ἐν αὐτῷ, ὥσπερ οὖν γενόμενα, οὕτω δὴ καὶ λεγόμενα. Πρῶτος τοίνυν ὁ παρὼν τυγχάνει ψαλμὸς τῶν ἐπιγεγραμμένων τὸ, Ἀλ ληλούϊα. Οἶμαι δὲ ταύτην ἔχειν τὴν ἐπιγραφὴν, διὰ τὸ ξένου τυγχάνειν χαρακτῆρος παρὰ τοὺς ψαλμοὺς καὶ τὰ περὶ τὴν ᾠδήν. ∆ι' ὅλου γάρ μοι δοκοῦσιν οὗτοι αἴνους καὶ ὕμνους περιέχειν εἰς τὸν Θεόν· καὶ εἰκότως· τὸ γὰρ Ἀλληλούϊα ἑρμηνεύεται, Αἰνεῖτε τὸν Κύριον· οὔτε διὰ ψαλτηρίου κρουσθέντες, οὔτε δι' ᾠδῆς λεχθέντες, ἀλλ' αὐτὸ τοῦτο αἶνοι καὶ ὕμνοι τυγχάνοντες, καὶ τὰς τοῦ Θεοῦ εὐεργεσίας εἰς ἀνθρώπους περιέχοντες.