1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

19

οὖνἈλεξάνδρειαν τὰ πρῶτα ἧκεν. ἔπειτα δὲ πᾶσαν τὴν ἕω περιελθοῦσα ἐς Βυζάντιον ἐπανῆκεν, ἐργασίᾳ χρωμένη ἐν πόλει ἑκάστῃ, ἥν γε ὀνομάζοντι, οἶμαι, ἀνθρώπῳ οὐκ ἄν ποτε ἵλεως ὁ θεὸς εἴη, ὥσπερ οὐκ ἀνεχομένου τοῦ δαίμονος χῶρόν τινα τῆς Θεοδώρας ἀκολασίας ἀγνῶτα εἶναι. 9.29 Οὕτω μὲν οὖν τετέχθαι τε τῇδε τῇ γυναικὶ καὶ τετράφθαι ξυνέβη καὶ ἐς δημοσίους πολλὰς διαβοήτῳ 9.30 γεγενῆσθαι καὶ ἐς πάντας ἀνθρώπους. ἐπεὶ δὲ ἀφίκετο ἐς Βυζάντιον αὖθις, ἠράσθη αὐτῆςἸουστινιανὸς ἔρωτα ἐξαίσιον οἷον, καὶ τὰ πρῶτα ἐπλησίαζεν ὡς ἐρωμένῃ, καίπερ αὐτὴν ἀναγαγὼν ἐς τὸ τῶν πατρικίων 9.31 ἀξίωμα. δύναμιν τοίνυν ἐξαισίαν τινὰ καὶ χρήματα ἐπιεικῶς μεγάλα περιβαλέσθαι ἡ Θεοδώρα εὐθὺς ἴσχυσε. πάντων γὰρ ἥδιστον τῷ ἀνθρώπῳ ἐφαίνετο, ὃ δὴ ξυμβαίνειν τοῖς ἐκτόπως ἐρῶσι φιλεῖ, χάριτάς τε πάσας καὶ χρήματα πάντα τῇ ἐρωμένῃ χαρίζεσθαι. 9.32 ἐγίνετό τε ἡ πολιτεία τοῦ ἔρωτος τοῦδε ὑπέκκαυμα. ξὺν αὐτῇ τοίνυν πολλῷ ἔτι μᾶλλον τὸν δῆμον διέφθειρεν οὐκ ἐνταῦθα μόνον, ἀλλ' ἀνὰ πᾶσαν τὴνῬω9.33 μαίων ἀρχήν. ἄμφω γὰρ μοίρας τῆς Βενέτων ἐκ παλαιοῦ ὄντες ἐν πολλῇ ἐξουσίᾳ τούτοις δὴ τοῖς στα9.34 σιώταις τὰ ἐς τὴν πολιτείαν πράγματα ἔθεντο. χρόνῳ δὲ πολλῷ ὕστερον τὸ πλεῖστον τοῦ κακοῦ ἐλελωφήκει τρόπῳ τοιῷδε. 9.35Ἰουστινιανῷ ἐν ἡμέραις πολλαῖς νοσῆσαι ξυνέβη, ἐν δὲ τῇ νόσῳ ταύτῃ ἐς τόσον κινδύνου ἀφίκετο ὥστε καὶ ἐλέχθη ὅτι δὴ ἀποθάνοι· οἱ μέντοι στασιῶται ταῦτα ἅπερ ἐρρήθη ἡμάρτανον, καί τιναὙπάτιον οὐκ ἀφανῆ ἄνδρα δι' ἡμέρας ἐν τῷ τῆς Σοφίας ἱερῷ διε9.36 χρήσαντο. ἐξειργασμένου δὲ τοῦ κακοῦ ἡ τοῦ ἔργου ταραχὴ ἐς βασιλέα ἦλθε, τῶν τε ἀμφ' αὐτὸν ἕκαστος, ἐπεὶ τῆςἸουστινιανοῦ ἀπουσίας ἐλάβετο, τὴν τῶν πεπραγμένων ἀτοπίαν ἐπὶ μέγα αἴρειν ἐν σπουδῇ ἐποιεῖτο, καταλέγων ἐξ ἀρχῆς ἅπαντα, ὅσα δὴ γενέσθαι 9.37 τετύχηκε. τότε δὴ ὁ βασιλεὺς τῷ τῆς πόλεως ἐπάρχῳ ἐπέστελλε τῶν πεπραγμένων ἁπάντων ποιεῖσθαι τὰς τίσεις. ἦν δὲ οὗτος ὁ ἀνὴρ Θεόδοτος ὄνομα, ὅνπερ 9.38 Κολοκύνθιον ἐπίκλησιν ἐκάλουν. καὶ ὃς διερευνώμενος ἅπαντα πολλοὺς μὲν τῶν κακούργων ἑλεῖν τε καὶ διαχρήσασθαι νόμῳ ἴσχυσε πολλοὶ δὲ καὶ διαλαθόντες 9.39 ἐσώθησαν. μεταξὺ γὰρ ἐπιαπολέσθαι αὐτοὺς πράγμασιῬωμαίων ἔδει. ὁ δὲ παράδοξον διασωθεὶς ἐξάπινα σωτηρίαν καὶ τὸν Θεόδοτον κτεῖναι ἅτε φαρμα9.40 κέα καὶ μάγον εὐθὺς ἐνεχείρει. ἐπεὶ δὲ οὐκ εἶχεν ὅτῳ ποτὲ προσχήματι χρώμενος τὸν ἄνθρωπον διαφθείρειε, τῶν οἱ ἐπιτηδείων τινὰς πικρότατα αἰκισάμενος ἠνάγκαζε λόγους ὡς ἥκιστα ὑγιεῖς ἐπ' αὐτῷ 9.41 φθέγγεσθαι. πάντων δέ οἱ ἐκποδὼν ἱσταμένων καὶ σιωπῇ τὴν ἐς τὸν Θεόδοτον ὀδυρομένων ἐπιβουλὴν, μόνος ὁ Πρόκλος τὴν τοῦ καλουμένου κοιαίστωρος ἔχων ἀρχὴν καθαρὸν ἀπέφαινε τοῦ ἐγκλήματος εἶναι 9.42 τὸν ἄνθρωπον καὶ θανάτου οὐδαμῆ ἄξιον. διὸ δὴ ὁ Θεόδοτος ἐς τὰἹεροσόλυμα βασιλέως κομίζεται γνώμῃ. γνοὺς δὲ ἥκειν τινὰς ἐνταῦθα, οἵπερ αὐτὸν διαφθεροῦσιν, ἐν τῷ ἱερῷ ἦν κρυπτόμενος τὸν ἅπαντα χρόνον, οὕτω τε διαβιοὺς ἐτελεύτησε. 9.43 Τὰ μὲν οὖν ἀμφὶ Θεοδότῳ ταύτῃ πη ἔσχεν. οἱ δὲ στασιῶται σωφρονέστατοι τὸ ἐντεῦθεν ἐγένοντο ἀν9.44 θρώπων ἁπάντων. οὐ γὰρ ἔτι τὰ τοιαῦτα ἐξαμαρτάνειν ἠνείχοντο, καίπερ σφίσι παρὸν ἀδεέστερον τῇ 9.45 ἐς τὴν δίαιταν παρανομίᾳ χρῆσθαι. τεκμήριον δέ· ὀλίγων γάρ τινων ὕστερον τόλμαν τὴν ὁμοίαν ἐνδει9.46 ξαμένων τίσις οὐδεμία ἐς αὐτοὺς γέγονεν. οἱ γὰρ τοῦ κολάζειν τὴν ἐξουσίαν ἀεὶ ἔχοντες παρρησίαν τοῦ διαλανθάνειν τοῖσδε τὰ δεινὰ εἰργασμένοις παρείχοντο, ταύτῃ αὐτοὺς τῇ ξυγχωρήσει ἐς τὸ τοῖς νόμοις ἐπεμβαίνειν ἐνάγοντες. 9.47Ἕως μὲν οὖν ἡ βασιλὶς περιῆν ἔτι, γυναῖκα ἐγγυητὴνἸουστινιανὸς τὴν Θεοδώραν ποιήσασθαι οὐδεμιᾷ μηχανῇ εἶχεν. ἐν τούτῳ γὰρ μόνον ἀπ' ἐναντίας αὐτῷ 9.48 ἐχώρει, καίπερ ἀντιστατοῦσα τῶν ἄλλων οὐδέν. πονηρίας μὲν γὰρ ἡ γυνὴ ἀπωτάτω οὖσα ἐτύγχανεν, ἄγροικος δὲ ἦν κομιδῆ καὶ βάρβαρος γένος, ὥσπερ μοι 9.49 εἴρηται. ἀντιλαβέσθαι τε ἀρετῆς οὐδαμῆ ἴσχυσεν, ἀλλ' ἀπειροτάτη οὖσα διατετέλεκε τῶν κατὰ τὴν πολιτείαν πραγμάτων, ἥ γε οὐδὲ ξὺν τῷ ὀνόματι τῷ αὐτῆς ἰδίῳ ἅτε