1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

20

παρρησίᾳ ἐπιτελῶνται, αἱ δὲ κολάσεις πολὺ τὸ κεκρυμμένον εχωσι περὶ θεοῦ. καὶ ταῦτα λέξει διανοούμενα· οὐδὲν αἰσθητὸν βλέφαρον η ετερόν τι τοιοῦτον ἐμφαίνουσιν, οθεν καὶ ταῦτα θεοπρεπῶς νοητέον. ̔Ο Χριστός ἐστιν ου τῷ βήματι φανερωθῆναι πάντας δεῖ, ινα κομίσηται εκαστος τὰ διὰ τοῦ σώματος πρὸς α επραξεν ειτε ἀγαθὸν ειτε κακόν. εἰπὼν δὲ ὑπὸ κυρίου ἐξέτασιν γινομένην τοῦ δικαίου καὶ τοῦ ἀσεβοὺς ἐπιφέρει ὡς μισεῖ τὴν ἑαυτοῦ ψυχὴν ὁ τὴν κακίαν ουσαν ἀδικίαν ἀγαπῶν ποιῶν αὐτὴν κολαστέαν διὰ τοῦ ἁμαρτάνειν· ῳ ἐναντίον ποιεῖ ὁ δικαίως ἐνεργῶν, ἀγαπῶν τὴν ψυχὴν αὐτοῦ καὶ πλησίον ὡς ἑαυτὸν ὁ εἰς ἀρετὴν αὐτὸν αγων. οὐ μάχεται τὸ Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ τῷ μὴ ἀνίστασθαι ἀσεβεῖς ἐν κρίσει. τὸ μὲν γὰρ τοὺς πάντῃ ἀθέους σημαίνει, τὸ δὲ τοὺς διὰ ἁμαρτάνειν καταφρονοῦντας θεοῦ. πλέονες γὰρ γραφαὶ δηλοῦσι τοῦτο, μάλιστα ἡ λέγουσα Εσται ὁ δίκαιος ὡς ὁ ἀσεβὴς ἐν Γενέσει. ̓Επιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, τουτέστι κολάσεις παγιδευούσας καὶ ἐντὸς ἀρκύων ποιούσας τοὺς ἀγρευομένους, εἰ μὴ αρα τὸ παραδίδοσθαι αὐτοὺς ὑπ' αὐτοῦ ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν· τοῦτο δηλοῖ καὶ πάθεσιν ἀτιμίας καὶ ἀδοκίμῳ νῷ. καὶ ορα εἰ μὴ διὰ τοῦτο ̓Επιβρέξει ἀλλ' οὐ βρέξει παγίδας ειρηται· ηδη γὰρ παγιδευθεῖσιν ὑφ' ἑαυτῶν ἐπιβρέχονται παγίδας. τοῦτο δηλοῦται καὶ ἐκ τοῦ Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. ἐφαρμόσεις πρὸς ἑκατέρας τὰς ἀποδόσεις τὸ ουτω γεγραμμένον ἐν Παροιμίαις· Πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστελεῖ ὁ θεός. πρὸς μὲν γὰρ τὴν προτέραν ἀπόδοσιν κολάσεις ειεν αἱ σκολιαὶ ὁδοὶ τοῖς διὰ κακίαν σκολιοῖς γεγενημένοις ἐκπεμπόμεναι, πρὸς δὲ τὴν ἑτέραν αἱ παραδόσεις εἰσὶν αις παραδίδονται οἱ ἑκουσίως ἁμαρτάνοντες, αι δηλοῦνται διὰ τῶν παθῶν τῆς ἀτιμίας καὶ τῶν κατηριθμημένων. Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. αἱ ἐπίπονοι ἀνταποδόσεις δηλοῦνται πολλάκις ἐν τῇ γραφῇ ὀνόματι τοῦ ποτηρίου ὡς ἐν ̔Ησαίᾳ ̓Εξεγείρου, ἐξεγείρου, ̔Ιερουσαλὴμ ἡ πιοῦσα τὸ ποτήριον τῆςπτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ, καὶ τὰ ἑξῆς· ἀλλὰ καὶ ἐν ̔Ιερεμίᾳ παρίσταται τὸ αὐτὸ ἐκ τῆς ἐχούσης ουτω φωνῆς· Ειπεν κύριος ὁ παντοκράτωρ ὁ θεὸς τοῦ ̓Ισραὴλ Λάβε τὸ ποτήριον τοῦ οινου τοῦ ἀκράτου ἐκ χειρός μου καὶ ποτιεῖς αὐτὸ πάντα τὰ εθνη πρὸς ους ἐγὼ ἀποστελῶ σε. μήποτ' ουν συμφώνως τούτοις καὶ ἐν τοῖς προκειμένοις κόλασιν δηλοῖ ̔Η μερὶς τοῦ ποτηρίου τοῦ μερισθέντος αὐτοῖς, μάλιστα οτι τὸ πλήρωμα τοῦ ποτηρίου τούτου Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἐστὶν ου σύμβολα τὰ ἐν Γενέσει ἀναγεγραμμένα ειδη κολάσεων ἐλθόντα ἐπὶ Σοδόμα καὶ Γόμορρα παρὰ κυρίου· πρὸς τούτῳ τῷ πυρὶ καὶ τῷ θείῳ καὶ Πνεῦμα καταιγίδος ἐστὶν ἐν τῷ ποτισμῷ τοῦ ποτηρίου. δηλοῖ τὸ πῦρ τὴν διὰ καύσεως ἀπειλήν, τὸ δὲ θεῖον τὴν διεγείρουσαν ετι μᾶλλον τὸ πῦρ ἀφορμήν. πρὸς τούτοις τὸ Πνεῦμα τῆς καταιγίδος πειρασμοῦ τινος συστροφὴν δηλοῖ. οτι δὲ πειρασμὸν ἡ καταιγὶς δηλοῖ, σαφῶς εστι μαθεῖν ἀπὸ τοῦ ἐν ̔Ησαίᾳ γεγραμμένου ̔Ως καταιγὶς δι' ἐρήμου διέλθοι ἐρχομένη ἐγγύς, φοβερὸν τὸ οραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. φύγωμεν τοίνυν τὴν ἀσέβειαν, ινα τοῦτο τὸ ποτήριον μακρὰν γένηται ἀφ' ἡμῶν, καὶ ἐν εὐσεβείᾳ ζήσωμεν, ινα πίωμεν τὸ μεθύσκον ὡς κράτιστον περὶ ου τάχα κἀκεῖνο λέλεκται· Κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. Οτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητας ειδεν τὸ πρόσωπον αὐτοῦ. καὶ τούτου χάριν ἐπὶ τὸν πένητα τοὺς ὀφθαλμοὺς εχει φροντίζων αὐτοῦ τῆς σωτηρίας, ἀλλὰ καὶ ἐπὶ τοὺς ἁμαρτωλοὺς παγίδας ἐπιπέμπει. οὐ γὰρ ὡς ετυχεν, εἰ γίνεται τῶν τῆς προνοίας καὶ θεοῦ κρίσεως· δίκαιος δὲ κύριος κατ' οὐσίαν ἀλλ' οὐ μετοχῇ δικαιοσύνης ἐστίν. πλὴν εἰ καὶ ουτως εχει φύσεως, ἀλλ' ουν ἀγαπᾷ τὰς ἐν τοῖς πολλοῖς δικαίοις δικαιοσύνας, τὴν ἑκάστου πρόθεσιν ἀποδεχόμενος. Εστιν καὶ αλλως εἰπεῖν ἀγαπᾶν αὐτὸν δικαιοσύνας· ἐπεὶ ἑκάστου κρίματος εστιν τις