1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

20

τὴν ὄντως ζωὴν τὸν υἱὸν ὑποτίθεται. εἶτά φησιν ὡς υἱὸν θεοῦ ζωοποι οῦντα τοὺς ζῶντας καὶ ζωοποιοῦντα τοὺς νε κρούς, φῶς ἀληθινόν, φῶς φωτίζον πάντα ἄν θρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἀγαθὸν καὶ χορηγὸν ἀγαθῶν. ταῦτα πάντα ἀντὶ μέλιτός τινος τοῖς ἀκεραιοτέροις προτείνων ὑποκρύπτει τῇ γλυκύ 116 τητι τῶν ῥημάτων τούτων τὸ δηλητήριον. εὐθὺς γὰρ ἐπάγει τοῖς εἰρημένοις τὸ φθοροποιὸν αὐτοῦ νόημα, λέ γων οὐχὶ τῷ γεννήσαντι συμμερισάμενον τὴν ἀξίαν, οὐκ ἄλλῳ τινὶ τὴν πατρικὴν οὐσίαν, ἀλλὰ γενόμενον ἐκ γεννήσεως ἔνδοξον καὶ τῆς δόξης κύριον καὶ λαβόντα παρὰ τοῦ πα τρὸς δόξαν, οὐ τῆς ἐκείνου μεταλαβόντα δό ξης· ἀμετάδοτος γὰρ ἡ δόξα τοῦ παντοκρά τορος, καθὼς εἶπε Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. ταῦτά ἐστιν τὰ ἐπιθανάτια φάρμακα, ἃ μόνοι διαγινώσκουσιν οἱ γεγυμνασμένοι τὰ τῆς ψυχῆς αἰσθητήρια. τούτων δὲ ἡ θανατηφόρος κακία φανερώτερον ἐν τοῖς τελευ ταίοις τῶν εἰρημένων ἀνακαλύπτεται.

Λαβόντα, φησί, παρὰ τοῦ πατρὸς δόξαν, οὐ τῆς ἐκείνου μεταλαβόντα δόξης· ἀμετάδοτος γὰρ ἡ δόξα τοῦ παντοκράτορος, καθὼς εἶπε 117 Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω. τίς ἐστιν ὁ ἕτερος ἐκεῖνος ᾧ εἶπεν ὁ θεὸς τὴν δόξαν μὴ δώσειν; ὁ μὲν προφήτης περὶ τοῦ ἀντικειμένου λέγει, ὁ δὲ Εὐνό μιος εἰς αὐτὸν τὸν μονογενῆ θεὸν ἀναφέρει τὴν προ φητείαν. εἰπὼν γὰρ ἐκ προσώπου τοῦ θεοῦ ὁ προφήτης ὅτι Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, προσέθηκεν ὅτι Καὶ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. ἐπεὶ γὰρ τὴν θεῷ χρεωστου μένην λατρείαν καὶ προσκύνησιν τῷ ἀντικειμένῳ προσῆγον δι' ἀπάτης οἱ ἄνθρωποι, τοῖς τῶν γλυπτῶν ἀφιδρύμασι τὸν ἐχθρὸν τοῦ θεοῦ σεβαζόμενοι τὸν πολυειδῶς ἐν τοῖς ἀν θρώποις διὰ τῶν εἰδώλων μορφούμενον, οἶκτον λαβὼν τῆς ἀνθρωπίνης ἀπωλείας ὁ τοὺς κακῶς ἔχοντας ἰατρεύων τὴν χρόνοις ὕστερον γενησομένην παρ' αὐτοῦ φιλανθρωπίαν ἐν τῷ ἀφανισμῷ τῶν εἰδώλων διὰ τοῦ προφήτου προηγόρευσε λέγων ὅτι φανερωθείσης τῆς ἀληθείας οὐκέτι ἡ ἐμὴ δόξα ἄλλῳ δοθήσεται οὐδὲ αἱ ἐμαὶ ἀρεταὶ τοῖς γλυπτοῖς ἀνατε 118 θήσονται. οὐκέτι γὰρ δουλεύσουσι τοῖς φύσει μὴ οὖσι θεοῖς τὴν ἐμὴν δόξαν ἐπιγνόντες οἱ ἄνθρωποι. ὅσα τοίνυν περὶ τῆς ἀντικειμένης ἐνεργείας ἐκ προσώπου τοῦ κυρίου ὁ προ φήτης φησί, ταῦτα ὁ θεομάχος εἰς αὐτὸν ἀναφέρει τὸν κύριον τὸν ταῦτα διὰ τοῦ προφήτου φθεγξάμενον. τίς τοι οῦτος ἐν τοῖς τυράννοις μνημονεύεται γεγενῆσθαι διώκτης 119 τῆς πίστεως; τίς τοῦτο κατεσκεύασεν, ὡς ὁ ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν ἡμῶν διὰ σαρκὸς ἐπιφανείς, καθὼς ἐπιστεύ σαμεν, οὐκ ἀληθινός ἐστι θεός, ἀλλ' ὁ τῷ θεῷ ἀντικεί μενος, ὁ ἐν τοῖς γλυπτοῖς τε καὶ τοῖς εἰδώλοις ἐνεργῶν τὴν κατὰ τῶν ἀνθρώπων ἀπάτην; ἃ γὰρ περὶ ἐκείνου εἴρηται διὰ τοῦ προφήτου, ταῦτα ὁ Εὐνόμιος εἰς τὸν μονο γενῆ θεὸν μετατίθησιν, οὐδὲ αὐτὸ τοῦτο νοήσας, ὅτι αὐτὸς ὁ μονογενής ἐστιν ὁ ταῦτα ἐν τῷ προφήτῃ φθεγξάμενος, καθὼς αὐτὸς οὗτος ἐν τοῖς ἐφεξῆς λέγει ὅτι οὗτός ἐστιν ὁ ἐν τοῖς προφήταις λαλήσας.

120 Τί με χρὴ πλείω περὶ τούτων διεξιέναι; τῆς αὐτῆς γὰρ ἔχεται βλασφημίας καὶ τὰ πρὸ τούτων εἰρημένα. λα βόντα, φησίν, παρὰ τοῦ πατρὸς δόξαν, οὐ τῆς ἐκείνου μεταλαβόντα δόξης· ἀμετάδοτος γὰρ ἡ δόξα τοῦ παντοκράτορος θεοῦ. ἐγὼ γὰρ εἰ καὶ περὶ Μωϋσέως ὁ λόγος ἦν τοῦ δοξασθέντος ἐν τῇ διακονίᾳ τοῦ νόμου, οὐδ' οὕτως ἤνεγκα ἂν τὸν τοιοῦτον λόγον, εἰ καὶ ὅτι μηδεμίαν ἔχων οἴκοθεν δόξαν ἐκεῖνος διὰ τῆς γενομένης αὐτῷ θεόθεν δωρεᾶς ἔνδοξος ἀθρόως τοῖς Ἰσ ραηλίταις ἐφάνη. αὐτὴ γὰρ ἡ γενομένη τῷ νομοθέτῃ δόξα οὐκ ἄλλου τινὸς ἦν, ἀλλ' αὐτοῦ τοῦ θεοῦ, ἣν πάντας κε λεύει ζητεῖν ἐν τῷ εὐαγγελίῳ ὁ κύριος, δι' ὧν αἰτιᾶται τοὺς τὴν ἀνθρωπίνην δόξαν περὶ πολλοῦ ποιουμένους, τὴν 121 δὲ παρὰ τοῦ μόνου θεοῦ δόξαν μὴ ζητοῦντας. δι' ὧν γὰρ ζητεῖν ἐνεκελεύσατο τὴν παρὰ τοῦ μόνου θεοῦ δόξαν, τὸ δυνατὸν εἶναι τυχεῖν τοῦ ζητουμένου κατεπηγγείλατο. πῶς οὖν ἀμετάδοτος ἡ δόξα τοῦ παντοκράτορος, εἴ γε καὶ χρὴ τὴν παρὰ τοῦ μόνου θεοῦ δόξαν αἰτεῖν καὶ πᾶς ὁ αἰτῶν λαμβάνει κατὰ τὴν τοῦ κυρίου φωνήν; ὁ δὲ περὶ τοῦ