1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

20

καταγελάστῳ ὄντι ἐς Παλάτιον ἦλθεν, ἀλλ' Εὐφημία ἐπικληθεῖσα. χρόνῳ δὲ ὕστερον τῇ βασιλίδι 9.50 μὲν ἀπογενέσθαι ξυνέπεσεν. ὁ δὲ ἠλιθιάζων τε καὶ κομιδῆ ἐσχατογέρων γενόμενος, πρὸς τῶν ἀρχομένων γέλωτα ὦφλεν, ὀλιγωρίᾳ τε πολλῇ ἐς αὐτὸν ἐχόμενοι ἅπαντες ἅτε τῶν πρασσομένων οὐ ξυνιέντος, ὑπερεώρων,Ἰουστινιανὸν δὲ ξὺν δέει πολλῷ ἐθεράπευον. κυκῶν γὰρ ἀεὶ καὶ ξυνταράσσων ἀνεσόβει ἐφεξῆς ἅπαντα. 9.51 τότε δὴ τὴν ἐγγύην πρὸς τὴν Θεοδώραν ἐνεχείρει ποιεῖν. ἀδύνατον δὲ ὂν ἄνδρα ἐς ἀξίωμα βουλῆς ἥκοντα ἑταίρᾳ γυναικὶ ξυνοικίζεσθαι, νόμοις ἄνωθεν τοῖς παλαιοτάτοις ἀπορρηθὲν, λῦσαί τε τοὺς νόμους τὸν βασιλέα νόμῳ ἑτέρῳ ἠνάγκασε καὶ τὸ ἐνθένδε ἅτε γαμετῇ τῇ Θεοδώρᾳ ξυνῴκησε, καὶ τοῖς ἄλλοις ἅπασι βάσιμον κατεστήσατο τὴν πρὸς τὰς ἑταίρας ἐγγύην, τυραννῶν τε αὐτίκα ἐπεβάτευε τῆς τοῦ αὐτοκράτορος τιμῆς προσχήματι συμπεπλασμένῳ τῆς πράξεως ἐπι9.52 καλύπτων τὸ βίαιον. ἀνεῖπον γὰρ αὐτὸν βασιλέα ξὺν τῷ θείῳ τῶνῬωμαίων, εἴ τι δόκιμον ἦν, δειμά9.53 των περιουσίᾳ ἐπὶ ταύτην ἠγμένοι τὴν ψῆφον. παρέλαβον τοίνυν τὴν βασιλείανἸουστινιανός τε καὶ Θεοδώρα πρότερον τῆς Πασχαλίας ἑορτῆς ἡμέραις τρισὶν, ὅτε δὴ οὔτε ἀσπάσασθαι τῶν φίλων τινὰ οὔτε 9.54 εἰρηναῖα προσειπεῖν ἔξεστιν. ἡμέραις δὲ οὐ πολλαῖς ὕστερονἸουστῖνος μὲν ἐτελεύτησε νόσῳ, τῇ ἀρχῇ ἐπιβιοὺς ἔτη ἐννέα, μόνος δὲἸουστινιανὸς ξὺν Θεοδώρᾳ τὴν βασιλείαν ἔσχεν. 10.1 Οὕτω γοῦν ἡ Θεοδώρα, ὥσπερ ἐρρήθη, τεχθεῖσά τε καὶ τεθραμμένη καὶ παιδευθεῖσα ἐς βασιλείας 10.2 ἀξίωμα τρόπῳ οὐδενὶ ἐμποδισθεῖσα ἦλθεν. οὐδὲ γὰρ τῷ γήμαντι ὕβρεώς τις οἴησις γέγονεν, εἴ οἱ παρὸν ἐκ πάσης ἀπολεξαμένῳ τῆςῬωμαίων ἀρχῆς γαμετὴν γυναῖκα ποιήσασθαι τὴν πασῶν γυναικῶν μάλιστα εὖ τε γεγονυῖαν καὶ τροφῆς κρυφαίου μεταλαχοῦσαν, τοῦ τε αἰδεῖσθαι οὐκ ἀμελέτητον γεγενημένην, καὶ σωφροσύνῃ ξυνῳκισμένην, πρὸς δὲ τῷ κάλλει ὑπερφυᾶ καὶ παρθένον τινὰ καὶ τὸ δὴ λεγόμενον ὀρθό10.3 τιτθον οὖσαν. ὁ δὲ τὸ κοινὸν ἄγος ἁπάντων ἀνθρώπων αὑτοῦ ἴδιον πεποιῆσθαι οὐκ ἀπηξίου, ἐπ' οὐδενὶ τῶν προδεδηλωμένων καταδυόμενος, καὶ γυναικὶ πλησιάζειν ἄλλα τε περιβεβλημένῃ μεγάλα μιάσματα καὶ παιδοκτονίας πολλὰς ἐθελουσίων ἀμβλώσεων. ἄλλο τέ μοι ἐνδεῖν ἤθους πέρι μνημονεῦσαι τοῦδε τοῦ 10.4 ἀνθρώπου οὐδ' ὁτιοῦν οἶμαι. ἅπαντα γὰρ αὐτοῦ τὰ τῆς ψυχῆς πάθη οὗτος ἂν ἀξιόχρεως ὁ γάμος σημῆναι διαρκῶς εἴη, ἑρμηνεύς τε καὶ μάρτυς τοῦ τρόπου καὶ 10.5 λογογράφος γινόμενος. ἐπεὶ ὅστις ἀλογήσας τὴν ὑπὲρ τῶν πεπραγμένων αἰσχύνην οὐκ ἀπαξιοῖ τοῖς ἐντυγχάνουσι βδελυρὸς φαίνεσθαι, τούτῳ δὴ οὐδεμία παρανομίας ἀτραπὸς ἄβατος, ἀλλὰ τὴν ἀναίδειαν ἀεὶ τοῦ μετώπου προβεβλημένος ῥᾷστά τε καὶ οὐδενὶ πόνῳ ἐς 10.6 τῶν πράξεων τὰς μιαρωτάτας χωρεῖ. οὐ μὴν οὐδέ τις ἐκ τῆς συγκλήτου βουλῆς τὸ αἶσχος τοῦτο ἀναδουμένην τὴν πολιτείαν ὁρῶν δυσφορεῖσθαί τε καὶ τὴν πρᾶξιν ἀπειπεῖν ἔγνω, καίπερ αὐτὴν ἅπαντες ἴσα θεῷ 10.7 προσκυνήσοντες. ἀλλ' οὐδέ τις ἱερεὺς δεινοπαθῶν ἔνδηλος γέγονε, καὶ ταῦτα δέσποιναν αὐτὴν προσερεῖν 10.8 μέλλοντες. καὶ ὁ πρότερον αὐτῆς θεατὴς δῆμος δοῦλος εὐθὺς οὐδενὶ κόσμῳ αὐτῆς εἶναί τε καὶ ὀνομάζεσθαι 10.9 ὑπτίαις ἐδικαίου χερσίν. οὐδέ τις στρατιώτης ἠγρίωτο, εἰ τοὺς ἐν τοῖς στρατοπέδοις κινδύνους ὑπὲρ τῶν τῆς Θεοδώρας πραγμάτων ὑφίστασθαι μέλλοι οὐδέ τις αὐτῇ ἄλλος ἀπήντησε τῶν ἁπάντων ἀνθρώπων, ἀλλὰ πάντες, οἶμαι, τῷ ταῦτα οὕτω δεδόσθαι κεκλιμένοι ἐνεχώρησαν ξυμπεραίνεσθαι τὸ μίασμα τοῦτο, ὥσπερ τῆς τύχης ἐπίδειξιν τῆς δυνάμεως πεποιημένης, ᾗ δὴ ἅπαντα πρυτανευούσῃ τὰ ἀνθρώπεια ὡς ἥκιστα μέλει οὔτε ὅπως ἂν τὰ πραττόμενα εἰκότα εἴη οὔτε ὅπως ἂν ταῦτα κατὰ λόγον τοῖς ἀνθρώποις γεγενῆσθαι δοκῇ. 10.10 ἐπαίρει γοῦν τινα ἐξαπιναίως ἀλογίστῳ τινὶ ἐξουσίᾳ ἐς ὕψος μέγα, ᾧπερ ἐναντιώματα μὲν πολλὰ ξυμπεπλέχθαι δοκεῖ, ἀντιστατεῖ δὲ παρά τι ἔργον τῶν πάντων οὐδὲν, ἀλλὰ ἄγεται μηχανῇ πάσῃ ὅπη ποτὲ αὐτῇ διατέτακται, ἁπάντων ἑτοίμως ἐξισταμένων τε καὶ ὑποχωρούντων προϊούσῃ τῇ τύχῃ. ἀλλὰ ταῦτα