1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

21

δικαιοσύνη, πολλὰ δὲ τὰ κρίματα τοῦ θεοῦ περὶ ων γέγραπται Τὰ κρίματα τοῦ κυρίου ἀληθινὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτό, ἀνάγκη καὶ τὰς δικαιοσύνας πολλὰς ειναι. ωσπερ δὲ δίκαιός ἐστιν, ουτω καὶ εὐθύτητα βλέπων· εὐθύτητα δὲ ἐρεῖς γνώμην τὴν πρὸς τὸν ὀρθὸν λόγον κανονιζομένην· ταύτην ὁρᾷ χαίρων ἐπὶ τοῖς εχουσιν. ῥηθείη καὶ περὶ τῆς εὐθύτητος ἁρμωνίως τῇ περὶ τῶν δικαιοσυνῶν δευτέρᾳ νοήσει ὑπαρχούσῃ ἐν τοῖς κρίμασιν τοῖς ἀνεξερευνήτοις αὐτοῦ, ην διὰ τὸ πάνυ ἀποδέχεσθαι τὸ πρόσωπον αὐτοῦ ὁρᾷ· ἐπιφαίνεται γὰρ παρὼν ὁ θεὸς τοῖς εργοις τῆς προνοίας καὶ τοῖς ἀποτελέσμασιν τῶν κριμάτων.

Ps 11,1 Πλησθείσης τῆς ἀνθρωπότητος ἀπάτης καὶ κακίας ὡς μὴ ειναι ελεος

καὶ ἀλήθειαν καὶ ἐπίγνωσιν θεοῦ ἐπὶ τῆς γῆς, ὑπὲρ καταλύσεως τῆς ὑπαρξάσης βλάβης χρεία γέγονε τῆς τοῦ σωτῆρος πρὸς ἡμᾶς ἐπιδημίας. 76 Ps 11,2 Εἰς τοῦτο λήψει τὸ ἐν ̔Ιερεμίᾳ· Εκαστος τῷ πλησίον αὐτοῦ καταπαίξεται, ἀλήθειαν οὐ μὴ λαλήσωσιν· μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ. διὰ τί οὐκ ειπεν ἡ ἀλήθεια ἀλλ' αἱ ἀλήθειαι; τὸ μὲν διὰ τὰς διαφόρους ἀθεσίας τὰς ἐν τοῖς συναλλάγμασιν, τὸ δὲ διὰ τὰς ἐν τοῖς δόγμασιν κακοδοξίας. 77 Ps 11,5 Οὐ γὰρ τὰ μέλη τοῦ σώματος ἐξολοθρευόμενα ἡγεῖσθαι δεῖ ἀλλὰ τὴν χρῆσιν τὴν δολίαν αὐτῶν καὶ τὸν μεγαλορήμονα λόγον· καὶ γὰρ ἐν Παροιμίαις ειρηται Περίελε σεαυτοῦ σκολιὸν στόμα καὶ αδικα χείλη μακρὰν απωσαι ἀπὸ σοῦ. Τὰ χείλη ἡμῶν παρ' ἡμῶν ἐστιν· τίς ἡμῶν κύριός ἐστιν; ἀπὸ ταύτης τῆς θρασύτητος ὁ ἀσεβὴς εὐοδούμενος ἐν τῷ τυγχάνειν, ων ἐπιθυμεῖ, προφέρει φωνὴν τὴν ἐν τῷ ̓Ιὼβ Λέγει δὲ κυρίῳ ̓Απόστα ἀπ' ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι· τί ἱκανός, οτι δουλεύσομεν αὐτῷ; καὶ γὰρ ουτοι τῆς προσούσης αὐτοῖς εὐπραγίας αιτιοι νομίζοντες ειναι λέγουσι κυρίῳ ̓Απόστα· μὴ φανέρου μοι τὰς ὁδούς σου· εἰδέναι γὰρ αὐτὰς οὐ θέλω· τί γὰρ πλέον ἡμῶν εχων ἱκανὸς ει, ινα δουλεύσωμέν σοι; 78 Ps 11,6 ̓Επὶ τῶν ἀσεβῶν μέγα φρονούντων ὡς μεγαλορήμονα γλῶτταν καὶ χείλη δόλια αὐχεῖν οἱ πτωχοὶ ταλαιπωροῦσι καὶ στενάζουσιν οἱ πένητες, τὸ τυραννικὸν αὐτῶν οὐ φέροντες. τούτου χάριν φησὶν ὁ κύριος ̓Αναστήσομαι νῦν, ινα, θείς μου τὴν βουλὴν ἐν σωτηρίῳ, παρρησιάσομαι ἐν αὐτῷ κατὰ τῶν ἐναβρυνομένων ὑπερηφάνως τῶν ὑποδεεστέρων· ἀπολύσω δὲ τοῦ ταλαιπωρεῖν καὶ στενάζειν τοὺς πτωχοὺς καὶ πένητας. πτωχοὺς καὶ ἐν τούτοις καὶ πένητας ἐρεῖς τοὺς μὴ οιους τε ἐπαμύνειν ἑαυτοῖς δι' ἀσθένειαν προσοῦσαν η διὰ τὴν εἰς τοιαύτην κατάστασιν αγουσαν κακίαν. ουτοι ἀνώτεροι ταλαιπωρίας καὶ τοῦ στενάζειν γεγένηνται, τοῦ κυρίου κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν ἀναστάντος καὶ πρὸς ἡμᾶς ἐληλυθότος ὡς φανερωθῆναι τὴν σωτηρίαν τῶν εξω ταλαιπωρίας καὶ τοῦ στενάζειν γεγενημένων. εστιν γοῦν καταλλήλως τοῖς προκειμένοις ἀκοῦσαι τὸ Ταλαίπωρος ἐγὼ ανθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ἐφ' ῳ λεχθέντι παρρησιαζόμενος ἑξῆς λέγει Εὐχαριστῶ τῷ θεῷ διὰ ̓Ιησοῦ Χριστοῦ. δείκνυται γὰρ διὰ τούτων, ὡς ̓Ιησοῦς ὁ Χριστὸς ὁ ῥυσάμενος τὸν ταλαιπωροῦντα, δι' ο ειχεν σῶμα θανάτου, ὁ εἰπών ἐστι Νῦν ἀναστήσομαι, λέγει κύριος. ̓Επῆλθέν τισιν εἰπεῖν πτωχοὺς μὲν ειναι τοὺς μεταπεσόντας τοῦ πλούτου, πένητας δὲ τοὺς ἐκ πόνου δι' ἐργασίας γινομένου τὸ ζῆν εχοντας· καὶ εστιν γε κατὰ ταύτην τὴν νόησιν ὁ πτωχὸς πένης ἐξ ἀνάγκης, οὐκ ἀντιστρέφοντος τὸν πένητα πτωχὸν ειναι. καὶ τάχα γε τὰ εἰρημένα περὶ τοῦ πτωχοῦ κατασκευάσεται, καὶ ἐκ τῆς γραφῆς ειρηται γὰρ Πλούσιοι ἐπτώχευσαν, καὶ Οτι ἐπτωχεύσαμεν σφόδρα· συμφώνως τούτοις ἐκλήψεται καὶ τὸ περὶ τοῦ σωτῆρος λεχθὲν ̔Ως ἐπτώχευσεν δι' ἡμᾶς πλούσιος ων, ιν' ἡμεῖς πλουτήσωμεν τῇ αὐτοῦ πτωχείᾳ. συναινεῖ καὶ τοῖς περὶ τοῦ πένητος τὸ Στεναγμοῦ τῶν πενήτων, στενόντων ἀεὶ καὶ ὀλοφυρομένων ἐπὶ τῷ πόνῳ τῷ ἐκ τοῦ ἀπορεῖν