21
ἀπαυγάσματος τῆς δόξης λέγων ὅτι λαβὼν ἔχει τὴν δόξαν οὐδὲν ἕτερον λέγει ἢ ὅτι ἄδοξον καθ' ἑαυτὸ τὸ τῆς δόξης ἐστὶν ἀπαύγασμα, χρῄζει δὲ λαβεῖν παρ' ἑτέρου δόξαν, ἵνα οὕτω ποτὲ καὶ αὐτὸς γένηται κύριος τῆς δόξης. ποῦ τοίνυν θήσομεν τὰς τῆς ἀληθείας φωνάς, τήν τε λέ γουσαν ὀφθήσεσθαι αὐτὸν ἐν τῇ δόξῃ τοῦ πατρὸς καὶ πάλιν ὅτι Πάντα, ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστιν; τίνι χρὴ προσέχειν τὸν ἀκούοντα, τῷ λέγοντι ὅτι ἀμέτοχός ἐστι τῆς τοῦ πα τρὸς δόξης ὁ πάντων τῶν ἐν τῷ πατρὶ κληρονόμος, καθώς φησιν ὁ ἀπόστολος, ἢ τῷ ὁμολογοῦντι ὅτι πάντα, ὅσα ἔχει ὁ πατήρ, καὶ αὐτὸς ἔχει; ἐν δὲ τοῖς πᾶσι καὶ ἡ δόξα πάντως ἐστίν.
122 Ἀλλ' ἀμετάδοτον εἶναί φησι τὴν δόξαν τοῦ παντοκράτορος. τοῦτο οὔτε Ἰωὴλ οὔτε ὁ μέγας Πέ τρος μαρτύρεται ὁ τὸν προφητικὸν λόγον ἐν τῇ δημηγορίᾳ τῇ πρὸς τοὺς Ἰουδαίους οἰκειωσάμενος. φησὶ γὰρ ἐκ προσώπου τοῦ θεοῦ ὅ τε προφήτης καὶ ὁ ἀπόστολος ὅτι Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. ὁ τοίνυν τοῦ ἰδίου πνεύματος τῆς κοινωνίας πάσῃ σαρκὶ μὴ φθο νήσας πῶς τῷ μονογενεῖ υἱῷ τῷ ὄντι ἐν τοῖς κόλποις τοῦ πατρός, τῷ πάντα ἔχοντι ὅσα ὁ πατὴρ ἔχει, τῆς οἰκείας δόξης οὐ μεταδίδωσιν; ἢ τάχα εἴποι τις ἂν ἀληθεύειν τὸν 123 Εὐνόμιον ἐν τούτῳ καὶ μὴ βουλόμενον. ἐπὶ μὲν γὰρ τοῦ μὴ ἔχοντος οἴκοθεν τὴν δόξαν κυρίως ἡ μετάδοσις λέγεται, ᾧ τὸ ἔχειν ἑτέρωθεν προσγίνεται, οὐκ ἐκ φύσεως· ὅπου δὲ μία καὶ ἡ αὐτὴ καταλαμβάνεται φύσις, οὐ χρῄζει τοῦ καθ' ἕκαστον μεταδιδόντος ὁ ἐκεῖνο κατὰ τὴν φύσιν ὤν, ὅπερ ὁ πατὴρ εἶναι πεπίστευται. μᾶλλον δὲ τρανότερόν τε καὶ φανερώτερον εἰπεῖν ἔχει καλῶς. τί χρῄζει τῆς τοῦ πατρὸς δόξης ὁ ὅλον ἔχων ἐν ἑαυτῷ τὸν πατέρα, οὐδενὸς τῶν ἐν τῷ πατρὶ θεωρουμένων ὑφῃρημένου; τίς δὲ καὶ ἡ τοῦ παντοκράτορος ἀξία, ἧς ἀμέτοχον ὁ Εὐνόμιος 124 τὸν υἱὸν ἀποφαίνεται; λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες τὰ γήϊνα δόγματα, οἱ καθώς φησιν ὁ προφήτης ἐκ γῆς φωνοῦντες. ὅσοι δὲ προσκυνοῦμεν τὸν λόγον καὶ τῆς ἀληθείας ἐσμὲν μαθηταί, μᾶλλον δὲ εἶναι εὐχόμεθα, μηδὲ ταύτην παραδράμωμεν τὴν φωνὴν ἀθεώρητον. οἴδαμεν γὰρ ὅτι πάντων τῶν ὀνο μάτων, δι' ὧν τὸ θεῖον διασημαίνεται, τινὰ μὲν ἐνδεικτικὰ τῆς θείας μεγαλωσύνης ἐστίν, αὐτὰ ἐφ' ἑαυτῶν λεγόμενά τε καὶ νοούμενα, τινὰ δὲ ταῖς ὑπὲρ ἡμᾶς τε καὶ πᾶσαν τὴν κτίσιν ἐνεργείαις ἐπονομάζεται. ὅταν μὲν γὰρ λέγῃ ὁ θεῖος ἀπόστολος Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ θεῷ καὶ τὰ τοιαῦτα, τὰ παραστατικὰ τῆς ὑπερκειμένης δυνάμεως νοήματα διὰ τῶν ὀνομάτων τούτων ἐνδείκνυται· ὅταν δὲ λέγηται παρὰ τῶν γραφῶν οἰκτίρμων καὶ ἐλεήμων πολυ έλεος ἀληθινὸς χρηστὸς κύριος ἰατρὸς ποιμὴν ὁδὸς ἄρτος πηγὴ βασιλεὺς κτίστης δημιουργὸς ὑπερασπιστής, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων, ὁ ἐν πᾶσι τὰ πάντα, ταῦτα καὶ τὰ τοιαῦτα τῶν ἐν τῇ κτίσει παρὰ τῆς θείας φιλανθρω 125 πίας ἐνεργουμένων περιέχει τὴν ἔμφασιν. τὸ τοίνυν τοῦ παντοκράτορος ὄνομα τοῖς ἀκριβῶς ἐξετάζουσιν εὑρί σκεται μὴ ἄλλο τι σημαῖνον ἐπὶ τῆς θείας δυνάμεως ἢ τὸ πρός τί πως ἔχειν τὴν κρατητικὴν τῶν ἐν τῇ κτίσει θεωρουμένων ἐνέργειαν, ἣν ἡ τοῦ παντοκράτορος ἔμφασις ὑποδείκνυσιν. ὥσπερ γὰρ οὐκ ἂν ἰατρὸς ἦν, εἰ μὴ τῶν νοσούντων χάριν, οὐδ' ἂν ἐλεήμων τε καὶ οἰκτίρμων καὶ τὰ τοιαῦτα κατωνομάζετο, εἰ μὴ διὰ τὸν οἰκτιρμοῦ τε καὶ ἐλέου δεόμενον, οὕτως οὐδὲ παντοκράτωρ, εἰ μὴ πᾶσα ἡ κτίσις τοῦ περικρατοῦντος αὐτὴν καὶ ἐν τῷ εἶναι συντη ροῦντος ἐδέετο. οὐκοῦν ὥσπερ ἰατρὸς τῷ δεομένῳ τῆς θεραπείας γίνεται, οὕτω καὶ παντοκράτωρ τῷ χρῄζοντι τοῦ κρατεῖσθαι· καὶ ὥσπερ Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες, οὕτως ἐκ τοῦ ἀκολούθου καλῶς ἔστιν εἰπεῖν μηκέτι τοῦ κρατοῦντος χρῄζειν ἐκεῖνον, 126 ἐν ᾧ τὸ ἀπλανές τε καὶ ἀμετάπτωτον ἡ φύσις ἔχει. οὐκ 126 οῦν ὅταν τῆς παντοκράτωρ φωνῆς ἀκούσωμεν, τοῦτο νοοῦ μεν, τὸ πάντα τὸν θεὸν ἐν τῷ εἶναι συνέχειν, ὅσα τε νοητὰ καὶ ὅσα τῆς ὑλικῆς ἐστι κτίσεως. διὰ τοῦτο γὰρ κατέχει τὸν γῦρον τῆς γῆς, διὰ τοῦτο ἔχει ἐν τῇ χειρὶ τῆς γῆς τὰ πέρατα, διὰ τοῦτο περιλαμβάνει τὸν οὐρανὸν τῇ σπι θαμῇ, διὰ τοῦτο