22
τῆς μετανοίας ἡμῖν ἐπεισέρχεται καὶ ῥημάτων ἕνεκεν καὶ πραγμάτων; ὅταν δὲ περιγενώμεθα, καὶ τρυφῶμεν καὶ γαυρούμεθα, ὡς νενικηκότες; Νίκη γὰρ ἐπὶ τῆς ὀργῆς, οὐ τὸ τοῖς ἴσοις ἀμύνασθαι (ἐσχάτη γὰρ αὕτη ἧττά ἐστιν), ἀλλὰ τὸ πράως ἐνεγκεῖν παθόντα κακῶς καὶ ἀκούσαντα. Τοῦτο γάρ ἐστι τὸ πλέον σχεῖν, οὐ τὸ ποιῆσαι, ἀλλὰ τὸ παθεῖν κακῶς. Μὴ τοίνυν λέγε ὀργιζόμενος, Πάντως ἀνταναιρῶ κἀγὼ, πάντως ἐπεξελεύσομαι· μηδὲ πρὸς τοὺς παραινοῦντας νικᾷν ἀντίτεινε λέγων, Οὐκ ἀνέξομαι, ἵνα μου καταγελάσας ὁ δεῖνα ἀπέλθῃ. Οὐ γὰρ δή ποτέ σου καταγελάσεται, ἀλλ' ὅταν ἐπεξέλθῃς· εἰ δὲ καὶ τότε καταγελάσεται, ὡς ἀνόητος τοῦτο πείσεται. Σὺ δὲ μὴ ζήτει νικῶν τὴν παρὰ τῶν ἀνοήτων δόξαν, ἀλλ' ἀποχρῶσαν νόμιζε αὐτὴν ἔχειν παρὰ τῶν νοῦν ἐχόντων. Ἀλλὰ γὰρ τί σοι μικρὸν καὶ ταπεινὸν καθίζω θέατρον, ἐξ ἀνθρώπων αὐτὸ συντιθείς; Πρὸς τὸν Θεὸν εὐθέως ἀνάβλεψον, κἀκεῖνός σε ἐπαινέσεται. Τὸν δὲ παρ' ἐκείνου θαυμαζόμενον οὐ δεῖ παρὰ τῶν ἀνθρώπων τιμὴν ἐπιζητεῖν. Ἡ μὲν γὰρ καὶ πρὸς χάριν πολλάκις, καὶ πρὸς ἀπέχθειαν ἑτέρων γίνεται, καὶ κέρδος ἤνεγκεν οὐδέν· ἡ δὲ παρὰ τοῦ Θεοῦ ψῆφος ταύτης ἀπήλλακται τῆς ἀνωμαλίας, καὶ πολλὴν φέρει τῷ θαυμαζομένῳ τὴν ὠφέλειαν. Τοῦτον οὖν τὸν ἔπαινον διώκωμεν. εʹ. Βούλει μαθεῖν πόσον τὸ ὀργίζεσθαι κακόν; Παράστηθι μαχομένοις ἐν ἀγορᾷ ἑτέροις. Ἐν γὰρ σαυτῷ τὴν ἀσχημοσύνην οὐ δυνήσῃ ῥᾳδίως ἰδεῖν, ἐσκοτωμένῳ καὶ μεθύοντι τῷ λογισμῷ· ἀλλ' ὅταν καθαρεύσῃς τοῦ πάθους, τότε ἐν ἄλλοις θεώρει τὰ σὰ, τῆς κρίσεώς σοι μὴ διεφθαρμένης. Θέα δέ μοι τοὺς περιῤῥέοντας ὄχλους, τοὺς θυμουμένους, καθάπερ μαινομένους εἰς τὸ μέσον ἀσχημονοῦντας. 59.52 Ὅταν γὰρ περὶ τὸ στῆθος ὁ θυμὸς ζέσας διανιστῆται καὶ ἀγριαίνῃ, πῦρ πνέει τὸ στόμα, πῦρ ἀφιᾶσιν οἱ ὀφθαλμοὶ, οἰδεῖ πάντοθεν ἡ ὄψις, ἀτάκτως αἱ χεῖρες ἐκτείνονται, καταγελάστως πηδῶσιν οἱ πόδες καὶ ἐνάλλονται τοῖς κατέχουσι, καὶ μαινομένων οὐδὲν διεστήκασι πρὸς ταῦτα πάντα ἀναισθητοῦντες, ἀλλ' οὐδὲ τῶν ἀγρίων ὄνων, λακτίζοντες, δάκνοντες. Ὄντως ἀνὴρ θυμώδης οὐκ εὐσχήμων. Εἶτα, μετὰ τὸν πολὺν γέλωτα τοῦτον, ἀναχωρήσαντες οἴκαδε, καὶ πρὸς ἑαυτοὺς ἐπανελθόντες, μείζονα ἔχουσι τὴν ὀδύνην καὶ πολὺ τὸ δέος, ἐννοοῦντες ἄρα τίνες οἱ παρόντες ἦσαν ἡνίκα ὠργίζοντο. Καθάπερ γὰρ οἱ παραπαίοντες τοὺς παρόντας ἀγνοοῦντες, ὅταν σωφρονήσωσι, τότε ταῦτα λογίζονται, Ἆρα μὴ φίλοι, ἆρα μὴ πολέμιοι καὶ ἐχθροὶ οἱ θεασάμενοι; καὶ γὰρ ὁμοίως ὑπὲρ ἀμφοτέρων δεδοίκασι· τῶν μὲν, ὡς καταγνωσομένων καὶ μείζονα ποιησόντων τὴν αἰσχύνην· τῶν δὲ, ὡς ἐφησθησομένων. Ἂν δὲ καὶ πληγὰς τείναντες τύχωσιν ἀλλήλοις, χαλεπώτερον τὸ δέος, οἷον μή τι τῶν χαλεπωτάτων συμβαίη περὶ τὸν παθόντα, ἢ πυρετὸς ἀκολουθήσας ἐπενέγκοι θάνατον, ἢ οἴδημα ἀναστὰν δυσίατον εἰς τὸν περὶ τῶν ἐσχάτων καταστήσῃ κίνδυνον. Καὶ, τί γάρ μοι μάχης ἔδει; τί δὲ ὕβρεων καὶ φιλονεικίας; ἀπόλοιτο τὰ καὶ τά. Καὶ πᾶσι καταρῶνται τοῖς πράγμασι λοιπὸν τοῖς ἐπικήροις τούτοις, καὶ παρασχοῦσιν αὐτοῖς τὴν ἀρχήν. Οἱ δὲ ἀλογώτεροι καὶ δαίμονας πονηροὺς καὶ ὥραν αἰτιῶνται κακὴν τῶν γεγενημένων. Ἀλλ' οὐκ ἔστιν ὥρας κακῆς· οὐδὲ γάρ ἐστιν ὥρα κακή ποτε· οὐδὲ δαίμονος ταῦτα πονηροῦ, ἀλλὰ τῆς πονηρίας τῶν ἑαλωκότων. Οὗτοι γὰρ καὶ τοὺς δαίμονας ἐπισπῶνται, καὶ πάντα ἑαυτοῖς ἐπάγουσι τὰ δεινά. Ἀλλ' οἰδαίνει, φησὶν, ἡ καρδία, καὶ ταῖς ὕβρεσι δάκνεται; Οἶδα κἀγώ· διὰ γὰρ τοῦτο τοὺς κρατοῦντας τοῦ δεινοῦ τούτου θηρίου θαυμάζω. Ἂν γὰρ θέλωμεν, δυνατὸν διακρούσασθαι τὸ πάθος. ∆ιατί γὰρ, ἀρχόντων ἡμᾶς ὑβριζόντων, τοῦτο μὴ πάσχομεν; ἆρ' οὐχ ὅτι φόβος ἀντίῤῥοπος ἕστηκε τοῦ πάθους, ἡμᾶς ἐκδειματῶν, καὶ οὐδὲ φῦναι τὴν ἀρχὴν συγχωρῶν; ∆ιὰ τί δὲ καὶ οἱ οἰκέται παρ' ἡμῶν ὑβριζόμενοι μυρία, σιγῇ πάντα φέρουσιν; ἆρ' οὐχ ὅτι καὶ αὐτοὶ τὸν αὐτὸν αὐτοῖς ἐπικείμενον ἔχουσι δεσμόν; Σὺ δὲ μὴ μόνον ἐννοήσῃς τὸν παρὰ τοῦ Θεοῦ φόβον, ἀλλ' ὅτι σε καὶ αὐτὸς ὁ Θεὸς ὑβρίζει τότε, ὁ κελεύων σιγᾷν, καὶ πάντα οἴσεις πράως. Καὶ εἰπὲ πρὸς τὸν ἐπιόντα· Τί σοι πάθω; ἄλλος μου κατέχει καὶ τὴν δεξιὰν καὶ