23
ὑπερηφάνως, ἐφώτισεν τοὺς ὀφθαλμούς, ινα μή τις ιδῃ τὸν τῆς ψυχῆς θάνατον. ουτος ἐπιδημήσας ἐπιβλέψας ηκουσεν, ὀδύνην επαυσεν· ων κατορθωθέντων ὁ εὐπαθὼν χαριστήριον ἐπινίκιον ᾠδὴν ᾳδει λέγων· Αισω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου. Πραγματικῶς μαθὼν τὸ πρὸς τοὺς εὐχομένους καλῶς λεγόμενον ὑπὸ κυρίου Ετι σοῦ λαλοῦντος ἐρῶ· ̓Ιδοὺ πάρειμι. λέγει δὲ ταῦτα πρὸς τοὺς συνόντας ηδη. εὐπέπονθα τυχὼν ων ᾐτησάμην, οθεν Ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου. διὸ ἐφ' ἑκάστης εὐεργεσίας γινομένης εἰς ἡμᾶς ὑμνῶμεν καὶ ἡμεῖς τὸν προκείμενον υμνον λέγοντες, μὴ θεωρίᾳ μόνῃ ἀλλὰ καὶ τῷ ψάλλειν· θεωρίαν γὰρ τὸ ᾳδειν, ἐνέργειαν δὲ πρακτικὴν τὸ ψάλλειν δηλοῖ.
82 Ps 13,1 Αφρων δὲ οὐ κοινῶν ἐννοιῶν λειπόμενος η τῆς σὺν δεινότητι
ἐντρεχείας, ἀλλὰ τῆς μιᾶς τῶν ἀρετῶν φρονήσεως, περὶ ης γέγραπται· ̔Ο κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν, καὶ ὁ φυλάσσων φρόνησιν εὑρήσει ἀγαθά. οτι δὲ ειχεν τὴν φυσικὴν ἐντρέχειαν, παρίστησιν ἡ λέξις δηλοῦσα ὡς οὐκ εἰς ὑπήκοόν τινων ἀλλ' ἐν τῇ ἑαυτῶν καρδίᾳ λέγει μὴ ειναι θεόν. ῃδει γὰρ οτι οὐδεὶς ἐδέχετο τοὺς περὶ ἀρνήσεως θεοῦ λόγους. πάντων σχεδὸν ἀνθρώπων ἀδιάστροφον τὴν περὶ θεοῦ εννοιαν ἐχόντων, εχει πολλὴν οἰκειότητα ὁ πρῶτος στίχος ὡς εἰρημένος περὶ διαβόλου. καὶ γὰρ ἐκεῖνος οὐ τινὶ η τισιν ειπεν ἀλλ' ̓Εν διανοίᾳ τῇ ἑαυτοῦ· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν αστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου· εσομαι ομοιος τῷ ὑψίστῳ. ωσπερ δὲ ὁ γνῶσιν εχων θεοῦ τηρεῖ τὸν λόγον αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ εἰς εργα μεταβάλλει, ουτω πᾶς ἁμαρτάνων ἀγνοῶν θεὸν εἰς τοῦτο ερχεται· γράφει γοῦν ̓Ιωάννης, ὡς πᾶς ὁ ἁμαρτάνων μακράν ἐστιν τοῦ εχειν γνῶσιν θεοῦ, ὡς Πᾶς ὁ ἁμαρτάνων οὐχ ἑόρακεν αὐτὸν οὐδ' εγνωκεν αὐτόν. ἐκβαλὼν γὰρ ἀπὸ τῆς ψυχῆς τὴν προύχουσαν καὶ βασιλεύουσαν τῶν ἀρετῶν εὐσέβειαν, συναναχωρούσας αὐτῇ εχει τὰς ἀρετάς. οτι δὲ αυτη ἡ νόησις ερρωται, δῆλον αν γένοιτο ἐκ τῶν γεγραμμένων περὶ τῶν υἱῶν ̓Ηλί· οὐκ εἰδότες γὰρ ουτοι τὸν κύριον, λοιμοὶ ἀποδεδειγμένοι, ἡμάρτανον, μᾶλλον δὲ ἠσέβουν περὶ τὴν ἱερουργίαν, διαφθείροντες ἐν ἐπιτηδεύμασιν τοῖς τῆς νομοθεσίας τε καὶ θεοσεβείας. λήψει τὰ προκείμενα καὶ εἰς τὰ ἐν ̔Ιερεμίᾳ ἀπαγγελλόμενα ουτως· Τόκος ἐπὶ τόκον, δόλος ἐπὶ δόλον· πάντες μοιχῶνται, σύνοδος ἀθετούντων, οτι ἐκ κακῶν εἰς κακὰ ἐξῆλθον· ἐμὲ δὲ οὐκ ῃδεισαν, λέγει κύριος. πῶς γὰρ οὐκ εμελλον, αγνοιαν θεοῦ εχοντες, παραβάται ειναι τῶν νόμων αὐτοῦ; Ταῦτα καθόλου θεωρούμενα πείθει διὰ μνήμης εχειν θεόν, ινα ἐν ἐπιτηδεύμασιν ἐπαινετοὶ ἀποδειχθῶμεν, ἀφθάρτῳ προθέσει αὐτὰ μεταδιώκοντες. ̓Εν τοῖς βδελυχθεῖσιν τῷ διαφθείρειν ἐν τοῖς ἐπιτηδεύμασιν οὐδεὶς ποιῶν χρηστότητα εὑρίσκεται· πάντες γάρ εἰσιν πονηροί, πᾶσαν χρηστότητα ἐκτμηθέντες διὰ σκληρότητα καρδίας. 83 Ps 13,4-5 ̔Ως Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικεῖ ἐν σώματι καταχρέῳ ἁμαρτίας, ουτως οὐ δέχεται γνῶσιν θείαν ὁ ετι ἀνομίας ἐργαζόμενος· οὐδεὶς γὰρ ἁμαρτάνων ὁρᾷ η γινώσκει θεόν, κατὰ τὸ γεγραμμένον ἐν τῇ ̓Ιωάννου ἐπιστολῇ· οθεν ὁ γνωστικὸς ειναι ποθῶν σπείρει εἰς δικαιοσύνην, τρυγᾷ καρπὸν ζωῆς, ιν' ουτω φωτίσῃ ἑαυτῷ φῶς γνώσεως. καὶ ἐπεὶ ἐργάται ἀνομίας τυγχάνουσιν οἱ ἐχθροὶ τοῦ λαοῦ τοῦ θεοῦ ὡς κατεσθίειν αὐτὸν οια αρτον, γνώσεως θεοῦ στεροῦνται· κατεσθίει δέ τίς τινα βλάπτειν αὐτὸν προτιθέμενος, κατὰ τὸ ̓Αλλήλους δάκνετε καὶ κατεσθίετε· βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε. καὶ ἐν Ἡσαίᾳ δὲ γέγραπται ουτως· Συρίαν ἀφ' ἡλίου ἀνατολῶν καὶ τοὺς Ελληνας ἀφ' ἡλίου δυσμῶν τοὺς κατεσθίοντας τὸν ̓Ισραὴλ ολῳ τῷ στόματι. πλὴν καν ποτε δυνηθῶσιν κατεσθίειν τὸν τοῦ θεοῦ λαὸν παραδοθέντα αὐτοῖς, δι' ἁμαρτίας δίκην ὑφέξουσι· Αγιος γὰρ ̓Ισραὴλ τῷ κυρίῳ, ἀρχὴ γενημάτων αὐτοῦ· πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσιν, κακὰ ηξει ἐπ'