23
οὕτω δο ξάζει τὸν κύριον τὸ πνεῦμα τὸ ἅγιον ὡς καὶ τὰ ἄλλα πάντα περὶ ὧν ὁ προφήτης διέξεισιν, οἱ ἄγγελοι καὶ αἱ δυνάμεις καὶ τῶν οὐρανῶν οἱ οὐρανοὶ καὶ τὸ ὑπερκόσμιον ὕδωρ καὶ τὰ ἐκ τῆς γῆς πάντα, δράκοντες ἄβυσσοι πῦρ χάλαζα χιὼν κρύσταλλος πνεῦμα καταιγίδος τὰ ὄρη καὶ πάντες οἱ βουνοὶ ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι τὰ θηρία καὶ πάντα τὰ κτήνη ἑρπετὰ καὶ πετεινὰ πτερωτά. εἰ οὖν μετὰ τούτων λέγει δοξάζειν τὸν κύριον καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἓν τού των εἶναι πάντως καὶ αὐτὸ ἡ θεομάχος ἀποφαίνεται γλῶσσα.
133 Τὰ δὲ ἐφεξῆς τούτοις ἀσυναρτήτως προσκείμενα ὑπερ βῆναί φημι δεῖν καλῶς ἔχειν, οὐχ ὡς ἀλήπτως ἔχοντα, ἀλλ' ὡς δυνάμενα καὶ παρὰ τῶν εὐσεβούντων λέγεσθαι, εἴπερ διαζευχθείη τῆς κακοτρόπου ἐμφάσεως. εἰ γάρ τι καὶ πρόσκειται παρ' αὐτοῦ τῶν εἰς εὐσέβειαν συντεινόντων, ἀντὶ δελεάσματος τὸ τοιοῦτον τοῖς ἀκεραιοτέροις προτείνεται, ἵνα συγκαταποθῇ τούτοις καὶ τὸ τῆς ἀσεβείας ἄγκιστρον. εἰπὼν γάρ τινα ἅπερ ἂν καὶ ὁ ἐκκλησιαστικὸς εἴποι, προσ τίθησιν ὑπήκοος πρὸς τὴν τῶν ὄντων δημιουρ γίαν καὶ γένεσιν, ὑπήκοος πρὸς πᾶσαν διοί κησιν, οὐκ ἐκ τῆς ὑπακοῆς προσλαβὼν τὸ εἶναι υἱὸς ἢ θεός, ἀλλ' ἐκ τοῦ υἱὸς εἶναι καὶ γεννη θῆναι μονογενὴς θεὸς γενόμενος ὑπήκοος ἐν 134 λόγοις, ὑπήκοος ἐν ἔργοις. καίτοι τίς οὐκ οἶδεν τῶν ταῖς θείαις καθωμιληκότων φωναῖς, πότε εἴρηται παρὰ τοῦ μεγάλου Παύλου καὶ τοῦτο ἐφ' ἅπαξ περὶ αὐτοῦ, ὅτι ὑπήκοος ἐγένετο; ὅτε γὰρ ἐπὶ τῷ πληρῶσαι τὸ διὰ τοῦ σταυροῦ μυστήριον ἦλθεν ὁ κενώσας ἑαυτὸν ἐν τῇ τοῦ δούλου μορφῇ καὶ ταπεινώσας ἑαυτὸν τῷ τοῦ ἀνθρώπου ὁμοιώματί τε καὶ σχήματι, εὑρεθεὶς ὡς ἄνθρωπος ἐν τῇ ταπεινῇ τῶν ἀνθρώπων φύσει, τότε ὑπήκοος γίνεται ὁ τὰς ἀσθενείας ἡμῶν ἀναλαβὼν καὶ τὰς νόσους βαστάσας, τὴν παρακοὴν τῶν ἀνθρώπων διὰ τῆς ἰδίας ὑπακοῆς ἐξιώμενος, ἵνα τῷ μώλωπι αὐτοῦ τὸ ἡμέτερον ἰάσηται τραῦμα καὶ διὰ τοῦ ἰδίου θανάτου τὸν κοινὸν θάνατον τῶν ἀνθρώπων ἐξα φανίσῃ, τότε δι' ἡμᾶς ὑπήκοος γίνεται, ὡς καὶ ἁμαρτία καὶ κατάρα διὰ τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἐγένετο, οὐ φύσει 135 τοῦτο ὤν, ἀλλὰ κατὰ φιλανθρωπίαν γενόμενος. τὸν δὲ τοσούτων ὑπακοῶν κατάλογον παρὰ ποίας ἐδιδάχθη φωνῆς; τοὐναντίον μὲν οὖν πᾶσα θεόπνευστος γραφὴ τὴν αὐθεντι κὴν αὐτῷ καὶ αὐτοκρατορικὴν προσμαρτυρεῖ ἐξουσίαν λέ γουσα Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· δῆλον γὰρ ὅτι ταῦτά φησιν ὁ προφήτης περὶ τοῦ τὰ σύμπαντα φέροντος τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, οὗ ἡ ἐξουσία πᾶσαν οὐσίαν καὶ φύσιν καὶ πάντα τὰ ἐν τῇ κτίσει νοούμενά τε καὶ ὁρώμενα ἐν μόνῃ τῇ τοῦ θελή ματος ὁρμῇ συνεστήσατο. πόθεν τοίνυν κινούμενος ὁ Εὐνό μιος μυριοτρόπως ἐπιφημίζει τῷ βασιλεῖ τῆς κτίσεως τὸ ὑπήκοον, ὑπήκοος λέγων πρὸς πᾶσαν δημιουρ γίαν καὶ ὑπήκοος πρὸς πᾶσαν διοίκησιν, ὑπή 136 κοος ἐν ἔργοις, ἐν λόγοις; καίτοι παντὶ δῆλον τὸ τοιοῦτόν ἐστιν, ὅτι μόνος ἐν λόγοις τε καὶ ἔργοις ἑτέρῳ τις ὑπήκοος γίνεται ὁ μήπω τὴν ἕξιν τοῦ ποιεῖν ἀκριβῶς ἢ λέγειν ἀλήπτως ἐν ἑαυτῷ κατορθώσας, ἀλλὰ πρὸς τὸν διδάσκαλον ἑαυτοῦ καὶ καθηγεμόνα βλέπων ταῖς ὑποθήκαις ἐκείνου τὸ ἐν τοῖς λόγοις τε καὶ ἐν τοῖς ἔργοις ἀκριβὲς ἐκπαιδεύεται. τὸ δὲ τὴν σοφίαν ἐπιστάτου χρῄζειν οἴεσθαι καὶ διδασκάλου τοῦ τὴν ἀλήθειαν ἢ τὴν δικαιοσύνην πρὸς τὸ δέον αὐτῇ κατευθύνοντος μόνης τῆς Εὐνομίου φαντασίας ἐστίν. καὶ περὶ μὲν τοῦ πατρός φησιν ὅτι πιστὸς ἐν λόγοις καὶ πιστὸς ἐν ἔργοις, τῷ δὲ υἱῷ τὸ πιστὸν ἐν τοῖς γινομένοις τε καὶ λεγομένοις οὐκ ἐμαρτύρησεν, ἀλλ' ὑπήκοον αὐτὸν ἐν λόγοις εἶναι καὶ οὐ πιστὸν ἀπεφή νατο, ὡς διὰ πάντων ὧν λέγει τὴν κατ' αὐτοῦ βλασφημίαν 137 τὸ ἴσον ἔχειν. τὸ δὲ μωρόν τε καὶ ἀδιανόητον τῆς μεταξὺ τούτων παρεντεθείσης ῥήσεως πρέπει τάχα σιωπῇ παρελ θεῖν, μή τις τῶν ἀπερισκέπτων ἐπιγελάσῃ τῇ ματαιότητι, δακρύειν δέον ἐπὶ τῇ τῶν ψυχῶν αὐτῶν ἀπωλείᾳ ἢ γελᾶν ἐπὶ τῇ μωρίᾳ τῶν λόγων. φησὶ γὰρ ὁ σοφὸς οὗτος καὶ περιεσκεμμένος δογματιστὴς οὐκ ἐκ τῆς ὑπακοῆς αὐτὸν προσλαβεῖν τὸ εἶναι υἱόν. ὢ τῆς ἀγχινοίας, ὡς ἀναγκαίως περὶ τούτων ἡμῖν