23
τὴν γλῶτταν· καὶ γενήσεται καὶ σοὶ κἀκείνῳ φιλοσοφίας ὑπόθεσις τὸ ῥῆμα. Νῦν δὲ ἀνθρώπων μὲν ἕνεκεν καὶ τὰ ἀφόρητα φέρομεν, καὶ πρὸς τοὺς ὑβρικότας λέγομεν πολλάκις· Ὁ δεῖνά με ὕβρισεν, οὐ σύ· ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲ ταύτην ἕξομεν τὴν εὐλάβειαν; Καὶ ποία ἡμῖν ἔσται συγγνώμη; Εἴπωμεν καὶ πρὸς τὴν ἡμετέραν ψυχήν· Ὁ Θεὸς ἡμᾶς ὑβρίζει νῦν, ὁ κατέχων ἡμῶν τὰς χεῖρας· μὴ σκιρτῶμεν, μηδὲ ἔστω ὁ Θεὸς ἀνθρώπων ἀτιμότερος ἡμῖν. Ἐφρίξατε πρὸς τὸ ῥῆμα; Ἀλλ' οὐχὶ πρὸς τὰ ῥήματα βούλομαι μόνον, ἀλλὰ καὶ πρὸς τὴν πρᾶξιν φρίττειν ὑμᾶς. Ἐκέλευσε γὰρ ὁ Θεὸς ῥαπιζομένους μὴ μόνον φέρειν, ἀλλὰ καὶ παρέχειν ἑαυτοὺς πρὸς τὸ χεῖρόν τι παθεῖν. Ἡμεῖς δὲ μετὰ τοσαύτης σφοδρότητος ἐναντιούμεθα, ὡς μὴ μόνον μὴ παρέχειν ἑαυτοὺς εἰς τὸ κακῶς παθεῖν, ἀλλὰ καὶ ἀμύνασθαι, πολλάκις δὲ καὶ ἄρχειν χειρῶν ἀδίκων, καὶ ἐλαττοῦσθαι νομίζειν, ἂν μὴ πράξωμεν τὰ αὐτά. Καὶ γὰρ τὸ δεινὸν τοῦτο 59.53 ἐστιν, ὅτι καὶ νικᾷν οἰόμεθα, τὴν ἐσχάτην ἧτταν ἡττώμενοι καὶ κείμενοι κάτω, καὶ μυρίας δεχόμενοι πληγὰς παρὰ τοῦ διαβόλου, κρατεῖν αὐτοῦ νομίζομεν. ∆ιὸ, παρακαλῶ, μάθωμεν τίς τῆς νίκης ταύτης ὁ τρόπος, καὶ τοῦτο μετίωμεν τοῦ τρόπου τὸ εἶδος. Τὸ γὰρ παθεῖν κακῶς, τοῦτό ἐστι τὸ στεφανοῦσθαι. Εἰ τοίνυν βουλόμεθα καὶ ἡμεῖς ἀναῤῥηθῆναι παρὰ τοῦ Θεοῦ, μὴ τὸν τῶν ἔξωθεν ἀγώνων, ἀλλὰ τὸν παρὰ τοῦ Θεοῦ νόμον φυλάττωμεν ἐν τοῖς παλαί 59.54 σμασι τούτοις, καὶ τὸ πάντα φέρειν μετὰ μακροθυμίας. Οὕτω γὰρ καὶ τῶν παλαιόντων περιγινώμεθα, καὶ τῶν ἐνταῦθα, καὶ τῶν ἐπηγγελμένων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.53.10 ΟΜΙΛΙΑ Εʹ. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.
αʹ. Μωϋσῆς μὲν ἀρχόμενος τῆς ἱστορίας καὶ τῆς συγγραφῆς τῆς ἐν τῇ Παλαιᾷ,
περὶ τῶν αἰσθητῶν ἡμῖν διαλέγεται, καὶ ταῦτα ἀπαριθμεῖται διὰ πολλῶν· Ἐν ἀρχῇ γὰρ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· εἶτα ἐπάγει ὅτι καὶ φῶς ἐγένετο, καὶ δεύτερος οὐρανὸς, καὶ ἀστέρων φύσις, καὶ παντοδαπὰ γένη ζώων, καὶ τὰ ἄλλα πάντα, ἵνα μὴ καθ' ἕκαστον ἐπεξιόντες παρέλκωμεν. Ὁ δὲ εὐαγγελιστὴς οὗτος, ἅπαντα συντεμὼν, ἐν ῥήματι περιλαμβάνει ἐκεῖνά τε καὶ τὰ ἐκείνων ἀνώτερα· εἰκότως, ἅτε καὶ γνώριμα ὄντα τοῖς ἀκούουσι, καὶ ἐπὶ μείζονα ἐπειγόμενος ὑπόθεσιν, καὶ πᾶσαν τὴν πραγματείαν ἐνστησάμενος, οὐ περὶ τῶν ἔργων, ἀλλὰ περὶ τοῦ ∆ημιουργοῦ καὶ πάντα παραγαγόντος εἰπεῖν. ∆ιά τοι τοῦτο ἐκεῖνος μὲν, καίτοι γε τὸ ἔλαττον μέρος τῆς κτίσεως ἀπολαβὼν (οὐδὲν γὰρ ἡμῖν περὶ τῶν ἀοράτων διελέχθη δυνάμεων), τούτοις ἐνδιατρίβει· οὗτος δὲ, ἅτε πρὸς αὐτὸν σπεύδων τὸν Ποιητὴν ἀνελθεῖν, εἰκότως ἅπαντα παρατρέχει, καὶ ταῦτα καὶ τὰ ἐκείνῳ σεσιγημένα, ἑνὶ καὶ βραχεῖ λόγῳ περιλαβὼν, τῷ, Πάντα δι' αὐτοῦ ἐγένετο. Καὶ ἵνα μὴ νομίσῃς πάντα ἐκεῖνα λέγειν μόνον αὐτὸν τὰ καὶ Μωϋσεῖ εἰρημένα, ἐπάγει, ὅτι Καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονε· τουτέστι, τῶν γενητῶν κἂν ὁρατόν τι ᾖ, κἂν νοητὸν, οὐδὲν χωρὶς τῆς τοῦ Υἱοῦ δυνάμεως εἰς τὸ εἶναι παρήχθη. Οὐ γὰρ δὴ τὴν τελείαν στιγμὴν τῷ, Οὐδὲ ἓν, ἐπιθήσομεν κατὰ τοὺς αἱρετικούς. Ἐκεῖνοι γὰρ βουλόμενοι τὸ Πνεῦμα κτιστὸν εἰπεῖν, φασίν· Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. Ἀλλ' οὕτως ἀπερινόητον γίνεται τὸ λεγόμενον. Πρῶτον μὲν γὰρ οὐδὲ καιρὸς ἦν ἐνταῦθα τοῦ Πνεύματος ἐπιμνησθῆναι· εἰ δὲ καὶ ἐβούλετο, τίνος ἕνεκεν οὕτως ἀσαφῶς αὐτὸ τέθεικε; πόθεν γὰρ δῆλον, ὅτι περὶ τοῦ Πνεύματος τοῦτο εἴρηται; Ἄλλως δὲ εὑρήσομεν κατὰ τὸν λόγον τοῦτον, οὐ τὸ Πνεῦμα, ἀλλ' αὐτὸν τὸν Υἱὸν δι' ἑαυτοῦ