1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

23

ἀνθρώπων ἀνοσιώτατε· δίδου ἀπόφασιν κατ' ἐμοῦ ὁποίαν ἐθέλεις, καὶ οἵαν ὁ Σατανᾶς ὁ κατοικῶν ἐν τῇ ψυχῇ σου ἐμβάλῃ σοι· ἐγὼ γὰρ τῷ σῷ θελήματι ἀντιτάσσομαι, καὶ τοῖς προστάγμασί σου οὐχ ὑποκύπτω. Ποίει οὖν ὃ θέλεις, παρανομώτατε. ξδʹ. Ταῦτα ὁ παραβάτης καὶ τοῦ Θεοῦ ἀλλότριος Ἰουλιανὸς ἀκούσας παρὰ τοῦ μάρτυρος, ἀπεφήνατο κατ' αὐτοῦ ταυτηνὶ τὴν ἀπόφασιν· Ἀρτέμιον τὸν τοὺς θεοὺς ἐνυβρίσαντα, καὶ τοὺς Ῥωμαϊκούς τε καὶ ἡμετέρους καταπατήσαντα νόμους, Χριστιανόν τε αὑτὸν ἀντὶ Ῥωμαίου καὶ Ἕλληνος καθομολογήσαντα, καὶ ἀντὶ δουκὸς καὶ αὐγουσταλίου Γαλιλαῖον ἑαυτὸν ὀνομάσαντα, τῇ τελευταίᾳ τοῦ θανάτου παραδεδώκαμεν ψήφῳ, τὴν μιαρὰν αὐτοῦ κεφαλὴν ξίφει ἐκκοπῆναι κελεύσαντες. Ταύτην οὖν τὴν ἀπόφασιν ὁ τοῦ Χριστοῦ μάρτυς δεξάμενος, ἐξελήλυθε τοῦ βήματος μετὰ τῶν ἀπαγόντων αὐτὸν στρατιωτῶν, χαίρων καὶ ἀγαλλιώμενος, ὑμνολογῶν καὶ δοξάζων τὸν βασιλέα Χριστόν. Φθάσαντες δὲ τὸν τόπον εἰς ὃν ἔμελλεν ὁ τοῦ Χριστοῦ στρατιώτης καὶ μάρτυς τὴν τελείωσιν δέξασθαι, ἔφη πρὸς τοὺς ἀπάγοντας αὐτὸν στρατιώτας· Ἀδελφοὶ, παρακαλῶ ὑμᾶς, ἔνδοτέ μοι μικρὸν τοῦ προσεύξασθαι· οἱ δὲ πρὸς αὐτὸν εἶπον· Ὡς ἔστι σοι καταθύμιον, ποίησον. Καὶ στραφεὶς ὁ ἅγιος κατὰ ἀνατολὰς, καὶ τὰς χεῖρας εἰς οὐρανοὺς ἐφαπλώσας, ηὔξατο οὕτως· ξεʹ. Εὐχαριστῶ σοι, ∆έσποτα Σῶτερ τῶν ἐν ἀληθείᾳ ἐπικαλουμένων τὸ ὄνομά σου, ὅτι ἐνίσχυσάς με τὸν ἀνάξιον δοῦλόν σου καταπατῆσαι τὰ κέντρα τοῦ διαβόλου, καὶ συντρίψαι τὰς αὐτοῦ παγίδας ἃς ἔθετο ὑποκάτωθεν τῶν ποδῶν μου, καὶ καταισχῦναι τὸν ἀποστάτην Ἰουλιανὸν τὸν ἀποσκιρτήσαντα τῆς σῆς δεσποτείας, καὶ προσκολληθέντα τῷ διαβόλῳ καὶ τοῖς μισοῦσί σε· τὸν καταπατήσαντα τοὺς νόμους τοὺς ἁγίους σου, καὶ βεβηλώσαντα τὰ ἔνθεά σου προστάγματα· εὐχαριστῶ σοι, φιλάνθρωπε, ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπείνωσίν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν, ἀλλ' ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου, καὶ κατεύθυνας τὰ διαβήματά μου. Εὐχαριστῶ σοι, μονογενὲς Λόγε τοῦ Πατρὸς, ὅτι ἠξίωσάς με τοῦ βραβείου τῆς ἄνω κλήσεως, καὶ τοῦ χοροῦ τῶν ἁγίων σου, καὶ ἐτελείωσάς με ἐν τῇ ὁμολογίᾳ σου, καὶ κατῄσχυνας τοὺς ἐπανισταμένους ἐπ' ἐμέ· καὶ νῦν ἐπικαλοῦμαί σε, ∆έσποτα, ἔπιδε ἐπ' ἐμὲ καὶ ἐπὶ τοῖς ῥήμασί μου τοῖς ταπεινοῖς, καὶ δὸς ἀναψυχὴν τῇ κληρονομίᾳ σου, ὅτι ἠσθένησεν καὶ οὐ κατηρτήσω αὐτήν. Ἰδοὺ γὰρ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν. Ἐπὶ τὸν λαόν σου κατεπανουργήσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. Εἶπον γάρ· ∆εῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα τοῦ Χριστοῦ ἔτι. Ταῦτα κομπάζει Ἰουλιανός· ταῦτα θρασύνεται· ταῦτα ἀπειλᾷ τῷ λαῷ σου καὶ τῇ κληρονομίᾳ σου ὑπὲρ ἧς τὸ σὸν αἷμα ἐξέχεας. Ἰδοὺ γὰρ τὰ θυσιαστήριά σου κατεσκάφησαν, καὶ τὸ ἁγίασμά σου ἐμπέπρησται, καὶ ἡ εὐπρέπεια τοῦ οἴκου σου ἐξηφάνισται, καὶ τὸ αἷμα τῆς διαθήκης σου ἐξουδένωται, διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ τὰς βλασφημίας ἃς ἐξέχεεν Ἄρειος κατὰ σοῦ τοῦ Μονογενοῦς καὶ τοῦ ἁγίου σου Πνεύματος, ἀλλοτριῶν σε τῆς τοῦ Πατρὸς ὁμοουσιότητος καὶ ἀποξενῶν σε τῆς αὐτοῦ φύσεως, κτίσμα σε ἀποκαλῶν τὸν δημιουργὸν πάσης τῆς κτίσεως, καὶ 96.1313 ὑπὸ χρόνον τιθεὶς τὸν τοὺς αἰῶνας δημιουργήσαντα· φάσκων οὑτωσί· Ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱός· βουλήσεως καὶ θελήσεως Υἱόν σε ἀποκαλῶν ὁ παρανομώτατος. Ἀλλ' ἐκεῖνος μὲν ὁ δυσσεβὴς εὗρεν τοῦ ἰδίου στόματος καὶ τῆς ἀδίκου γλώττης τὰς ἀμοιβὰς, εἰ καὶ αἱ βλασφημίαι αὐτοῦ μένουσι, καρποφοροῦσαι αὐτῷ τὴν αἰώνιον καὶ ἀτελεύτητον κόλασιν. Σὺ δὲ, μακρόθυμε, στῆσον τὴν καθ' ἡμῶν τυραννίδα, καὶ σβέσον τὸν θυμόν σου τὸν δίκαιον καὶ τὴν ὀργὴν ἣν ἡμεῖς ἐξεκαύσαμεν, ἐν τῷ παροργίζειν σε, Κύριε· θραῦσον τῆς εἰδωλολατρείας τὰ ὀχυρώματα· σβέσον τοὺς βωμοὺς τῶν εἰδώλων, καὶ τὴν κνίσσαν τῶν ἀκαθάρτων