1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

23

σφᾶς αὐτοὺς διεχρήσαντο εὐσεβεῖν μάλιστα ὑπὸ ἀβελτερίας οἰόμενοι, καὶ αὐτῶν ὁ μὲν πλεῖστος ὅμιλος γῆς τῆς πατρῴας ἐξιστάμενοι ἔφευγον, Μοντανοὶ δὲ, οἳ ἐν Φρυγίᾳ κατῴκηντο, σφᾶς αὐτοὺς ἐν ἱεροῖς τοῖς σφετέροις καθείρξαντες τούτους τε τοὺς νεὼς αὐτίκα ἐμπρήσαντες ξυνδιεφθάρησαν οὐδενὶ λόγῳ, πᾶσά τε ἀπ' αὐτοῦ ἡῬωμαίων ἀρχὴ φόνου τε ἦν καὶ φυγῆς ἔμπλεως. 11.24 Νόμου δὲ τοῦ τοιούτου καὶ ἀμφὶ τοῖς Σαμαρείταις αὐτίκα τεθέντος ταραχὴ ἄκριτος τὴν Παλαιστίνην 11.25 κατέλαβεν. ὅσοι μὲν οὖν ἔν τε Καισαρείᾳ τῇ ἐμῇ κἀν ταῖς ἄλλαις πόλεσιν ᾤκουν, παρὰ φαῦλον ἡγησάμενοι κακοπάθειάν τινα ὑπὲρ ἀνοήτου φέρεσθαι δόγματος, ὄνομα Χριστιανῶν τοῦ σφίσι παρόντος ἀνταλλαξάμενοι τῷ προσχήματι τούτῳ τὸν ἐκ τοῦ νόμου ἀποσείσασθαι 11.26 κίνδυνον ἴσχυσαν. καὶ αὐτῶν ὅσοις μέν τι λογισμοῦ καὶ ἐπιεικείας μετῆν, πιστοὶ εἶναι τὰ ἐς δόξαν τήνδε οὐδαμῆ ἀπηξίουν, οἱ μέντοι πλεῖστοι ὥσπερ ἀγανακτοῦντες, ὅτι δὴ οὐχ ἑκούσιοι, ἀλλὰ τῷ νόμῳ ἠναγκασμένοι δόγμα τὸ πάτριον μετεβάλοντο, αὐτίκα δὴ μάλα ἐπί τε Μανιχαίους καὶ τοὺς καλουμένους Πολυ11.27 θέους ἀπέκλιναν. οἱ δὲ γεωργοὶ ξύμπαντες ἀθρόοι γεγενημένοι ὅπλα ἀνταίρειν βασιλεῖ ἔγνωσαν, βασιλέα σφίσι τῶν τινα λῃστῶν προβεβλημένοι,Ἰουλιανὸν 11.28 ὄνομα, Σαβάρου υἱόν. καὶ χρόνον μέν τινα τοῖς στρατιώταις ἐς χεῖρας ἐλθόντες ἀντεῖχον, ἔπειτα δὲ ἡττη11.29 θέντες τῇ μάχῃ διεφθάρησαν ξὺν τῷ ἡγεμόνι. καὶ λέγονται μυριάδες ἀνθρώπων δέκα ἐν τῷ πόνῳ τούτῳ ἀπολωλέναι, καὶ χώρα ἡ πάσης γῆς ἀγαθὴ μάλιστα 11.30 ἔρημος γεωργῶν ἀπ' αὐτοῦ γέγονε. τοῖς τε τῶν χωρίων κυρίοις Χριστιανοῖς οὖσι τὸ πρᾶγμα τοῦτο ἐς μέγα κακὸν ἐτελεύτησεν. ἀναγκαῖον γὰρ γέγονε σφίσιν οὐδὲν ἐνθένδε μετακομιζομένοις φόρον τὸν ἐπέτειον ἁδρόν τινα ὄντα ἐς τὸν ἅπαντα αἰῶνα βασιλεῖ φέρειν, ἐπεὶ οὐδεμιᾷ φειδοῖ ἡ τοῦ ἔργου τούτου ἐντροπὴ γέγονεν. 11.31Ἐντεῦθεν ἐπὶ τοὺςἝλληνας καλουμένους τὴν δίωξιν ἦγεν αἰκιζόμενός τε τὰ σώματα καὶ τὰ χρήματα 11.32 ληϊζόμενος. ἀλλὰ καὶ αὐτῶν ὅσοι τοῦ Χριστιανῶν ὀνόματος δῆθεν μεταλαχεῖν ἔγνωσαν τῷ λόγῳ τὰ παρόντα σφίσιν ἐκκρούοντες, οὗτοι δὴ οὐ πολλῷ ὕστερον ἐπὶ ταῖς σπονδαῖς καὶ θυσίαις καὶ ἄλλοις οὐχ 11.33 ὁσίοις ἔργοις ἐκ τοῦ ἐπὶ πλεῖστον ἡλίσκοντο. τὰ γὰρ ἀμφὶ τοῖς Χριστιανοῖς εἰργασμένα ἐν τοῖς ὄπισθέν μοι λόγοις λελέξεται. 11.34 Μετὰ δὲ καὶ τὸ παιδεραστεῖν νόμῳ ἀπεῖργεν, οὐ τὰ μετὰ τὸν νόμον διερευνώμενος, ἀλλὰ τοὺς πάλαι 11.35 ποτὲ ταύτῃ δὴ τῇ νόσῳ ἁλόντας. ἐγίνετό τε ἡ ἐς αὐτοὺς ἐπιστροφὴ οὐδενὶ κόσμῳ, ἐπεὶ καὶ κατηγόρου χωρὶς ἐπράσσετο ἡ ἐς αὐτοὺς τίσις, ἑνός τε ἀνδρὸς ἢ παιδὸς λόγος, καὶ τούτου δούλου, ἂν οὕτω τύχοι, καὶ ἀκουσίου μαρτυρεῖν ἐπὶ τὸν κεκτημένον ἀναγκασθέντος, 11.36 ἔδοξεν εἶναι ἀκριβὴς ἔλεγχος. τούς τε οὕτως ἁλισκομένους τὰ αἰδοῖα περιῃρημένους ἐπόμπευον. οὐκ ἐς πάντας μέντοι κατ' ἀρχὰς τὸ κακὸν ἤγετο, ἀλλ' ὅσοι ἢ Πράσινοι εἶναι ἢ μεγάλα περιβεβλῆσθαι χρήματα ἔδοξαν ἢ ἄλλο τι τοῖς τυραννοῦσι προσκεκρουκότες ἐτύγχανον. 11.37 Καὶ μὴν καὶ τοῖς μετεωρολόγοις χαλεπῶς εἶχον. διὸ δὴ αὐτοὺς ἡ ἐπὶ τοῖς κλέπταις τεταγμένη ἀρχὴ ᾐκίζετό τε ἀπ' οὐδεμιᾶς ἄλλης αἰτίας καὶ ξαίνουσα κατὰ τοῦ νώτου πολλὰς ἐπὶ καμήλων φερομένους ἐπόμπευεν ἀνὰ πᾶσαν τὴν πόλιν γέροντάς τε καὶ ἄλλως ἐπιεικεῖς ὄντας, ἄλλο αὐτοῖς ἐπικαλεῖν οὐδὲν ἔχουσα, πλήν γε δὴ ὅτι σοφοὶ τὰ περὶ τοὺς ἀστέρας 11.38 ἐν τοιούτῳ χώρῳ ἐβούλοντο εἶναι. ἔφευγον τοίνυν ἀνθρώπων διηνεκὲς πολὺς ὅμιλος οὐκ ἐς βαρβάρους μόνον, ἀλλὰ καὶ ἐς τοὺς μακρὰν ᾠκισμένουςῬωμαίους, ἦν τε ἰδεῖν ἐν χώρᾳ τε ἀεὶ καὶ πόλει ἑκάστῃ τοὺς 11.39 πλείστους ξένους. τοῦ γὰρ διαλαθεῖν ἕνεκα γῆς τῆς πατρῴας τὴν ἀλλοτρίαν ἠλλάξαντο εὐπετῶς ἕκαστοι, 11.40 ὥσπερ τῆς πατρίδος αὐτοῖς ὑπὸ πολεμίων ἁλούσης. τὸν μὲν οὖν πλοῦτον τῶν εὐδαιμόνων εἶναι δοκούντων ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ μετά γε τοὺς ἐκ τῆς συγκλήτου βουλῆς, τρόποις οἷσπερ εἴρηται 11.41Ἰουστινιανός τε καὶ Θεοδώρα ληϊσάμενοι ἔσχον. ὅπως δὲ καὶ τοὺς ἐκ βουλῆς ἀφαιρεῖσθαι τὰ χρήματα ξύμπαντα ἴσχυσαν, αὐτίκα δηλώσω.