24
αὐτούς, φησὶν κύριος. οἱ προκείμενοι κατεσθίειν τὸν θεοῦ λαὸν αρτου δίκην τὸν κύριον οὐκ ἐπεκαλέσαντο, τῇ αὐτῶν δυνάμει πάντα ἀνύειν καὶ καταδυναστευκέναι τὸν θεοῦ λαὸν οἰόμενοι. εἰ γὰρ ησαν εἰδότες ὡς δι' ἁμαρτίας κρίσει θεοῦ παρέλαβον αὐτόν, καν ἐφοβήθησαν ετι μᾶλλον ὡς μέτρον ἐπιθέσθαι κατὰ τοῦ παραδοθέντος, ινα μὴ κρίματι τῷ αὐτῷ ὑποπέσωσιν. διὸ λέγεται πρὸς αὐτοὺς πέρα τοῦ προσήκοντος ἐξαγριωθέντας· ̓Ανθ' ων ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. ουτως καταδυναστεύσαντες τὸν λαὸν τοῦ θεοῦ ἀδίκως, εἰς δειλίαν ἐνέπεσαν. ενθα οὐδὲ φοβεῖσθαι εδει· φόβος γὰρ οὐκ ην, εἰ παραλαβόντες τοὺς κρίσει θεοῦ παραδοθέντας φιλανθρώπως καὶ ἡμέρως προσενεχθέντες ησαν. ἐπειδὴ δὲ σκληρῶς καὶ ἀνελεημόνως πάντα ἐποίησαν, ἐδειλίασαν περιπεσόντες οις αλλους διέθηκαν. ὑπῆρκται δὲ τοῦτο. ̓Επεὶ ἐν γενεᾷ δικαίων ὁ θεός, γενεὰν δικαίων ἐρεῖς ητοι τὴν τῶν δικαίων πραγμάτων συμφωνίαν ἐν ῃ ὁ δίκαιος κριτὴς εὑρίσκεται, η τὴν τῶν δικαίων ἀνδρῶν ὁμοφροσύνην καὶ τὴν εἰς ταὐτὸν σύνοδον. Εἰ γὰρ ενθα δύο καὶ τρεῖς συνέρχονται ἐπὶ τῇ αὐτοῦ προσηγορίᾳ, παρὼν εὑρίσκεται ὁ κύριος, ποσῷ μᾶλλον εὑρεθείη αν ενθα ολῃ δικαίων γενεᾷ; οτι δὲ οἱ τῆς αὐτῆς γνώμης καὶ βίου τοῦ αὐτοῦ μίαν συμπληροῦσι γενεὰν καν ἐν διαφόροις χρόνοις γένωνται, μετὰ ταῦτα ῥηθείη οταν εἰς τοῦτο καλέσῃ καιρός. ∆ειλιᾷ τις φόβῳ ῳ οὐκ ην φόβος· καὶ ̔Ο φοβούμενος ανθρωπον καὶ απαξ ἁπλῶς τοὺς ἀποκτένοντας τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυνάμενος ἀποκτεῖναι. ειρηται γὰρ Πλὴν τοῦ θεοῦ μὴ φοβοῦ αλλον. τούτῳ τῷ πάθει συσχεθεῖσαν τὴν ̔Ιερουσαλὴμ ὁ κύριος ἐλέγχει λέγων· Τίς ουσα εὐλαβήθης ἀπὸ ἀνθρώπου θνητοῦ; 84 Ps 13,7 Τίς δὲ ην ἡ αἰχμαλωσία τοῦ λαοῦ πρῶτον θεωρητέον, ινα καὶ τὴν ἐπιστροφὴν αὐτοῦ ἑπομένως ιδωμεν. ὁ ἐκπίπτων παρ' ἰδίαν ῥαθυμίαν τῆς τοῦ ἀγαθοῦ ποιήσεως αἰχμαλωτίζεται ὑπὸ τοῦ νόμου τῆς ἁμαρτίας, ὡς γενέσθαι ὑπὸ τὸν καταδυναστεύοντα τυραννικῶς διάβολον εχοντα τὸ κράτος τοῦ θανάτου· τοῦτον ουτω ἑλόντα τοῖς πολεμίοις εξω τῆς πατρίδος (αυτη δ' ἐστὶν ἡ τῆς ἀρετῆς μετουσία) γεγενημένον ἀνακαλεῖται μετανοίας τρόπῳ ὁ κύριος, αμα καὶ αφεσιν τῶν προημαρτημένων ὑπισχούμενος· καὶ τοῦτό ἐστιν τὸ λυτρωθῆναι τοὺς αἰχμαλώτους καὶ ἐπιστραφῆναι τὴν αἰχμαλωσίαν. πληρωθέντος δὲ τούτου τῷ κυριακῷ σταυρῷ ὡς πάντα τὸν ἀπὸ τῶν ἐθνῶν πιστεύοντα λαὸν λελυτρῶσθαι, ἀγαλλιᾷ ̓Ιακώβ. ὁ αὐτὸς κατὰ τὸ ὑποκείμενόν ἐστιν†, ἐπινοίᾳ μόνῃ εχων τὴν διαφοράν. εἰ μὲν γὰρ πράττων τὰ καλὰ καὶ ἐνεργῶν τὰ κατὰ ἀρετὴν πτερνίζει τὰ πάθη καὶ κακίας καὶ τὰς ἐνεργούσας πονηρὰς δυνάμεις ὡς νικητὴς αὐτῶν ἀναφανῆναι, ̓Ιακώβ ἐστιν ἀγαλλιώμενος· εἰ δὲ μετὰ τὸν πρακτικὸν βίον καρδίαν καθαρὰν κεκτημένος ὁρᾷ τὸν θεόν, ̓Ισραήλ ἐστιν, νοῦς ὁρῶν θεόν. ουτω γὰρ μεταλαμβάνεται εἰς ̔Ελλήνων φωνὴν εὐφραινόμενος θείαν εὐφροσύνην· οὐδεὶς λυπεῖ λαβεῖν ἐκ παραλλήλου τὸ ̓Αγαλλιάσθω καὶ Εὐφραινέσθω εἰρῆσθαι.
85 Ps 14,1 Ορα εἰ ὁ κατὰ νόμον πολιτευόμενος τὸν γενόμενον παιδαγωγὸν
εἰς Χριστὸν παροικεῖ ἐν τῷ σκηνώματι τοῦ κυρίου, τευτάζων περὶ τὴν σκήνην τοῦ μαρτυρίου. ὁ δὲ ἐπὶ τὸν Χριστὸν φθάσας προσηκάμενος τὴν εὐαγγελικὴν διδασκαλίαν κατασκηνοῖ ἐν ορει ἁγίῳ τοῦ θεοῦ, οὐχ ἑτέρῳ οντι τοῦ υἱοῦ τοῦ θεοῦ, περὶ ου προφητικῶς ἐλέχθη ̓Εμφανὲς εσται τὸ ορος τοῦ κυρίου. ἐπίστησον εἰ ὀρθῶς νοηθείη, ορος μὲν αγιον τοῦ θεοῦ ὁ θεὸς λόγος ειναι, σκήνωμα δὲ αὐτοῦ ον ἀνέλαβεν ανθρωπον· καὶ ἐπιγνῶναι δεῖ πρότερον κατὰ σάρκα Χριστόν, ειτα κατὰ τὸ ἐκ πατρὸς μονογενὴς ειναι. παροικεῖ ἐν τῷ σκηνώματι ὁ λέγων Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν, τοῦ θεασαμένου τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, οὐκέτι παροικοῦντος ἀλλὰ κατοικοῦντος ἐν τῷ ορει τῷ ἁγίῳ τοῦ θεοῦ. καὶ πρὸς αὐτὸν ειρηται· ̓Επ' ορος ὑψηλὸν ἀνάβηθι ὁ