24
γινόμενον. Ἀλλὰ διανάστητε, ὥστε μὴ διαφυγεῖν ὑμᾶς τὸ λεγόμενον· καὶ φέρε κατὰ τὸν ἐκείνων τέως ἀναγνῶμεν τρόπον· οὕτω γὰρ ἡμῖν φανερώτερον τὸ ἄτοπον ἔσται· Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. Τὸ Πνεῦμά φασιν εἰρῆσθαι τὴν ζωήν. Ἀλλ' ἡ ζωὴ αὕτη καὶ φῶς εὑρίσκεται· ἐπάγει γὰρ, Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Οὐκοῦν κατ' αὐτοὺς τὸ φῶς τῶν ἀνθρώπων ἐνταῦθα τὸ Πνεῦμα λέγει. Τί οὖν; Ὅταν ἐπάγῃ καὶ λέγῃ, ὅτι Ἐγένετο ἄνθρωπος παρὰ τοῦ Θεοῦ ἀπεσταλμένος, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, ἀνάγκη περὶ τοῦ Πνεύματος αὐτοὺς λέγειν καὶ τοῦτο εἰρῆσθαι. Ὃν γὰρ ἄνω Λόγον εἶπε, τοῦτον προϊὼν καὶ 59.54 Θεὸν, καὶ ζωὴν, καὶ φῶς ὀνομάζει. Ζωὴ γὰρ ἦν, φησὶν, ὁ Λόγος οὗτος, καὶ ἡ ζωὴ αὕτη φῶς ἦν. Εἰ τοίνυν ὁ Λόγος ἡ ζωὴ, ὁ δὲ Λόγος οὗτος καὶ ἡ ζωὴ σὰρξ ἐγένετο, ἡ ζωὴ ἐγένετο σὰρξ, τουτέστιν, ὁ Λόγος· καὶ αὐτῆς ἐθεασάμεθα τὴν δόξαν, ὡς Μονογενοῦς παρὰ Πατρός. Ἂν τοίνυν τὸ Πνεῦμα λέγωσιν ἐνταῦθα τὴν ζωὴν εἰρῆσθαι, ὅρα πόσα ἕψεται τὰ ἄτοπα. Ἔσται γὰρ αὐτὸ σαρκωθὲν, οὐχ ὁ Υἱός· ἔσται μονογενὴς Υἱὸς τὸ Πνεῦμα. Εἰ δὲ μὴ τοῦτο, εἰς ἕτερον πάλιν ἀτοπώτατον τοῦτο φεύγοντες ἐμπεσοῦνται οὕτως ἀναγινώσκοντες. Εἰ γὰρ δὴ ὁμολογήσαιεν, ὅτι περὶ τοῦ Υἱοῦ εἴρηται, καὶ μὴ στίξαιεν μηδὲ ἀναγνοῖεν ὥσπερ ἡμεῖς, αὐτὸν ἀφ' ἑαυτοῦ τὸν Υἱὸν γεγενῆσθαι ἐροῦσιν. Εἰ δὲ ἡ ζωὴ ὁ Λόγος, ὃ δὲ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν· αὐτὸς ἐν αὐτῷ καὶ δι' ἑαυτοῦ γέγονε κατὰ τὴν ἀνάγνωσιν ταύτην. Εἶτά τινα εἰπὼν ἐν τῷ μέσῳ ἐπήγαγε· Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. Ἰδοὺ καὶ μονογενὴς Υἱὸς εὑρίσκεται κατὰ τὴν ἀνάγνωσιν τῶν ταῦτα λεγόντων τὸ Πνεῦμα τὸ ἅγιον. Περὶ γὰρ αὐτοῦ πᾶσα αὐτῷ αὕτη ἡ διήγησις εἴρηται. Ὁρᾶτε ὅταν ἐκκυλισθῇ ὁ λόγος τῆς ἀληθείας, ποῦ παρατρέπεται, καὶ πόσα τίκτει τὰ ἄτοπα; Τί οὖν; οὐκ ἔστι τὸ Πνεῦμα φῶς, φησί; Ἔστι μὲν φῶς· ἀλλ' ἐνταῦθα οὐ περὶ τούτου εἴρηται· ἐπεὶ καὶ ὁ Θεὸς λέγεται Πνεῦμα, τουτέστιν, ἀσώματος· ἀλλ' οὐ πάντως, εἴ που Πνεῦμα εἴρηται, ὁ Θεὸς δηλοῦται. Καὶ τί θαυμάζεις, εἰ περὶ τοῦ Πατρὸς τοῦτό φαμεν; Οὐδὲ γὰρ ἐπὶ τοῦ Παρακλήτου τοῦτο εἴποιμεν ἄν· ὅτι εἴ που Πνεῦμα, πάντως ὁ Παράκλητος δηλοῦται· καίτοι γε τοῦτο αὐτοῦ μάλιστα γνωριστικόν ἐστιν ὄνομα· ἀλλ' οὐ πάντως, εἴ που Πνεῦμα, ὁ Παράκλητος. Καὶ γὰρ καὶ ὁ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία λέγεται, ἀλλ' οὐ πάντως, εἴ που Θεοῦ δύναμις καὶ σοφία, ὁ Χριστός. Οὕτω δὴ καὶ ἐνταῦθα, εἰ καὶ φωτίζει τὸ Πνεῦμα, ὅμως νῦν οὐ περὶ αὐτοῦ φησιν ὁ εὐαγγελιστής. Ἀλλ' ὅταν αὐτοὺς τούτων ἀποκλείσωμεν τῶν ἀτόπων, οἱ δὲ πάλιν πανταχοῦ σπουδάζοντες κατὰ τῆς ἀληθείας ἑστάναι, λέγουσιν, ἔτι τῆς αὐτῆς ἀναγνώσεως ἐχόμενοι· Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. Τουτέστιν, ὃ γέγονε ζωὴ ἦν. Τί οὖν; Καὶ τὰ Σοδομηνῶν πάθη, καὶ ὁ κατακλυσμὸς καὶ ἡ γέεννα, καὶ μυρία ὅσα τοιαῦτα; Ἀλλὰ περὶ δημιουργίας ὁ λόγος ἡμῖν, φησί. Μάλιστα μὲν οὖν κἀκεῖνα δημιουργίας ἐστίν. Ἀλλ' ἵνα ἐκ περιουσίας τὸν λόγον αὐτῶν ἐλέγξωμεν, ἐρώμεθα αὐτούς· Τὸ ξύλον, εἰπέ μοι, ζωή; καὶ ὁ λίθος, ζωὴ, τὰ ἄψυχα ταῦτα καὶ ἀκίνητα; 59.55 ἀλλ' ὁ ἄνθρωπος ὅλον ζωή; Καὶ τίς ἂν τοῦτο εἴποι; Οὐ γὰρ αὐτοζωὴ ὁ ἄνθρωπος, ἀλλὰ ζωῆς δεκτικός. βʹ. Ὅρα δὲ πάλιν κἀνταῦθα τὸ ἄτοπον· κατὰ γὰρ τὴν αὐτὴν ἀκολουθίαν καὶ ἐνταῦθα τὸν λόγον προάξομεν, ὥστε μαθεῖν τὴν ἄνοιαν αὐτῶν κἀντεῦθεν. Οὕτω γὰρ οὐδαμῶς οὐδὲν ἁρμόττοντα λέγουσι τῷ Πνεύματι. Ὅταν γὰρ ἐκπέσωσιν ἐκεῖθεν, ἀνθρώποις αὐτὰ περιάπτουσιν, ἃ τοῦ Πνεύματος ἐνόμισαν ἀξίως εἰρῆσθαι. Πλὴν ἀλλὰ καὶ οὕτως αὐτὴν ἐξετάσωμεν τὴν ἀνάγνωσιν. Ζωὴ ἡ κτίσις λέγεται νῦν· οὐκοῦν καὶ φῶς ἡ αὐτή· καὶ περὶ αὐτῆς ἦλθε μαρτυρήσων ὁ Ἰωάννης. ∆ιὰ τί οὖν μὴ καὶ αὐτός ἐστι φῶς; Οὐκ ἦν γὰρ ἐκεῖνος τὸ φῶς, φησί. Καίτοι καὶ αὐτὸς τῆς κτίσεως ἦν. Πῶς οὖν οὐκ ἔστιν οὗτος φῶς; πῶς δὲ Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο; ἡ κτίσις ἐν τῇ κτίσει ἦν, καὶ ἡ κτίσις διὰ τῆς κτίσεως γέγονε; πῶς δὲ Καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω; τὴν κτίσιν ἡ κτίσις οὐκ ἔγνω; Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Ἀλλ' ἅλις τοῦ γέλωτος. Ὑμῖν