24
αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. Τοῦτο καὶ τῆς Ἐξόδου ἡ ἱστορία διδάσκει. Ὅσῳ γὰρ, φησὶν, ἐκάκουν αὐτοὺς οἱ Αἰγύπτιοι, τοσούτῳ πλείους ἐγίνοντο, καὶ ἐπλήθυνεν αὐτοὺς ἡ γῆ. ∆είκνυσι τοιγαροῦν, ὅτι οὐ φύσεως ἦν ἡ ἐπίδοσις, ἀλλὰ τῆς ἐπαγγελίας αὐ τοῦ. Ὅτε γὰρ ὀλιγωτέρους ἔδει γενέσθαι ὑπὸ τῶν ἐργοδιωκτῶν ἐλαυνομένους, τῶν παίδων εἰς τὸν πο ταμὸν ῥιπτομένων, τῆς φύσεως ἐπηρεαζομένης, τότε μᾶλλον ἐπέδοσαν οὕτως, ὡς καὶ σφόδρα γενέσθαι φοβε ροὺς τοῖς ἐνοικοῦσιν· ὥστε τὸν Φαραὼ λέγειν, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ· Ἰδοὺ νῦν πολυπληθεῖ τὸ ἔθνος, καὶ ἰσχύει ὑπὲρ ἡμᾶς. Οὐκ ἂν δὲ αὐξηθέντες ἐκραταιώθη σαν, εἰ μὴ τῆς Ἰωσὴφ ἔτυχον προστασίας καὶ τῆς τοῦ Φαραὼ δεξιώσεως. Μετέτρεψε τὴν καρδίαν αὐτῶν, τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ. Ἐπειδὴ ἐκ τοῦ τιμᾶσθαι παρὰ τῶν Αἰ γυπτίων αὐτοὺς εἰς τὴν ὁμοίαν εἰδωλολατρείαν ἐξέβησαν, τούτου χάριν παρεσκεύασε μισῆσαι αὐτοὺς, καὶ τὰ βα ρέα τῶν ἔργων ἐπιθεῖναι, ἵνα κακωθέντες καταφύγωσι πρὸς τὸν Θεὸν, καὶ εὕρῃ χώραν πληρωθῆναι ἡ πρὸς τὸν Θεὸν Ἀβραὰμ ἐπαγγελία. Ὡς γὰρ τὸν Ἰωσὴφ πειράσαἐδόξασεν, ἄξιον ὀφθέντα διὰ τῆς πείρας, οὕτω νῦν τὸν λαόν· πειρασθέντες γὰρ ἐστέναξαν καὶ ἐκέκραξαν πρὸς τὸν Θεὸν αὐτῶν. ∆ιὸ νῦν εἰς μῖσος μετεστράφη τοῖς Αἰ γυπτίοις ἡ πρὸς αὐτοὺς τιμή. Ἐν ἀνέσει γὰρ γενόμενοι καὶ τιμῇ παρ' Αἰγυπτίοις ἐπελάθοντο τοῦ πατρῴου Θεοῦ, καὶ τῆς αὐτῶν εἰδωλολατρείας γεγόνασι κοινωνοὶ, ὥς φησιν Ἰησοῦς ὁ τοῦ Ναυῆ, Καὶ νῦν φοβήθητε, λέ γων, τὸν Κύριον, καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι δικαιοσύνης, καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλο τρίους, οἷς ἐλάτρευσαν οἱ πατέρες ὑμῶν ἐν τῷ πέ ραν τοῦ ποταμοῦ, καὶ ἐν Αἰγύπτῳ. Μετέτρεψε δὲ τῶν 55.658 Αἰγυπτίων τὴν καρδίαν, οὐ βιασάμενος, ἀλλὰ τῷ αὐτεξ ουσίῳ παραχωρῶν. Ἐδολιεύσαντο δὲ ποτὲ μὲν ταῖς μαίαις ἐπιτάξαντες ἀνελεῖν τῶν Ἑβραίων τὰ ἄῤῥενα, ποτὲ δὲ τῷ ποταμῷ ταῦτα παραπέμψαι κελεύσαντες. Ἀλλ' ὅμως καὶ οὕτω τὸ γένος διέφυγε τοῦ θανάτου τὰ μηχανήματα. Ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐ τοῦ, Ἀαρὼν ὃν ἐξελέξατο ἑαυτῷ. Ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ, καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμ.
δʹ. Τῆς ἱστορίας τὰ καίρια τίθησι διηγήματα. Συντεμὼν γάρ φησιν, ὡς ἱκανῶς αὐτοὺς πρὸς τὴν ἀξίαν τιμωρη σάμενος, πέμπει τούτους δι' ὧν ἐποίησε τεράτων, τοὺς μὲν Αἰγυπτίους κολάζων, πρὸς τὴν ἰδίαν δὲ γνῶσιν τοὺς Ἑβραίους παιδεύων. Τῶν σημείων δὲ τὰς αἰτίας τοῖς ἀμφὶ Μωϋσέα μόνοις ἐξέφηνε, λογικὴν κατάληψιν ὡς λογικοῖς μόνοις οὖσι δηλώσας, ὡς εἰδέναι δι' ἣν αἰτίαν ποτὲ μὲν τὰ ὕδατα τῶν Αἰγυπτίων μετέβαλε, ποτὲ δὲ τὸ καθ' ἕκαστον, καὶ διὰ τί κατὰ τήνδε τὴν τάξιν ἐγίνετο, καὶ ταῦτα τίνων εἰκόνες ἢ σύμβολα. Ἐπειδὴ γὰρ μὴ πάντες οἷοί τέ εἰσιν ἐξ ἑαυτῶν καὶ δι' ἑαυτῶν ἀναχωρεῖν τῶν βλαβερῶν, τοῖς οὕτως ἀσθενέσιν ἀποστέλλει Θεὸς τοὺς δυναμένους, ὁδηγοὺς καὶ ἡγεμόνας τῆς ὁδοῦ τῆς ἐπὶ τὰ ἀγαθὰ φερούσης. Εἰσὶ δὲ οὗτοι· ὁ Θεοῦ νόμος, Μωϋσῆς, καὶ ὁ ἀρχιερατικὸς λόγος, οὗ σύμβολον Ἀαρών. Καὶ ἐκεῖνοι μὲν τὴν γλῶτταν ἐκίνουν, καὶ τὸ στόμα ἐδάνειζον τῷ Θεῷ καὶ τὰ ῥήματα ἐξέβαλλον· ἡ δὲ δύνα μις παρ' αὐτοῦ πᾶσα ἐπέμπετο. Ἐξαπέστειλε σκότος καὶ ἐσκότασε, διότι παρεπίκραναν τοὺς λόγους αὐ τοῦ. Καὶ οὐκ ἀντεῖπον οἱ θαυμάσιοι θεράποντες τοῖς θείοις προστάγμασιν, ἀλλὰ τὰ κελευόμενα ἔδρων, καὶ τὴν μακροτάτην αὐτοῖς καὶ τριήμερον ἐπήγαγον νύκτα, μᾶλλον δὲ νυκτὸς ζοφωδέστερον σκότος. Ἡ μὲν γὰρ νὺξ, κἂν ἀσέληνος ᾖ, τῇ αἴγλῃ τῶν ἀστέρων κεράννυται· ἐκεῖνο δὲ τὸ σκότος ψηλαφητὸν ἡ θεία καλεῖ Γραφή. Ὁ γὰρ τοῦ λαοῦ κηδεμὼν Θεὸς οὐ διὰ μεγάλων τινῶν τοὺς Αἰγυπτίους ἐκόλαζεν· οὐ γὰρ ἠπόρει ἡ παντοδύναμος χεὶρ ἀθρόαν αὐτοῖς ὀργὴν ἐπιπέμψαι, λέοντας, ἄρκτους, λιμὸν, ἢ λοιμὸν, ἢ θάνατον· ἀλλὰ δι' ὧν εἶπεν ἐτιμωρεῖτο, καὶ αὐτοὺς ἠρέμα καλῶν εἰς μετάνοιαν· ἡ δὲ μεγίστη τοῦ λαοῦ κάκωσις οὐ διὰ πηλοῦ