24
αἱμάτων κατάπαυσον· ἵνα σοι θυσία καθαρὰ καὶ ἀναίμακτος προσάγηται ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου· ἵνα σου δοξάζηται τὸ πανάγιον ὄνομα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν τε καὶ ἀεὶ καὶ εἰς τοὺς ἅπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν. ξϛʹ. Καὶ κλίνας τὰ γόνατα τρίτον, καὶ προσκυνήσας κατὰ ἀνατολὰς, προσηύξατο πάλιν λέγων· Θεὲ ἐκ Θεοῦ, μόνε ἐκ μόνου, Βασιλεῦ ἐκ βασιλέως, ὁ ἐν οὐρανοῖς ὣν καὶ καθεζόμενος ἐκ δεξιῶν τοῦ σε γεννήσαντος Θεοῦ καὶ Πατρὸς, ὁ ἐπὶ γῆς πολιτευσάμενος διὰ τὴν πάντων ἡμῶν σωτηρίαν· ὁ στέφανος τῶν ὑπὲρ σοῦ εὐσεβῶς ἀθλούντων, ἐπάκουσόν μου τοῦ ταπεινοῦ καὶ ἀναξίου δούλου σου, καὶ μετ' εἰρήνης δέξαι μου τὴν ψυχὴν, καὶ ἀνάπαυσον αὐτὴν μετὰ τῶν ἁγίων τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων καὶ δοξασάντων τὸ ὄνομά σου τὸ ἅγιον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν τε καὶ ἀεὶ καὶ εἰς τοὺς ἅπαντας αἰῶνας τῶν αἰώνων. Ἀμήν. Καὶ ἐγένετο αὐτῷ ἐξ οὐρανοῦ φωνὴ λέγουσα· Ἀρτέμιε, εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ χάρις τῶν ἰαμάτων σοι δεδώρηται· σπεῦδε τοίνυν τὸν δρόμον σου, καὶ τὸν ἀγῶνα τελείωσον· εἴσελθε μετὰ τῶν ἁγίων, καὶ ἀπολάμβανε τὸ βραβεῖον τὸ ἡτοιμασμένον τοῖς ἁγίοις, καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ. Ὁ δὲ παράνομος βασιλεὺς πεσεῖται ἐν Περσίδι, σφάγιον γενησόμενον τοῖς ἀκαθάρτοις δαίμοσιν οὓς ἐθεράπευεν καὶ οὓς ἐτίμα, τοιαύτην ἀντιμισθίαν παρ' αὐτῶν κομισάμενος, καὶ βασιλεύσει ἕτερος ἀντ' αὐτοῦ χριστιανικώτατος καὶ θεοφιλέστατος, καταθραύων καὶ κατασπῶν πάντα τὰ τῶν εἰδώλων σεβάσματα. Ὁ δὲ λαὸς τοῦ Θεοῦ εὐφρανθήσεται, καὶ πᾶσαι Ἐκκλησίαι ἐλευθερωθήσονται τῆς εἰδωλομανίας, καὶ βαθεῖα εἰρήνη τὴν οἰκουμένην ἅπασαν καταλήψεται, καὶ τὸ ὄνομα τοῦ Χριστοῦ ὑψωθήσεται καὶ μεγαλυνθήσεται ἀπὸ περά 96.1316 των ἕως περάτων τῆς οἰκουμένης. Οὐ γὰρ ἔτι ἀρεῖ κεφαλὴν ἡ εἰδωλολατρεία, οὐδ' οὐ μὴ σχῇ χώραν ὁ Σατανᾶς, τοῦ τὸν θεμέλιον τῆς Ἐκκλησίας ἀναμοχλεῦσαι πύλαι γὰρ ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. ξζʹ. Ταῦτα παρὰ τῆς θείας φωνῆς ἐνωτισθεὶς ὁ Μακάριος, καὶ πληροφορίαν λαβὼν τῶν μελλόντων πραγμάτων γενήσεσθαι, εὐχαρίστησέ τε τῷ Θεῷ, καὶ χαρᾶς καὶ εὐφροσύνης γενόμενος ἔμπλεως, ἔκλινε τὸν αὐχένα· καὶ προσελθὼν εἷς τῶν στρατιωτῶν, ἀπέτεμεν τὴν ἁγίαν αὐτοῦ κεφαλὴν, εἰκάδα ἐπέχοντος τοῦ Ὀκτωβρίου μηνὸς, ἐν ἡμέρᾳ ἕκτῃ τῇ καλουμένῃ Παρασκευῇ. Οὗ τὸ μακάριον καὶ ἅγιον σῶμα ἐξῃτήσατο παρὰ τοῦ βασιλέως Ἰουλιανοῦ γυνή τις πιστὴ, ὀνόματι Ἀρίστη, διάκονος ὑπάρχουσα τῆς ἐν Ἀντιοχείᾳ Ἐκκλησίας· καὶ ἐπέτρεψε δοθῆναι αὐτῇ· ἣ καὶ ποιήσασα γλωσσόκομον καὶ σμυρνίσασα τὸ ἅγιον αὐτοῦ καὶ μακάριον σῶμα, καὶ πολυτίμοις ἀρώμασι καὶ μύροις εὐωδιάσασα, κατέθετο ἐν τῷ γλωσσοκόμῳ, καὶ ἀνέπεμψεν ἐν τῇ πανευδαίμῳ Κωνσταντίνου πόλει, ἐν τόπῳ ἐπισήμῳ καταθεμένη, ὡς βουλομένη οἶκον ἄξιον τοῦ ἁγίου μεγαλομάρτυρος Ἀρτεμίου, πρὸς τὸ σύναξιν ἐπιτελεῖσθαι εἰς μνημόσυνον τῆς ἀοιδίμου μαρτυρίας αὐτοῦ. Ταῦτα ἐπράχθη ἐν Ἀντιοχείᾳ τῇ μεγίστῃ πόλει Συρίας, ἐπὶ Ἰουλιανοῦ Καίσαρος, τοῦ ἐπικληθέντος Παραβάτου, ἀνθυπατεύοντος ∆ουλκιτίου, καὶ τὴν ὕπαρχον διεπόντος ἀρχὴν Σαλουστίου· ἐν τόπῳ καλουμένῳ ∆άφνῃ, βασιλευόντος ἐφ' ἡμᾶς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ξηʹ. Ἐπεὶ δὲ ἀνωτέρω εἰρήκαμεν ὡς ὁ παραβάτης Ἰουλιανὸς ἀπέστειλεν εἰς Ἱεροσόλυμα τοῦ τὸν ναὸν τῶν Ἰουδαίων ἀνοικοδομήσασθαι, ὃν Οὐεσπεσιανὸς καὶ Τίτος ὁ τούτου υἱὸς μετὰ τῆς πόλεως καὶ τοῦτον καθεῖλον καὶ ἐνεπύρισαν, καθὼς προείρηκεν ὁ ∆εσπότης Χριστὸς περὶ αὐτοῦ πρὸς τοὺς θεηγόρους αὐτοῦ μαθητὰς, ὅτι οὐ μὴ μείνῃ λίθος ἐπάνω λίθου ὃς οὐ μὴ καταλυθῇ. Θέλων οὖν ὁ παράνομος τὰς τοῦ Χριστοῦ φωνὰς ψευδεῖς ἀποδεῖξαι, ἐσπούδαζε μάλιστα τὸν ναὸν οἰκοδομεῖν, προστάξας ἐκ τῶν