1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

25

εὐαγγελιζόμενος Σιών. ἰσάγγελον τοίνυν ανδρα ζητῶν ὁ προφήτης, τὸν δυνάμενον λέγειν ̔Ημῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἠρώτα πρὸς ον ἀποκρίνεται ὁ δεσπότης· Πορευόμενος κτλ. 86 Ps 14,3 ̔Ο διαγραφόμενος ἐκ τῶν προκειμένων φιλάλληλος καὶ φιλέταιρος ὑπάρχων σπεύδει σοφὸς ειναι, σοφοῖς συνδιατρίβων, παντὶ σθένει τῶν ἀφρόνων ἀπάγων ἑαυτόν, οπως μὴ γνωσθῇ εις ων αὐτῶν. εἰ τοίνυν ἐκτρέπεται τοὺς φαύλους, σύνεστι δὲ τοῖς ἀγαθοῖς (ἀγαθοὶ γὰρ οἱ σοφοὶ οις συμπορεύεσθαι προτέθειται), ὀνειδισμὸν οὐ δέχεται ἐπὶ τοῖς ἐγγίζουσιν αὐτῷ, ὀνειδιζομένων ἀεὶ τῶν ἐχόντων κακοὺς ἐγγίζοντας αὐτοῖς ὡς αυ ὑμνουμένων τῶν πλησίον καὶ φίλους ἀγαθοὺς ἐχόντων. τούτῳ αὐτῷ ἀπαρέσκεται ὁ φάσκων· Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, ουτός μοι ἐλειτούργει· λαλῶν αδικα οὐ κατεύθυνεν ἐναντίον τῶν ὀφθαλμῶν μου. 87 Ps 14,4c Εστιν δὲ ορκος τοῦ τηλικούτου ἀνδρὸς ἀκατάγνωστος λόγος, ἐφ' ῳ βεβαιοῦται τὸ Ναὶ ναὶ καὶ τὸ Ου ου. εἰ δὲ καί ποτε τῶν πρὸς ους ὁ λόγος χάριν καὶ θεοῦ μάρτυρος χρεία, ἀπεριέργως καὶ τοῦτο ποιεῖ, ὡς ὁ θεσπέσιος ἀπόστολος τύπον καὶ ἀγωγὴν ορκων καταλειπὼν ἐν ταῖς ̓Επιστολαῖς οπου μέν φησιν· Μάρτυς μοί ἐστιν ὁ θεὸς ῳ λατρεύω ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ· οπου δέ· Μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν· καὶ πάλιν· Οιδεν ὁ ων θεὸς ἐπὶ πάντας, οὐ ψεύδομαι. αυτη γὰρ ἀνεπίληπτος πίστις· καὶ γὰρ ορκος οὐδὲν ετερόν ἐστιν η λόγος μετὰ θεοῦ μαρτυρίας η πρᾶγμα βεβαιούμενον μετὰ θεοῦ μαρτυρίας. οπως δ' αν εχῃ ὁ ορκος, οὐκ ἀθετεῖ ὀμνὺς τῷ πλησίον. 88 Ps 14,5ab Εστιν δὲ καὶ δανείζειν πνευματικῶς ανευ τόκου, καθὸ σημαινόμενον ειρηται τοῖς μαθηταῖς ̓Ιησοῦ πρὸς τοῦ διδασκάλου· Καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. πῶς γὰρ αν αἰσθητῶς τοῦτο φήσειέν τις εἰρῆσθαι τοῖς λέγουσιν ̓Αφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, τοῖς μετὰ παρρησίας λέγουσιν ̓Αργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι; ἐπεὶ τοίνυν περιγράφεται τὸ αἰσθητῶς δανείζειν τοὺς ἁγίους (αν ποτε λέγωνται τοῦτο ποιεῖν), πνευματικῶς αὐτὸ ἐκλαβεῖν δεῖ, δανείζοντος παντὸς νοητῶς τὸν διδάσκοντα λόγον οντα ἀργύριον ἐπὶ τῷ κερδῆσαί τι σωματικόν. εἰ γὰρ καὶ σπείροντες τὰ πνευματικὰ ἐν τῷ διδάσκειν τὰ σαρκικὰ δέχονται πρὸς μόνον τὸ τραφῆναι ( Αξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ), ομως οὐ δανείζουσιν· οὐ γὰρ τὸ κατ' ἀξίαν τῶν δοθέντων λογικῶν ἀργυρίων δέχονται, ἀλλ' η μόνην τροφήν. 89 Ps 14,5c Οὐ σαλευθήσεται δὲ εἰς τὸν αἰῶνα, διὰ βίου μένων αις κατώρθωσεν ἀρεταῖς. ταὐτὸν γὰρ τὸ λεγόμενον ἐνταῦθα τῷ Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, καὶ τῷ Εσται σοι δοῦλος εἰς τὸν αἰῶνα. ασειστος εἰς τὸν αἰῶνα μένει ὁ ἀκούσας τῶν ̓Ιησοῦ λόγων καὶ ποιήσας αὐτούς· εχει γὰρ τῆς ἑαυτοῦ πολιτείας οἰκίας ὀνομαζομένης τοὺς θεμελίους ἐπὶ τὸν Χριστὸν ἱδρυμένους, καλούμενον πέτραν. ουτω βέβαιοι ησαν περὶ ων ̓Ιησοῦς ειπεν· Εἰσί τινες τῶν ωδε ἑστηκότων· καὶ ετι περὶ ων ὁ ἀπόστολος γράφει· Τεθεμελιωμένοι καὶ ἐρριζωμένοι ἐν τῇ ἀγάπῃ. εἰ δὲ τὸ εἰς τὸν αἰῶνα μὴ σαλεύεσθαι καὶ πλείονά τινα παρέκτασιν αἰῶνος ἐμφαίνει παραπλησίως τῷ εἰρημένῳ Καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ ζήσεται εἰς τὸν αἰῶνα, ἐπίσκεψαι.

90 Ps 15,1a ̓Ακλόνητοι μένοντες εἰς τὸν αἰῶνα οἱ αγιοι βίον κατορθοῦσιν οὐ

χρόνῳ περιοριζόμενον ἀλλ' ἀεὶ μένοντα, οια στήλην τῆς νίκης αὐτῶν σύμβολον ουσαν· καὶ ταύτη στηλογραφία τοῦ ∆αυὶδ ειναι ειρηται ἡ τοῦ ἐκτεθησομένου ψαλμοῦ προγραφή. οὐ γὰρ τῶν καταλυομένων καὶ μηκέτι ὑπαρχουσῶν αἱ πράξεις αὐτῶν τυγχάνουσιν· ουτω δ' εχουσιν αἱ τῶν ἁμαρτωλῶν ὡς μὴ παραμένειν αὐτάς. πρόσκαιρος γοῦν ἡ τῆς ἁμαρτίας ἀπόλαυσις ειρηται, καὶ τὸ μὴ εσεσθαι τὴν ἁμαρτίαν τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ· ζητουμένη γὰρ οὐχ εὑρεθήσεται. ἀλλ' οὐχ ὁ τῶν ἁγίων βίος τοιοῦτος· σκοποῦσι γὰρ τὰ μὴ βλεπόμενα καὶ αἰώνια. λέγεται γοῦν