1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

25

κατὰ Χριστὸν ἀνθρώπου τὴν μεσιτείαν ἐργασαμένου, ᾧ διὰ τῆς ἀναληφθείσης ἡμῶν ἀπαρχῆς ὅλον τῇ δυνάμει συνανε 144 κράθη τὸ φύραμα. ἐπεὶ οὖν ὁ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν, οὐδ' ἐν τοῖς προσώποις τοῖς ἐν τῇ πίστει παραδεδομένοις ἐμμεριζόμενος (μία γὰρ ἡ θεότης ἐν πατρί τε καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ), διὰ τοῦτο γίνεται μεσίτης ἅπαξ ὁ κύριος θεοῦ καὶ ἀνθρώπων, συνάπτων τὸν ἄνθρω πον δι' ἑαυτοῦ τῇ θεότητι. ἀλλὰ καὶ διὰ τοῦ κατὰ τὸν μεσίτην νοήματος τὸ εὐσεβὲς τῆς πίστεως ἐδιδάχθημεν. ὁ γὰρ μεσίτης θεοῦ καὶ ἀνθρώπων ὥσπερ τῆς ἀνθρωπίνης φύσεως τὴν κοινωνίαν ἐδέξατο, οὐ νομισθεὶς ἄνθρωπος, ἀλλὰ γεγονὼς κατὰ ἀλήθειαν, οὕτω καὶ ἀληθινὸς θεὸς ὢν οὐκ ἐπωνυμίᾳ τετιμημένος ἐστὶν ψιλῇ τῆς θεότητος, ὡς ὁ Εὐνόμιος βούλεται.

145 Ὅσα δὲ τοῖς εἰρημένοις προστίθησι, τῆς αὐτῆς ἀνοίας ἔχεται, μᾶλλον δὲ κακονοίας. υἱὸν γὰρ αὐτὸν εἰπών, ὃν ἐν τοῖς μικρῷ πρόσθεν εἰρημένοις κτιστὸν εἶναι σαφῶς διωρίσατο, καὶ μονογενῆ θεὸν ὀνομάσας, ὃν μετὰ τῶν λοιπῶν τῶν διὰ τῆς κτίσεως γεγονότων ἠρίθμησεν, ὅμοιον εἶπε τῷ γεννήσαντι κατ' ἐξαίρετον ὁμοιότητα μόνον κατὰ τὴν ἰδιάζουσαν ἔννοιαν. χρὴ τοίνυν διασταλῆναι πρῶτον τοῦ ὁμοίου τὸ σημαινόμενον, ποσα χῶς ἐν τῇ καταχρήσει τῆς συνηθείας λέγεται, εἶθ' οὕτως 146 ἐπὶ τὴν ἐξέτασιν τῶν προκειμένων ἐλθεῖν. πρῶτον μὲν γὰρ ὅσα παραψεύδεται τὰς αἰσθήσεις ἡμῶν, οὐ τὰ αὐτὰ μὲν ἀλλήλοις ὄντα κατὰ τὴν φύσιν, διὰ δέ τινος τῶν παρεπο μένων τοῖς ὑποκειμένοις, σχήματος λέγω καὶ χρώματος καὶ ἤχου, καὶ τῶν ὅσα διὰ γεύσεώς τε καὶ ὀσφρήσεως καὶ ἁφῆς τὸν παραλογισμὸν ἐμποιεῖ, ἄλλα μὲν ὄντα κατὰ τὴν φύσιν, ἕτερα δὲ παρ' ἃ πέφυκεν εἶναι ὑποκρινόμενα, ταῦτα ὁμοίως ἔχειν ἡ συνήθεια λέγει· οἷον ὅταν ἡ ἄψυχος ὕλη μορφωθῇ διὰ τῆς τέχνης πρός τινα ζῴου μίμησιν διὰ γλυφῆς ἢ ζῳγραφίας ἢ πλάσματος, ὅμοιον λέγεται τῷ ἀρ 147 χετύπῳ τὸ μίμημα. ἐνταῦθα γὰρ ἄλλη μὲν τοῦ ζῴου ἡ φύσις, ἑτέρα δὲ τῆς ὕλης τῆς παραψευδομένης τὴν ὄψιν διὰ χρώματος μόνου καὶ σχήματος. τοῦ δὲ αὐτοῦ εἴδους ἐστὶ τῆς ὁμοιότητος καὶ ἡ ἐν κατόπτρῳ εἰκὼν τῆς ἀρχε τύπου μορφῆς, ἐναργεῖς φέρουσα τὰς ἐμφάσεις, οὐ μὴν ἐκεῖνο κατὰ τὴν φύσιν οὖσα, ὅπερ ἐστὶ τὸ ἀρχέτυπον. ὡσ αύτως καὶ τὴν ἀκοὴν ἔστι τὸ ἴσον παθεῖν, ὅταν τις τὴν φωνὴν τῆς ἀηδόνος τῷ οἰκείῳ φθόγγῳ μιμούμενος ὀρνέου 148 δοκεῖν ἐπακροᾶσθαι τὴν ἀκοὴν ἀναπείσῃ. πάσχει δὲ τὸν τοιοῦτον παραλογισμὸν καὶ ἡ γεῦσις, ὅταν ὁ τοῦ καρποῦ τῶν σύκων χυμὸς τὴν τοῦ μέλιτος ἡδονὴν ὑποκρίνηται· ἔχει γάρ τι ἐοικὸς πρὸς τὴν γλυκύτητα τοῦ μέλιτος ὁ χυμὸς τῆς ὀπώρας. οὕτω δι' ὁμοιότητος ἔστιν παραλογισθῆναί ποτε καὶ τὴν ὄσφρησιν, ὅταν ὁ ἀτμὸς τῆς χαμαιμήλου βο τάνης αὐτὸ τὸ εὐῶδες μῆλον τῇ εὐπνοίᾳ μιμούμενος ἀπα τήσῃ τὴν αἴσθησιν. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐν τῇ ἁφῇ ποικίλως ἡ ὁμοιότης διαψεύδεται τὴν ἀλήθειαν, ἐπειδὰν ἀργυροῦν ἢ χάλκεον νόμισμα ἰσομέγεθες τῷ χρυσῷ καὶ κατὰ τὸν σταθμὸν ὁμοίως ἔχον ἀντὶ τοῦ χρυσοῦ νομισθῇ, 149 μὴ ἐπικρινούσης τῆς ὄψεως τὴν ἀλήθειαν. ταῦτα γενικῶς εἴρηται δι' ὀλίγων, ὅσα δι' ὁμοιότητός τινος τὸν παραλο γισμὸν ἐμποιεῖ τοῖς αἰσθητηρίοις, ἄλλο τι παρ' ὅ ἐστι νομι ζόμενα. ἔξεστι δὲ διὰ φιλοπονωτέρας τῆς ἐξετάσεως πλα τῦναι διὰ τῶν πραγμάτων τὸν λόγον, ὅσα ἑτερογενῶς μὲν ἔχει πρὸς ἄλληλα, διὰ δέ τινος τῶν παρεπομένων ὁμοιοῦσθαι τὸ ἕτερον τῷ ἑτέρῳ νομίζεται. ἆρα μή τι τοιοῦτον ὁμοιό τητος εἶδος ἐπιθρυλεῖ τῷ υἱῷ; ἀλλ' οὐκ ἂν εἰς τοῦτο παραπληξίας ἔλθοι, ὥστε τὴν ἀπατηλὴν ὁμοιότητα ἐπὶ τῆς ἀληθείας βλέπειν. πάλιν ἄλλην ὁμοιότητα ἐν τῇ θεο πνεύστῳ γραφῇ ἐδιδάχθημεν παρὰ τοῦ εἰπόντος ὅτι Ποιή σωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.

150 ἀλλ' οὐκ ἂν οἶμαι τὸν Εὐνόμιον ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πα τρὸς τοῦτο βλέπειν τὸ εἶδος τῆς ὁμοιότητος, ὡς ταὐτὸν τῷ ἀνθρώπῳ τὸν μονογενῆ θεὸν ἀποφήνασθαι. οἴδαμεν καὶ ἕτερον ὁμοιότητος εἶδος, ὅπερ ἐν τῇ κοσμογονίᾳ φησὶ