25
γὰρἀφίημι λοιπὸν ἐπεξελθεῖν τῇ τῶν λόγων τούτων τερατείᾳ, ἵνα μὴ αὐτοὶ τοῦτο δόξωμεν προῃρῆσθαι, τὸ γελωτοποιεῖν ἁπλῶς, καὶ τὸν χρόνον εἰκῆ παραναλώσωμεν. Εἰ γὰρ μήτε περὶ τοῦ Πνεύματος ταῦτα εἴρηται (ὥσπερ οὖν οὐδὲ εἴρηται, καθὼς ἀποδέδεικται), μήτε περὶ τῆς κτίσεως, ἔχοιντο δὲ ἔτι τῆς αὐτῆς ἀναγνώσεως· τὸ πάντων ἀτοπώτερον ἐκεῖνο ἕψεται, ὅπερ ἔμπροσθεν εἰρήκαμεν, τὸ τὸν Υἱὸν δι' ἑαυτοῦ γεγενῆσθαι. Εἰ γὰρ τὸ φῶς τὸ ἀληθινὸν ὁ Υἱός ἐστι, τὸ δὲ φῶς τοῦτο ζωὴ ἦν, ἡ δὲ ζωὴ γέγονεν ἐν αὐτῷ· ἀνάγκη πᾶσα τοῦτο συνενεχθῆναι κατὰ τὴν ἐκείνων ἀνάγνωσιν. ∆ιὸ ταύτην ἀφέντες, ἐπὶ τὴν νενομισμένην ἔλθωμεν ἀνάγνωσίν τε καὶ ἐξήγησιν. Τίς δέ ἐστιν αὕτη; Τὸ μέχρι τοῦ, Ὃ γέγονεν, ἀναπαῦσαι τὸν λόγον· εἶτα ἀπὸ τῆς ἑξῆς λέξεως ἄρξασθαι τῆς λεγούσης, Ἐν αὐτῷ ζωὴ ἦν. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· Χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἓν ὃ γέγονεν. Εἴ τι γέγονε τῶν γενητῶν, φησὶν, οὐκ ἐγένετο χωρὶς αὐτοῦ. Ὁρᾷς πῶς τῇ βραχεία ταύτῃ προσθήκῃ πάντα διωρθώσατο τὰ ὑφορμοῦντα ἄτοπα; Τῷ γὰρ ἐπαγαγεῖν, ὅτι Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, καὶ προσθεῖναι, Ὃ γέγονε, τά τε νοητὰ περιέλαβε, καὶ τὸ Πνεῦμα ὑπεξεῖλεν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ἵνα μή τις εἴπῃ· Οὐκοῦν εἰ πάντα δι' αὐτοῦ, καὶ τὸ Πνεῦμα γέγονε, τῆς προσθήκης ἐδεήθη ταύτης. Ἐγὼ γὰρ, φησὶν, εἴ τι γενητόν ἐστι, τοῦτο εἶπον δι' αὐτοῦ γεγενῆσθαι, κἂν ἀόρατον ᾖ, κἂν ἀσώματον, κἂν ἐν τοῖς οὐρανοῖς. ∆ιὰ τοῦτο οὐχ ἁπλῶς εἶπον πάντα, ἀλλ' εἴ τι γέγονε, τουτέστι, τὰ γενητά. Τὸ δὲ Πνεῦμα οὐ γενητόν. Εἶδες διδασκαλίαν ἠκριβωμένην; Ἀνέμνησε τῆς δημιουργίας τῶν αἰσθητῶν· προλαβὼν γὰρ αὐτὰ Μωϋσῆς ἐδίδαξεν· εἶτα ἐκεῖθεν προκόψαντας, ἐπὶ τὰ ὑψηλότερα ἀγαγὼν, τὰ ἀσώματα λέγω καὶ τὰ ἀόρατα, ὑπεξεῖλε τῆς κτίσεως ἁπάσης τὸ Πνεῦμα τὸ ἅγιον. Οὕτω καὶ Παῦλος ἀπὸ τῆς χάριτος ταύτης ἐμπνεόμενος ἔλεγεν· Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. Καὶ ὅρα πάλιν καὶ ἐνταῦθα τὴν αὐτὴν ἀκρίβειαν. Τὸ γὰρ 59.56 αὐτὸ Πνεῦμα ταύτην ἐκίνει τὴν ψυχήν. Ἵνα γὰρ μήτε ὑπεξέλῃ τις τῶν γενητῶν τι τῆς τοῦ Θεοῦ δημιουργίας, διὰ τὸ ἀόρατα αὐτὰ εἶναι· μήτε τούτοις ἐγκαταμίξῃ τὸν Παράκλητον, παραδραμὼν καὶ αὐτὸς τὰ αἰσθητὰ καὶ πᾶσι γνώριμα, τὰ ἐν τοῖς οὐρανοῖς ἀπαριθμεῖται λέγων· Εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι. Τὸ γὰρ, Εἴτε, ἐφ' ἑκάστου κείμενον, οὐδὲν ἄλλο ἡμῖν ἐμφαίνει, ἢ τοῦτο, τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονεν. Εἰ δὲ τὸ, ∆ιὰ, νομίζεις ἐλαττώσεως εἶναι, ἄκουσον αὐτοῦ λέγοντος· Σὺ καταρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· ὃ περὶ τοῦ Πατρὸς ὡς δημιουργοῦ εἴρηται, τοῦτο περὶ τοῦ Υἱοῦ λέγων· οὐκ ἂν εἰπὼν, εἰ μὴ ὡς περὶ δημιουργοῦ, ἀλλ' οὐχ ὑπουργοῦντός τινι τὴν δόξαν εἶχε. Εἰ δὲ ἐνταῦθα τὸ, ∆ι' αὐτοῦ, εἴρηται, δι' οὐδὲν ἕτερον τέθειται, ἀλλ' ἵνα μὴ ἀγέννητον ὑποπτεύσῃ τις τὸν Υἱόν. Ἐπεὶ ὅτι κατὰ τὸ τῆς δημιουργίας ἀξίωμα οὐδὲν ἔλαττον ἔχει τοῦ Πατρὸς, ἄκουσον αὐτοῦ λέγοντος· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ· οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Εἰ μὲν οὖν περὶ τοῦ Υἱοῦ καὶ ἐν τῇ Παλαιᾷ τὸ, Καταρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, εἴρηται, σαφὲς τὸ τῆς δημιουργίας ἀξίωμα· εἰ δὲ περὶ τοῦ Πατρὸς τοῦτο τὸν Προφήτην εἰρηκέναι λέγεις, τὸν δὲ Παῦλον τῷ Υἱῷ προσνενεμηκέναι τὸ περὶ ἐκείνου λεχθὲν, καὶ οὕτω τὸ αὐτὸ γίνεται πάλιν. Οὐδὲ γὰρ ἂν καὶ τῷ Υἱῷ πρέπειν αὐτὸ ὁ Παῦλος ἐνομοθέτησεν, εἰ μὴ σφόδρα ἐθάῤῥει, ὅτι τὰ τῆς ἀξίας ὁμότιμα ἦν. Καὶ γὰρ ἦν τόλμης ἐσχάτης, τὰ τῇ ἀσυγκρίτῳ πρέποντα φύσει, ἐπὶ τὴν ἐλάττω καὶ ἀποδέουσαν ἐκείνης ἀγαγεῖν. γʹ. Ἀλλ' οὔτε ἐλάττων ἐστὶν, οὔτε ἀποδέει τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱός. ∆ιόπερ οὐ ταῦτα μόνον ἐθάῤῥησεν εἰπεῖν ὁ Παῦλος περὶ αὐτοῦ, ἀλλὰ καὶ ἕτερα τοιαῦτα. Τὸ γὰρ, Ἐξ οὗ, ῥῆμα, ὅπερ ὡς ἄξιόν τινα μόνου τοῦ Πατρὸς ἀπονέμεις κλῆρον, καὶ περὶ τοῦ Υἱοῦ φησιν, οὕτω λέγων· Ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἀφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει εἰς τὴν αὔξησιν τοῦ Θεοῦ. Καὶ οὐκ ἀρκεῖται τούτῳ μόνῳ, ἀλλὰ καὶ ἑτέρωθεν