1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

25

δημοσίων πραγμάτων τε καὶ χρημάτων ποιεῖσθαι πᾶσαν τὴν τῆς οἰκοδομῆς ἔξοδον. Συνδραμόντων οὖν τῶν Ἰουδαίων, καὶ μετὰ πολλῆς τῆς χαρᾶς τοῦ ἔργου ἐναρξαμένων, καὶ τὴν τῶν θεμελίων τάφρον ἐξορυττόντων ἀργυραῖς ἅμμαις καὶ σκάφαις, καὶ τοὺς θεμελίους ἠμέλλον καταβάλλεσθαι, σφοδροτάτη καταιγὶς ἐπελθοῦσα, τὸ κενωθὲν ἀντεχώννυ. Ἀστραπῶν δὲ καὶ βροντῶν καθ' ὅλην ἐκείνην τὴν νύκτα συνεχῶς καταπεμπομένων, σεισμὸς ἐγγιζούσης λοιπὸν τῆς ἡμέρας ἐγένετο, ὥστε πολλοὺς καὶ ὑπαίθρους μένοντας ἐναποψύξαι· καὶ πῦρ ἐκ τῶν ὀρυσσομένων θεμελίων ἐξενεχθὲν, πάντας τοὺς εὑρεθέντας ἐκεῖσε κατέφλεξεν· καταπεσεῖν δὲ καὶ πόλεις συνέβη τὰς περὶ Νικόπολιν, καὶ Νεάπολιν, Ἐλευθερόπολίν τε καὶ Γάζαν, καὶ ἑτέρας πλείους· στοά τε τῆς Αἰλίας ἤγουν Ἱερουσαλὴμ, ἢ παρὰ τὴν συναγωγὴν τῶν 96.1317 Ἰουδαίων πολλοὺς τῶν εἰρημένων κατενεχθεῖσα ἀνεῖλεν· πῦρ τε ἐκραγὲν ἀδήλως, πλείστους Ἰουδαίων κατέκαυσεν· ἐγένετο δὲ καὶ σκότος κατὰ τοὺς τόπους ἐκείνους καὶ σεισμοὶ συνεχεῖς, πολλὰς φθορὰς ἐν πολλαῖς ἐργασάμενοι πόλεσιν. ξθʹ. Ὁ δὲ Ἰουλιανὸς ἀπάρας ἀπὸ τῆς Ἀντιοχείαςσὺν παντὶ τῷ στρατεύματι, ἐπὶ τὴν Περσίδα γῆν ἐπορεύετο. Καὶ τὴν Κτησιφῶντα πόλιν καταλαβὼν, ἐδόκει τι μέγα διαπραξάμενος ἔργον, ἐφ' ἕτερα μεταβαίνειν κρείττονα. Ἔλαθεν δὲ αὐτὸν ἐξαπατηθεὶς ὁ παμμίαρος. Ἔρωτα γὰρ διαβολικὸν τῆς εἰδωλομανίας ἐγκτησάμενος, καὶ ἐλπίσας διὰ μὲν τῶν ἀθέων θεῶν αὐτοῦ πολυχρόνιον τὴν βασιλείαν ἕξειν, καὶ νέον γενέσθαι Ἀλέξανδρον, περιγενέσθαι δὲ καὶ τῶν Περσῶν, καὶ τὸ τῶν Χριστιανῶν ἐξαλείφειν εἰς ἅπαν γένος καὶ ὄνομα, ἐξέπεσε τῆς ὑπερηφάνου διάνοιας· γέροντι γὰρ ἐντυχὼν Πέρσῃ καὶ παρ' αὐτοῦ ἀπατηθεὶς, ὥστε τὰ βασίλεια τῶν Περσῶν καὶ πάντα τὸν πλοῦτον ἀμογητὶ παραλήψεσθαι, ἐνέβαλεν αὐτὸν ἐπὶ τὴν Καρμανίτην ἔρημον εἰς ἀνοδίας καὶ βάραθρα καὶ εἰς ἐρήμους καὶ ἀνύδρους τόπους μετὰ παντὸς τοῦ στρατεύματος, καὶ δίψῃ καὶ λιμῷ πιέσας αὐτοὺς, καὶ πᾶσαν τὴν ἵππον ἐναποκτείνας ὡμολόγησεν ὁ Πέρσης ἑκουσίως αὐτοὺς πεπλανηκέναι, ὡς ἂν διαφθαρεῖεν ὑπ' αὐτοῦ, καὶ μὴ τὴν ἑαυτοῦ πατρίδα πορθουμένην ὑπὸ τῶν ἐχθίστων θεάσοιτο. Τοῦτον μὲν οὖν παραυτίκα μεληδὸν κατακόψαντες, τῷ θανάτῳ παρέπεμψαν· εὐθέως δὲ καὶ μετὰ τῆς τηλικαύτης ταλαιπωρίας, πίπτοντες ἄκοντες τῷ τῶν Περσῶν στρατεύματι, καὶ συμβολῆς γενομένης, αὐτὸς Ἰουλιανὸς τῇδε κἀκεῖ διατρέχων καὶ διαταττόμενος, περιπίπτει δόρατι, ὡς μέν τινες φάσκουσι, στρατιώτου· ὡς δὲ ἄλλοι, σαρακηνοῦ τῶν Περσῶν· ὡς δ' ὁ Χριστιανῶν ὁ ἀληθὴς καὶ ἡμέτερος [λόγος], τοῦ ∆εσπότου Χριστοῦ ἀντιταξαμένου αὐτῷ Τόξον γὰρ ἀθρόως ἀπὸ τοῦ ἀέρος ἐνταθὲν καὶ βέλος ἐπ' αὐτὸν ὡς ἐπὶ σκοπὸν ἀφιὲν, καὶ διὰ τῶν λαγόνων ὁρμῆσαν, διαμπερὲς ἔτρωσεν αὐτὸν εἰς τὰ ὑποχόνδρια. Καὶ ἀνοιμώξας βαρύ τε καὶ δυσηχὲς, ἔδοξε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐνώπιον αὐτοῦ ἑστάναι καὶ ἐπεγγελᾷν αὐτῷ· ὁ δὲ σκότους καὶ μανίας πλησθεὶς δεξάμενος τῇ χειρὶ τὸ ἴδιον αἷμα καὶ εἰς τὸν ἀέρα ῥάνας, πρὸς τῇ ἐκπνοῇ γενόμενος, ἀνέκραξε λέγων· Νενίκηκας, Χριστὲ, χορτάσθητι, Γαλιλαῖε! Καὶ οὕτως τὸν ἔχθιστον θάνατον καταλαβὼν, κατέστρεψε τὸν βίον, τοὺς αὐτοῦ θεοὺς πολλὰ λοιδορησάμενος. οʹ. Τοῦ δὲ Παραβάτου πεσόντος ἐν τῷ μεταιχμίῳ τοῦ στρατοπέδου, Ἰοβιανὸς ἀναγορεύεται βασιλεὺς ὑπὸ τοῦ στρατοπέδου· καὶ σπονδὰς πρὸς τὸν Πέρσην εἰρηνικὰς ποιησάμενος, τὴν Νίσιβιν παραδοὺς τοῖς Πέρσαις ἄνευ τῶν οἰκητόρων, ἐξῆλθεν ἐκεῖθεν· ὁ γὰρ στρατὸς λιμῷ καὶ λοιμῷ διεφθείρετο. Ἐλθὼν δὲ αὐτὸς ἐπὶ τῆς τῶν Ῥωμαίων γῆς, τῇ τῶν Ἀνομοιητῶν αἱρέσει προσετέθη, ἤγουν Εὐνομιανῶν· φθάσαντος δὲ αὐτοῦ τὴν Γαλατικὴν ἐπαρχίαν, αὐτόθι ἐν ∆αδαστάνοις ἔν τινι χωρίῳ, οὕτω καλουμένῳ, ἄφνω καταστρέφει τὸν βίον· καὶ μένει ὁ λαὸς ἀβασίλευτος ἡμέρας τεσσαράκοντα, ἄχρις οὗ ἐλθόντες ἐν Νικαίᾳ, Οὐαλεντινιανὸν