1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

25

καὶ ἡ τύχη ὑπούργει τῇ γνώμῃ συγκατεργαζομένη τῶν ἀνθρώπων διαφθορὰν 12.17 σεισμοῖς τε γὰρ καὶ λοιμοῖς καὶ ὑδάτων ποταμίων ἐπιρροαῖς ὑπὸ τὸν χρόνον τοῦτον πλεῖστα διολωλέναι τετύχηκεν, ὥς μοι αὐτίκα λελέξεται. οὕτως οὐκ ἀνθρωπείῳ, ἀλλ' ἑτέρῳ σθένει τὰ δεινὰ ἔπρασσον. 12.18 Λέγουσι δὲ αὐτοῦ καὶ τὴν μητέρα φάναι τῶν ἐπιτηδείων τισὶν ὡς οὐ Σαββατίου τοῦ αὐτῆς ἀνδρὸς 12.19 οὐδὲ ἀνθρώπων τινὸς υἱὸς εἴη. ἡνίκα γὰρ αὐτὸν κύειν ἔμελλεν, ἐπιφοιτᾶν αὐτῇ δαιμόνιον οὐχ ὁρώμενον, ἀλλ' αἴσθησίν τινα ὅτι δὴ πάρεστιν αὐτῇ παρασχὸν ἅτε ἄνδρα γυναικὶ πλησιάσαντα, καθάπερ ἐν ὀνείρῳ ἀφανισθῆναι. 12.20 Τινὲς δὲ τῶν αὐτῷ παρόντων τε πόρρω που τῶν νυκτῶν καὶ ξυγγινομένων ἐν Παλατίῳ δηλονότι, οἷσπερ ἐν καθαρῷ ἡ ψυχὴ ἦν, φάντασμά τι θεάσασθαι δαι12.21 μόνιον ἄηθες σφίσιν ἀντ' αὐτοῦ ἔδοξαν. ὁ μὲν γὰρ ἔφασκεν ἄφνω μὲν αὐτὸν θρόνου τοῦ βασιλείου ἐξαναστάντα περιπάτους ἐνταῦθα ποιεῖν· συχνὸν γὰρ καθῆσθαι οὐδαμῆ εἴθιστο· τῆς δὲ κεφαλῆς ἐν τῷ παραυτίκα τῷἸουστινιανῷ ἀφανισθείσης τὸ ἄλλο οἱ σῶμα τούτους δὴ τοὺς μακροὺς διαύλους ποιεῖν δοκεῖν, αὐτόν τε ἅτε οἱ τῶν ὀμμάτων περὶ τὴν θέαν ὡς ἥκιστα ὑγιαινόντων, ἀσχάλλοντα καὶ διαπορούμενον 12.22 ἐπὶ πλεῖστον ἑστάναι. ὕστερον μέντοι τῆς κεφαλῆς τῷ σώματι ἐπανηκούσης τὰ τέως λειπόμενα οἴεσθαι 12.23 παρὰ δόξαν ἀναπιμπλάναι. ἄλλος δὲ παρεστάναι οἱ καθημένῳ ἔφη, ἐκ δὲ τοῦ αἰφνιδίου τὸ πρόσωπόν οἱ κρέατι ἀσήμῳ ἰδεῖν ἐμφερὲς γεγονός· οὔτε γὰρ ὀφρῦς οὔτε ὀφθαλμοὺς ἐπὶ χώρας τῆς αὐτῶν ὄντας οὔτε ἄλλο τι τὸ παράπαν ἔφερε γνώρισμα· χρόνου μέντοι αὐτῷ τὸ σχῆμα τῆς ὄψεως ἐπανῆκον ἰδεῖν. ταῦτα οὐκ αὐτὸς θεασάμενος γράφω, ἀλλὰ τῶν τότε θεάσασθαι ἰσχυριζομένων ἀκούσας. 12.24 Λέγουσι δὲ καὶ μοναχόν τινα τῷ θεῷ ἐς τὰ μάλιστα φίλον πρὸς τῶν αὐτῷ γῆν τὴν ἔρημον ξυνοικούντων ἀναπεισθέντα σταλῆναι μὲν ἐς Βυζάντιον τοῖς ἄγχιστα σφίσιν ἐνῳκημένοις ἐπαμυνοῦντα, βιαζομένοις τε καὶ ἀδικουμένοις ἀνύποιστα, ἐνταῦθα δὲ ἀφικόμενον αὐτίκα 12.25 εἰσόδου τῆς παρὰ τὸν βασιλέα τυχεῖν· μέλλοντα δὲ εἴσω 12.25 παρ' αὐτὸν γενέσθαι, ἀμεῖψαι μὲν τὸν ἐκείνῃ οὐδὸν θατέρῳ τοῖν ποδοῖν, ἐξαπιναίως δὲ ἀναποδίζοντα ὀπίσω 12.26 ἰέναι. εὐνοῦχον μὲν οὖν τὸν εἰσαγωγέα καὶ τοὺς τῇδε παρόντας πολλὰ τὸν ἄνθρωπον λιπαρεῖν ἐπίπροσθεν βαίνειν, τὸν δὲ οὐδέν τι ἀποκρινάμενον, ἀλλὰ καὶ παραπλῆγι ἐοικότα ἐνθένδε ἀπαλλαγῆναι ἐς τὸ δωμάτιον, οὗ δὴ κατέλυε, γεγονότα· τῶν τέ οἱ ἑπομένων ἀναπυνθανομένων ὅτου ἕνεκα ταῦτα ποιοίη, φάναι λέγουσιν αὐτὸν ἄντικρυς ὡς τῶν δαιμόνων τὸν ἄρχοντα ἐν τῷ Παλατίῳ ἐπὶ τοῦ θρόνου καθήμενον ἴδοι, ᾧ δὴ ξυγγενέσθαι ἤ τι παρ' αὐτοῦ αἰτεῖσθαι οὐκ ἂν 12.27 ἀξιοίη. πῶς δὲ οὐκ ἔμελλεν ὅδε ὁ ἀνὴρ δαίμων τις ἀλιτήριος εἶναι, ὅς γε ποτοῦ ἢ σιτίων ἢ ὕπνου εἰς κόρον οὐδέποτε ἦλθεν, ἀλλ' ἀμηγέπη τῶν παρατεθέντων ἀπογευσάμενος ἀωρὶ νύκτωρ περιήρχετο τὰ βασίλεια, καίπερ ἐς τὰ ἀφροδίσια δαιμονίως ἐσπουδακώς. 12.28 Λέγουσι δὲ καὶ τῶν Θεοδώρας ἐραστῶν τινες, ἡνίκα ἐπὶ τῆς σκηνῆς ἦν, νύκτωρ τι αὐτοῖς ἐπισκῆψαν δαιμόνιον ἐξελάσαι τοῦ δωματίου, ἵνα δὴ σὺν αὐτῇ ἐνυκτέρευον. ὀρχηστρὶς δέ τις Μακεδονία ὄνομα ἐγεγόνει τοῖς ἐνἈντιοχεῦσι Βενέτοις, δύναμιν περιβε12.29 βλημένη πολλήν. γράμματα γὰρἸουστινιανῷ γράφουσα ἔτι τοῦἸουστίνου διοικουμένῳ τὴν βασιλείαν, οὓς ἂν βούλοιτο τῶν ἐν τοῖς ἑῴοις λογίμων ἀνῄρει οὐδενὶ πόνῳ, καὶ αὐτῶν τὰ χρήματα ἐποίει ἀνάγραπτα 12.30 ἐς τὸ δημόσιον γίνεσθαι. ταύτην τὴν Μακεδονίαν φασὶν ἐξ Αἰγύπτου τε καὶ Λιβύης ποτὲ ἥκουσαν τὴν Θεοδώραν ἀσπαζομένην, ἐπειδὴ λίαν δυσφορουμένην τε αὐτὴν καὶ ἀσχάλλουσαν εἶδεν οἷς δὴ περιύβριστό τε πρὸς τοῦἙκηβολίου καὶ χρήματά οἱ ἐν τῇ ὁδῷ ταύτῃ ἀπολώλει, πολλὰ παρηγορεῖν τε καὶ παραθρασύνειν τὴν ἄνθρωπον ἅτε τῆς τύχης οἵας τε οὔσης καὶ αὖθις αὐτῇ χορηγοῦ γενέσθαι χρημάτων μεγάλων. 12.31 τότε λέγουσι τὴν Θεοδώραν εἰπεῖν ὡς καὶ ὄναρ αὐτῇ ἐπισκῆψαν τὴν νύκτα ἐκείνην πλούτου ἕνεκα μηδεμίαν 12.32 κελεύσαι ποιεῖσθαι φροντίδα. ἐπειδὰν γὰρ εἰς Βυζάντιον ἵκοιτο, τῷ τῶν δαιμόνων ἄρχοντι ἐς