26
περὶ ἑκάστου αὐτῶν· ̔Η δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καὶ ἐπεὶ ἑτέρως λέγεται στήλη, ενθα γραφαὶ ἀνάκεινται περὶ νόμων ας καλοῦσιν κυρβικὰς καὶ πίνακας, λεκτέον καὶ ουτως στηλογραφίαν τῶν ἁγίων, ας παραδεδώκασιν διδασκαλίας γραφείσας οὐκ ἐν πλαξὶν λιθίναις ἀλλ' ἐν πλαξὶν καρδίαις σαρκίναις, τουτέστιν εὐέκτοις καὶ εὐπαραδέκτως ἐχούσαις πρὸς τὴν γραφήν. οπως δ' εχει τὰ τῆς προγραφῆς τοῦ ψαλμοῦ, θεοῦ φανεροῦντος εἰσόμεθα. 91 Ps 15,1b.2 ̓Επεὶ σὲ ἐλπίδα εχω, ω δέσποτα, Φύλαξόν με· ουτως γὰρ ἀβλαβῶς διατελέσαι δυνήσομαι, μυρίων ἐφεδρευόντων ἐχθρῶν ὁρατῶν τε καὶ ἀοράτων. ταῦτα εὐξάμενος ἐπήγαγεν τὸ Ειπα τῷ κυρίῳ Κύριός μου ει σύ. τίς ἁμαρτάνων δύναται ἐπαληθεῦσαι τῇ φωνῇ; δοῦλος γὰρ ων ης ποιεῖ ἁμαρτίας οὐ δύναται δουλεύειν θεῷ· Οὐδεὶς γὰρ δύναται, φησίν, δυσὶ κυρίοις δουλεύειν. Λεχθείη καὶ ἑτέρως εἰς τὸ προκείμενον. γράφει ὁ ἀπόστολος ὡς Οὐδεὶς δύναται εἰπεῖν Κύριος ̓Ιησοῦς εἰ μὴ ἐν πνεύματι ἁγίῳ, τοῦ λέγειν ἐν τούτοις γινομένου πράξει καὶ διαθέσει. εἰ γὰρ ψιλῶς ἐκληφθείη, ἀληθὲς οὐκ εσται, μυρίων αἱρετικῶν καὶ ὑποκριτῶν λεγόντων ψιλὴν τὴν προφορὰν καὶ οὐ δήπου πνεῦμα αγιον ἐχόντων. φησὶν γοῦν αὐτὸς ὁ σωτήρ· Πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ Κύριε κύριε· κἀγώ, φησίν, ὁμολογήσω αὐτοῖς ̓Αποχωρεῖτε ἀπ' ἐμοῦ ἐργάται ἀνομίας, οὐδέποτε ὑμᾶς εγνων. καὶ πάλιν· Τί με λέγετε Κύριε κύριε καὶ οὐ ποιεῖτε α λέγω; ὡς τοίνυν ὁ λέγων κύριον ̓Ιησοῦν ἐν πνεύματι ἁγίῳ οὐ ψιλῇ προφορᾷ ἀλλ' εργῳ σπουδαίῳ καὶ διαθέσει ἀληθῶς δοῦλός ἐστιν, ὡς ἀκοῦσαι μετὰ τῶν ἀποστόλων ̔Υμεῖς φωνεῖτέ με ̔Ο κύριος καὶ ̔Ο διδάσκαλος καὶ καλῶς λέγετε, εἰμὶ γάρ· ουτως ὁ τὰ προκείμενα ἀπαγγέλλων πρακτικῷ καὶ θεωρητικῷ βίῳ ῳ εστησεν ἀκατάλυτον στήλην βοᾷ Ειπα τῷ κυρίῳ Κύριός μου ει σύ. Καὶ ἐπεὶ κύριός μου τυγχάνεις, ἐκ τῶν σῶν δογμάτων προσάγω σοι δῶρα οὐχ ὡς ἐνδεεῖ η χρῄζοντι· οιδα γὰρ ὡς οὐκ εχων χρείαν τῶν ἡμετέρων ἀγαθῶν δέχῃ αὐτὰ ἐπὶ τῷ καθ' ὑπερβολὴν πλείονα καὶ μείζονα χαρίσασθαι. οὐ μόνον δὲ ἐπὶ τῶν αἰσθητῶς προσαγομένων ἀλλὰ καὶ πνευματικῶς προσενεκτέα ἡ φωνή. καὶ γὰρ ἀρετὰς ἱερουργοῦμεν, καν τὰ ἑαυτῶν σώματα διὰ παντελῶς σωφροσύνης. ισμεν οτι δέχεται αὐτὰ ὁ θεός, οὐκ εἰς ἰδίαν ὠφέλειαν ἀλλ' οπως ἡμῖν δῷ τὰ ἐξ οὐρανοῦ ἀγαθὰ αἰτοῦσιν αὐτόν· τίνος γὰρ χάριν ζητεῖ ὁ θεὸς τὴν ἀνθρωπίνην ἀρετήν, οὐχ ινα τὰ ἐπάξια χαρίσηται ἀνθ' ων αὐτῷ προσηγάγομεν; 92 Ps 15,3a Οἱ θεοῦ αγιοι ἐπὶ τῆς γῆς αὐτοῦ διατρίβουσιν. εστι δὲ αυτη ἡ ἐπουράνιος ̔Ιερουσαλὴμ ἐφ' ην γίνονται ἐν οὐρανῷ τὸ πολίτευμα εχοντες, καν ἐν γῇ ετι διατρίβωσιν. 93 Ps 15,4bc Οὐ καθάπαξ λέγει μὴ συνάξειν τὰς συναγωγὰς αὐτῶν ἀλλ' ̓Εξ αἱμάτων· οὐδ' ἀπολελυμένως λέγει μὴ μνησθήσεσθαι τῶν ὀνομάτων αὐτῶν ἀλλ' η ∆ιὰ χειλέων μου. μήποτ' ουν ἐπεί εἰσίν τινες συνάγοντες συναγωγὰς ἐξ αἱμάτων, ἐκχέοντες αὐτὰς διὰ τοῦ βλάπτειν τοὺς συναγομένους, αὐτὸς ὠφελῶν, μᾶλλον δὲ ζωοποιῶν τοὺς προκαλουμένους, οὐκ ἐξ αἱμάτων ἀλλ' ἐξ ἀθανασίας συνάγει αὐτούς, τῶν προσηγοριῶν αὐτῶν μεμνημένος οὐκ ἐξ ἐπιπολῆς ἀλλ' διαθέσεως βάθος ἐχούσης. Λελέξεται καὶ ουτως· εἰ καὶ πολλοὶ ἀπεκτάνθησαν προφῆται καὶ ἀπόστολοι, ἐκχυθέντος τοῦ αιματος αὐτῶν, ἀλλ' οὐκ ἐν τούτοις τοῖς πολλοῖς αιμασιν συνάξω τὰς συναγωγὰς αὐτῶν ἀλλ' ̣ μόνῳ ἑνὶ αιματι ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ· τοῦτο γὰρ τιμὴ δέδοται, ινα λυτρωθῶσιν ἐκ τῆς ματαίας πατροπαραδότου αὐτῶν ἀναστροφῆς. τῶν ουτω λελυτρωμένων μεμνήσεται οὐ προφορᾷ μόνῃ ἀλλὰ βαθείᾳ νοήσει. 94Ps 15,5a ̔Ο ἀνωτέρω παντὸς τοῦ κόσμου γεγονὼς διαθέσει οὐδὲν ετερον μερίδα καὶ κληρονομίαν εχει η τὸν θεόν· οθεν πᾶσιν ἀποτακτέον ιν' εἰπεῖν δυνηθῇ τις Μερίς μου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. ωσπερ δὲ τῆς κληρονομίας, ουτω καὶ τοῦ ποτηρίου τοῦ εὐφραίνοντος τὸν δίκαιον μερίς ἐστιν ὁ κύριος. αξιον θεωρῆσαι πῶς ποτήριον ὁ κύριος γίνεταί τινος. μήποτ' ουν ἠθικὴν διδασκαλίαν παρέχων καὶ ταύτῃ τρέφων τὸν ἐν κρυπτῷ ανθρωπον