26
ὑμῖν ἀποφράττει τὰ στόματα, τὸ, ∆ι' οὗ, τοῦτο ὅπερ ἐλαττώσεως εἶναι λέγεις, τῷ Πατρὶ προσνέμων. Πιστὸς γὰρ ὁ Θεὸς, φησὶ, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ· καὶ πάλιν, ∆ιὰ τοῦ θελήματος αὐτοῦ· καὶ ἀλλαχοῦ, Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα. Ὥστε οὐ τῷ Υἱῷ μόνῳ τὸ, Ἐξ οὗ, ἀλλὰ καὶ τῷ Πνεύματι προσνενέμηται. Καὶ γὰρ τῷ Ἰωσὴφ ὁ ἄγγελος ἔλεγε· Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν ἁγίου· ὥσπερ οὖν καὶ τὸ, Ἐν ᾧ, τοῦ Πνεύματος ὂν, οὐκ ἀπαξιοῖ καὶ τῷ Θεῷ προσνέμειν ὁ Προφήτης, οὕτω λέγων· Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν. Καὶ ὁ Παῦλος, ∆εόμενος. φησὶν, εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Καὶ ἐπὶ τοῦ Χριστοῦ δὲ πάλιν τοῦτο τίθησι λέγων· Ἐν Χριστῷ Ἰησοῦ. Καὶ ὅλως πολλάκις καὶ συνεχέστερον εὕροιμεν ἂν μεθισταμένας ταύτας τὰς λέξεις· ταῦτα δὲ οὐκ ἂν συνέβη μὴ πανταχοῦ τῆς αὐτῆς οὐσίας ὑποκειμένης. Ἵνα δὲ τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο, μὴ περὶ τῶν σημείων ὑποπτεύσῃς νῦν λέγεσθαι (περὶ 59.57 γὰρ τούτων οἱ λοιποὶ διελέχθησαν εὐαγγελισταί), ἐπάγει μετὰ ταῦτα λέγων· Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο· ἀλλ' οὐ τὸ Πνεῦμα· οὐδὲ γὰρ τῶν γενητῶν τοῦτο, ἀλλὰ τῶν ὑπὲρ τὴν κτίσιν ἅπασαν. Ἀλλὰ τέως ἐχώμεθα τῶν ἑξῆς. Εἰπὼν γὰρ περὶ τῆς δημιουργίας ὁ Ἰωάννης, οἷον, ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν· ἐπάγει καὶ τὸν περὶ τῆς προνοίας λόγον, Ἐν αὐτῷ ζωὴ ἦν, λέγων. Καὶ γὰρ ἵνα μηδεὶς ἀπιστήσῃ, πῶς τὰ τοσαῦτα καὶ τηλικαῦτα δι' αὐτοῦ γέγονεν, ἐπήγαγεν, ὅτι Ἐν αὐτῷ ζωὴ ἦν. Καθάπερ οὖν ἐπὶ τῆς πηγῆς τῆς τικτούσης ἀβύσσους, ὅσον ἂν ἀφέλῃς, οὐδὲν ἠλάττωσας τὴν πηγήν· οὕτω καὶ ἐπὶ τῆς ἐνεργείας τοῦ Μονογενοῦς, ὅσα ἂν πιστεύσῃς παρῆχθαι δι' αὐτῆς καὶ πεποιῆσθαι, οὐδὲν ἐλάττων αὕτη γέγονε· μᾶλλον δὲ, ἵν' οἰκειοτέρῳ χρήσωμαι παραδείγματι, τὸ τοῦ φωτὸς ἐρῶ, ὃ καὶ αὐτὸς ἐπήγαγεν εὐθέως, εἰπών· Καὶ ἡ ζωὴ ἦν τὸ φῶς. Ὥσπερ οὖν τὸ φῶς, ὅσας ἂν φωτίσῃ μυριάδας, οὐδὲν εἰς τὴν οἰκείαν ἐλαττοῦται λαμπρότητα· οὕτω καὶ ὁ Θεὸς, καὶ πρὸ τοῦ ἐργάσασθαι, καὶ μετὰ τὸ ποιῆσαι, ὁμοίως ἀνελλιπὴς μένει, μηδὲν ἐλαττούμενος, μηδὲ ἀτονῶν ἐκ τῆς δημιουργίας τῆς πολλῆς· ἀλλὰ κἂν μυρίους δέῃ γενέσθαι κόσμους τοιούτους, κἂν ἀπείρους, ὁ αὐτὸς μένει πᾶσιν ἀρκῶν, οὐ πρὸς τὸ παραγαγεῖν αὐτοὺς μόνον, ἀλλὰ καὶ πρὸς τὸ συγκρατῆσαι μετὰ τὴν δημιουργίαν αὐτούς. Τὸ γὰρ τῆς ζωῆς ὄνομα ἐνταῦθα οὐ τῆς δημιουργίας μόνον ἐστὶν, ἀλλὰ καὶ τῆς προνοίας τῆς κατὰ τὴν διαμονήν. Καὶ τὸν περὶ τῆς ἀναστάσεως δὲ λόγον προκαταβάλλεται ἡμῖν, καὶ τῶν θαυμαστῶν τούτων εὐαγγελίων ἄρχεται. Τῆς γὰρ ζωῆς παραγενομένης πρὸς ἡμᾶς, λέλυται τοῦ θανάτου τὸ κράτος, καὶ τοῦ φωτὸς λάμψαντος ἡμῖν, οὐκ ἔτι τὸ σκότος ἐστὶν, ἀλλὰ μένει διαπαντὸς ἐν ἡμῖν τὸ ζῇν, καὶ θάνατος αὐτοῦ περιγενέσθαι οὐ δύναται. Ὥστε ὃ περὶ τοῦ Πατρὸς εἴρηται, καὶ περὶ τούτου κυρίως ἂν λεχθείη, ὅτι Ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Ὃ καὶ Παῦλος δηλῶν ἔλεγεν Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. ∆ιὸ καὶ ῥίζα καὶ θεμέλιος εἴρηται. Ὅταν δὲ ἀκούσῃς, ὅτι Ἐν αὐτῷ ζωὴ ἦν, μὴ σύνθετον ὑπολάβῃς· καὶ γὰρ προϊὼν καὶ περὶ τοῦ Πατρός φησιν· Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν. Ἀλλ' ὥσπερ τὸν Πατέρα οὐκ ἂν εἴποις διὰ τοῦτο συγκεῖσθαι, οὕτω μηδὲ τὸν Υἱόν. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν, ὅτι Φῶς ἐστιν ὁ Θεός· καὶ πάλιν, ὅτι Φῶς οἰκεῖ ἀπρόσιτον. Ταῦτα δὲ πάντα εἴρηται, οὐχ ἵνα σύνθεσιν ὑπολάβωμεν, ἀλλ' ἵνα κατὰ μικρὸν ἀναχθῶμεν πρὸς τὸ τῶν δογμάτων ὕψος. Ἐπειδὴ γὰρ οὐκ ἂν εὐκόλως ἐνόησέ τις τῶν πολλῶν, πῶς ἐστιν αὐτοῦ ἐνυπόστατος ἡ ζωὴ, πρότερον μὲν ἐκεῖνο εἶπε τὸ ταπεινότερον, ἔπειτα δὲ παιδευθέντας πρὸς τὸ ὑψηλότερον ἄγει. Ὁ γὰρ εἰπὼν, ὅτι Ἔδωκεν αὐτῷ ζωὴν ἔχειν, οὗτος πάλιν φησὶν, Ἐγώ εἰμι ἡ ζωή· καὶ πάλιν, Ἐγώ εἰμι τὸ φῶς. Καὶ ποταπὸν, εἰπέ μοι, τοῦτο τὸ φῶς; Οὐ τοιοῦτον αἰσθητὸν, ἀλλὰ νοητὸν, τὴν ψυχὴν φωτίζον αὐτήν. Ἐπειδὴ γὰρ μέλλει λέγειν ὁ Χριστὸς, ὅτι Οὐδεὶς δύναται