1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

26

πόνου αὐτῶν. εʹ. Ταύτην Αἰγυπτίοις ἐπήγαγε τελευταίαν πληγὴν, μεθ' ἣν ἐξελθεῖν τοὺς Ἰουδαίους κατήπειξαν· ἅπασα γὰρ οἰκία θρήνων καὶ ὀλοφύρσεως ἐπέπληστο, τῶν πρωτοτόκων ἁπάντων ἀθρόαν τελευτὴν δεξαμένων. Κατὰ γὰρ τῶν ποθεινοτέρων ἐπήγαγε τὴν πληγὴν, πικροτέραις βάλλων ἀκίσι τοὺς ἀναλγήτως περὶ τὰς προτέρας διατεθέντας πληγάς. Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυ σίῳ. Ἐπειδὴ γὰρ οὐδὲ τὰ οἰκεῖα λαβεῖν οἱ Αἰγύπτιοι τοὺς Ἰουδαίους ἐπέτρεπον, πρὸς τοῖς οἰκείοις ἔλαβον καὶ τῶν Αἰγυπτίων τὸν πλοῦτον, οἷόν τινα μισθὸν τῆς χαλε πῆς δουλείας κομισάμενοι τὸν χρυσὸν καὶ τὸν ἄργυρον. Οὐ γὰρ ἀδίκως τοῦτο γενέσθαι προσέταξεν ὁ Θεὸς, ἀλλὰ καὶ τοὺς ἀδικοῦντας παιδεύων καὶ τοὺς ἀδικηθέντας ψυχαγωγῶν. Καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Τῶν γὰρ τοῖς Αἰγυπτίοις ἐπαγομένων πληγῶν οὐκ ἐλάμβανον πεῖραν. Προσέταξε γὰρ ὁ Θεὸς σκυλεῦσαι τοὺς Αἰγυπτίους, ὡς νενικημένους, καὶ μισθὸν ὀφείλον τας τῆς μακροχρονίου δουλείας. Μέγα δὲ καὶ τὸ ἐκ χώρας τὰ χείριστα παθούσης ἀπαθεῖς ἀπαλλάττεσθαι μέχρι ἑνὸς ἐν μυριάσι τοσαύταις, ἕως ἂν ἐναπομείνῃ τῇ Αἰγύπτῳ μηδεὶς ὑπὸ τῆς τοῦ σώματος ἀῤῥωστίας κεκρατημένος· τοῦτο δὲ Μωϋσῆς ἱστόρησεν. Εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἔπεσεν ὁ φόβος αὐτῶν ἐπ' αὐ τοῖς. Οὕτω δὲ ταῖς παντοδαπαῖς ἐξεδειματώθησαν τι μωρίαις, ὡς εὐεργεσίαν οἰκείαν νομίσαι τὴν τῶν Ἑβραίων ἐλευθερίαν. ∆ιεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοὺς τὴν νύκτα. Ἡ γὰρ αὐτὴ νεφέλη σκηνὴ μὲν αὐτοῖς μεθ' ἡμέραν ἐγίνετο, καὶ τῆς ἀκτῖνος ἐκώλυε τὸ λυποῦν· νύκτωρ δὲ πυροειδὴς γινομέ νη, τοῦ φωτὸς αὐτοῖς ἐχορήγει τὴν χρείαν. Ἤτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτον οὐρανοῦ ἐνέπλη σεν αὐτούς. Ἐπειδὴ γὰρ καὶ κρεῶν ὠρέχθησαν, παρ έσχεν αὐτοῖς θήραν ὀρνίθων αὐτόματον· καὶ δεηθεῖσιν ἄρτων ἄνωθεν ἐχορήγησε, διὰ τῶν νεφελῶν οὐχ ὑετὸν, ἀλλ' αὐτὴν δωρησάμενος τὴν τροφήν. Τὸ δὲ μάννα λέγει, οὐχ ὡς ἐξ αὐτοῦ τοῦ οὐρανοῦ, ἀλλ' ἐκ τοῦ ὑπὲρ κεφαλῆς ἀέρος, ὅπερ ἡ θεία Γραφὴ οὐρανὸν προσαγορεύει, φερό μενον, ἅμα δὲ καὶ ὡς εἰκόνα τοῦ οὐρανίου ἄρτου τοῦ δοθέντος ἐν μυστηρίῳ τῇ Ἐκκλησίᾳ φέρον. ∆ιέῤῥηξε πέτραν, καὶ ἔῤῥυσαν ὕδατα, καὶ ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί. Ἐθεράπευσε δὲ αὐτῶν καὶ τὸ δίψος ταῖς παραδόξοις ὠδῖσι τῆς πέτρας· ἐν ἀνύδρῳ γὰρ καὶ 55.660 ξηρᾷ ποταμοῦ ἀναβλύσαι προσέταξε. Καλεῖ δὲ ποταμοὺς τῶν ἀναδοθέντων ἐκ τῆς πέτρας ὑδάτων τοὺς ὀχετούς. Εἰ δὲ γράφοιτο, Ποταμοῖς, ἐρεῖς ὡς κατὰ τὴν ἱστορίαν τοιοῦτον μόνον τὸν Ἰορδάνην διέβησαν, δυνάμει δὲ καὶ ἄλλους, ὅσοι πρὸς διάβασιν ἐνεπόδιζον. Ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ, τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὐτοῦ. Καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλέκτους αὐτοῦ ἐν εὐφροσύ νῃ. Ἀψευδῆ γὰρ ὅσα Θεὸς τοῖς ἀμφὶ τὸν Ἀβραὰμ ἐπηγγείλατο περὶ τοῦ τὸ γένος αὐξῆσαι πλήθει καὶ δόξῃ. Καὶ Μωϋσῆς δὲ πρὸς αὐτοὺς ἐν τῷ ∆ευτερονομίῳ φησί· Μὴ εἴπῃς, ∆ιὰ τὰς δικαιοσύνας μου ἐξήγαγέ με Κύ ριος ἐκ γῆς Αἰγύπτου, ἀλλὰ διὰ τὸν ὅρκον, ὃν ὤμοσε τοῖς πατράσιν ὑμῶν. Ὁ γὰρ Θεὸς ποιῶν ἐστιν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσιν αὐτὸν, ἅμα καὶ προτρε πόμενος τοῖς ἐξ αὐτῶν, ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ. Καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶν κατεκληρονόμησαν. Οὐ γὰρ μόνον τῆς Αἰγυπτίων ἠλευθέρωσε δουλείας, ἀλλὰ καὶ τὴν Χαναναίων αὐτοῖς ἐδωρήσατο γῆν, καὶ τῶν ἀλλοτρίων πόνων δεσπό τας ἀπέφηνε, κἀκείνους κολάσας ἐνδίκως, καὶ τὰς οἰκείας ἐμπεδώσας ἐπαγγελίας. Ὅτι δὲ οὐκ ἀδίκως ἐξέβαλε τοὺς πρῴην τὴν Παλαιστίνην οἰκοῦντας, διδάσκει μὲν καὶ δι' ὧν Ἰουδαίοις ἐνομοθέτησε, φυγεῖν κελεύσας τῆς ἐκείνων πολιτείας τὴν μίμησιν, διδάσκει δὲ καὶ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας ποιούμενος, τί δήποτε δὲ μὴ εὐθὺς αὐτῷ δίδωσι τῆς γῆς ἐκείνης τὴν δεσποτείαν, ἀλλὰ παρ οικεῖν ἐπὶ πλεῖστον ἐᾷ· Οὔπω γὰρ, φησὶν, ἀναπεπλή