27
αρτος γίνεται, στηρίζων τὴν καρδίαν τοῦ ἐσθίοντος· ων καὶ ποτήριον κατὰ τὴν θεωρίαν τῆς ἀληθείας, παρέχων εὐφροσύνην τῷ πίνοντι διὰ συγκαταθέσεως τὸν φωτισμὸν τῆς γνώσεως. τοῦτο τὸ ποτήριον πρὸς τῆς ἀληθινῆς ἀμπέλου χορηγεῖται ἐπὶ τῷ ποτισθῆναι καὶ εὐφρανθῆναι τὸν νοῦν, ὡς χαριστηρίως εἰπεῖν τὸν μετειληφότα Εδωκας εὐφροσύνην εἰς καρδίαν μου. 95 Ps 15,6 Νοήσεις δὲ καὶ ουτως· ὁ θεὸν εχων ἁρμονίως καὶ τὰ αὐτοῦ εξει. οθεν ὁ τὸν κύριον μερίδα τῆς κληρονομίας εχων καὶ τῶν αὐτοῦ ἀπολαύσει, λέγων· Σὺ ει ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί· η οὐκ ἀποκαθίστησιν ταύτην, φάσκων· ∆εῦτε, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν; ειποι δὲ ὁ αὐτός· Μερίς μου ει ἐν γῇ ζώντων. τῆς ουτως πνευματικῆς κληρονομίας πρὸς ἀναλογίαν πίστεως καὶ ἀρίστου βίου διδομένης τοῖς κληρονόμοις, εἰκότως ἐπενήνεκται τὸ Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις· σύμβολον δὲ μέτρου καὶ κλήρου τὸ σχοινίον. ἀμέλει γοῦν καὶ τῆς αἰσθητῆς γῆς, εἰς ην εἰσήχθησαν ὑπὸ ̓Ιησοῦ τοῦ Ναυὴ οἱ ̔Εβραῖοι, μεριζομένης, πολλάκις ἀναγέγραπται· Επεσεν δὲ τὸ σχοινίον τῇ φυλῇ ̓Ιούδα η ̔Ρουβὶν η ἑτέρουτινὸς τῶν δώδεκα ἐπὶ τόδε τὸ κλίμα, τὸ ἀνατολικὸν φέρε η αλλο παρὰ τοῦτο. τούτων ωδε τεθεωρημένων ὁ λέγων· Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις, παρίστησιν ὡς ἀγαθὰ αὐτῷ ἐμερίσθη, εἰς τὰ κράτιστα τῆς κληρονομίας ἐλθόντος τοῦ κλήρου αὐτοῦ, ον δηλοῖ διὰ τῶν πνευματικῶν τούτων γεωμετρικῶν σχοινίων. τοιοῦτο σχοινίον αγγελος ἐν τῇ χειρὶ αὐτοῦ κατέχων ωφθη Ζαχαρίᾳ τῷ προφήτῃ ἐπὶ τῷ μετρῆσαι πόσον τὸ μῆκος καὶ πλάτος τῆς ἀληθινῆς ̔Ιερουσαλήμ. ̔Εξῆς ἐπενήνεκται· Καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν, σημαίνων διὰ τούτου ὡς καλλίστη ἀληθῶς ἡ κληρονομία μου τυγχάνει. κατὰ τοῦτο τὸ σημαινόμενον κράτιστος ην ὁ Θεόφιλος, ῳ γράφει Λουκᾶς ὁ εὐαγγελίστης. Ps 15,7 Μή τις ἀνάρμοστον ἡγείσθω πρὸς Χριστὸν τὸ ῥητόν. εἰ γὰρ ἀγγελικῆς ἐδεήθη ῥοπῆς δεικνὺς τὸ ἀνθρώπινον, τί καιρόν; εἰ παρὰ τῆς συμφύσεως θεότητος ἐσοφίζετο, σοφίζων μὲν ὡς θεὸς καὶ πηγὴ σοφίας, σοφιζόμενος δὲ ὡς ανθρωπος. 96 Ps 15,8.9ab ̓Επεὶ ἐκ προσώπου τοῦ Χριστοῦ λέγεται τὰ προκείμενα, φυλάττεται δὲ χωρὶς πάσης μεταβολῆς τὸ λέγον ταῦτα πρόσωπον ἀπὸ τοῦ Κύριος ἡ μερὶς τῆς κληρονομίας μου, καὶ τούτους τοὺς στίχους ὑπὸ κυρίου εἰρημένους ἐκλαμβάνων τις οὐχ ἁμαρτάνει. οἱ μὴ εχοντες δὲ περὶ θεοῦ ἐννοίας διηρθρωμένας τοπικῶς ἐκλαμβάνουσιν ἐκ δεξιῶν ειναι τοῦ πατρὸς τὸν υἱὸν διὰ τὸ Κάθου ἐκ δεξιῶν μου, η κεκαθικέναι τὸν σωτῆρα μετὰ τὴν ἀνάληψιν ἐκ δεξιῶν τῆς μεγαλωσύνης, οις ἀδύνατόν τι εἰπεῖν. εἰ γὰρ ἐκ δεξιῶν τοῦ πατρὸς ὁ υἱὸς τοπικῶς, ἀδύνατον ἐκ δεξιῶν τοῦ υἱοῦ ειναι τὸν πατέρα κατ' αὐτὸ τὸ σημαινόμενον· ἀλλὰ λέγει ὁ υἱός· Προωρώμην τὸν κύριον ἐκ δεξιῶν μου· οθεν ἑτέρως η κατὰ τόπον ἐκληπτέον τὸν υἱὸν δεξιὸν τοῦ πατρὸς καὶ τὸν πατέρα τοῦ υἱοῦ, ὡσαύτως τῷ ̓Εγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν. Σκοπητέον δέ, ἀνθρώπου καὶ θεοῦ αμα τοῦ σωτῆρος νοουμένου, πότερον ἐπὶ τῆς θεότητος δεῖ αὐτὰ ἑρμηνεῦσαι η ἐπὶ τῆς αὐτοῦ κατὰ σάρκα οἰκονομίας. ἀλλ' οὐ δυνατὸν εὐσεβῶς ἐκλαβεῖν ὡς ἐκ προσώπου τοῦ θεοῦ λόγου εἰρῆσθαι εχειν ἐκ δεξιῶν αὐτοῦ τὸν πατέρα καὶ ἐνώπιον ἑαυτοῦ διαπαντός, οπως ἀκλόνητος διαμείνῃ. ατρεπτος γὰρ ὁ θεὸς λόγος, οὐδὲ κατὰ ποσὸν κλόνον ὑφιστάμενος. καὶ ἐπεὶ ἀπεμφαίνει αἰτίαν εἰπεῖν τοῦ μὴ σαλευθῆναι τὸν θεὸν λόγον, οντος ἐν οψει αὐτοῦ καὶ ἐκ δεξιῶν διαπαντὸς τοῦ πατρὸς (αὐτὸς γὰρ ἐν τῷ πατρὶ τυγχάνων καὶ εχων αὐτὸν ἐν ἑαυτῷ, ἐκ δεξιῶν τινος καὶ ἐνώπιον διαπαντὸς ὑπάρχων), αιτιος καθίσταται τοῦ μὴ κλονεῖσθαι τὸν ὁρῶντα αὐτὸν καὶ ἐκ δεξιῶν αὐτὸν εχοντα. ἐπεὶ τοίνυν ἀπεμφαίνει, μᾶλλον δὲ ἀσεβές ἐστιν περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ αὐτὰ ἐκλαβεῖν χωρὶς τῆς αὐτοῦ κατὰ σάρκα οἰκονομίας, ἁρμονίως ἐκδοτέον εἰρῆσθαι αὐτά, οτε γέγονεν ἀτρέπτως ανθρωπος καὶ ἐταπείνωσεν ἑαυτὸν καὶ ἐπτώχευσεν πλούσιος ων. αὐτοῦ γὰρ γέγονε