27
ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτὸν, διὰ τοῦτο προλαβὼν ἐνταῦθα ὁ εὐαγγελιστὴς ἔφησεν, ὅτι αὐτός ἐστιν ὁ φωτίζων, ἵνα κἂν περὶ τοῦ Πατρὸς ἀκούσῃς τι τοιοῦτον, μὴ τοῦ Πατρὸς εἶναι 59.58 λέγῃς αὐτὸ μόνου, ἀλλὰ καὶ τοῦ Υἱοῦ. Πάντα γὰρ, φησὶν, ὅσα ἔχει ὁ Πατήρ μου, ἐμά ἐστι. Πρῶτον μὲν οὖν περὶ τῆς δημιουργίας ἡμᾶς ἐδίδαξεν· ἔπειτα λέγει καὶ τὰ κατὰ ψυχὴν ἀγαθὰ, ἅπερ παρέσχεν ἡμῖν ἐλθὼν, καὶ δι' ἑνὸς ῥήματος ᾐνίξατο αὐτὰ ὁ εὐαγγελιστὴς, εἰπών· Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Καὶ οὐκ εἶπεν, Ἦν τὸ φῶς τῶν Ἰουδαίων, ἀλλὰ καθόλου, Τῶν ἀνθρώπων. Οὐδὲ γὰρ Ἰουδαῖοι μόνον, ἀλλὰ καὶ Ἕλληνες πρὸς ταύτην ἦλθον τὴν γνῶσιν, καὶ κοινὸν ἅπασι προὔκειτο τοῦτο τὸ φῶς. Τίνος δὲ ἕνεκεν οὐχὶ καὶ τοὺς ἀγγέλους προσέθηκεν, ἀλλὰ Τῶν ἀνθρώπων, εἶπεν; Ὅτι νῦν αὐτῷ περὶ τῆς φύσεως ταύτης ὁ λόγος ἐστὶ, καὶ τούτοις ἦλθεν εὐαγγελιζόμενος τὰ ἀγαθά. Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει. Σκοτίαν καὶ τὸν θάνατον καὶ τὴν πλάνην φησί. Τὸ μὲν γὰρ φῶς τοῦτο τὸ αἰσθητὸν οὐκ ἐν τῇ σκοτίᾳ φαίνει, ἀλλ' ἐκείνης χωρίς. Τὸ δὲ κήρυγμα μεταξὺ τῆς πλάνης κρατούσης ἔλαμψε, κἀκείνην ἠφάνισε. Καὶ ἐν τῷ θανάτῳ γενόμενος αὐτὸς, οὕτως αὐτοῦ περιεγένετο, ὡς καὶ τοὺς ἤδη προκατεχομένους ἀναγαγεῖν. Ἐπεὶ οὖν οὔτε ὁ θάνατος αὐτοῦ περιεγένετο, οὔτε ἡ πλάνη, ἀλλ' ἔστι φαιδρὸν πανταχοῦ, καὶ λάμπει μετὰ τῆς οἰκείας ἰσχύος· διὰ τοῦτό φησι· Καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Καὶ γάρ ἐστιν ἀκαταγώνιστον, οὐκ ἐμφιλοχωροῦν ταῖς μὴ φωτισθῆναι βουλομέναις ψυχαῖς. δʹ. Εἰ δὲ μὴ πάντας εἷλε, μή σε τοῦτο θορυβείτω· οὐδὲ γὰρ ἀνάγκῃ καὶ βίᾳ, ἀλλὰ βουλήσει καὶ γνώμῃ προσάγεται ἡμᾶς ὁ Θεός. Μὴ δὴ τὰς θύρας ἀποκλείσῃς τῷ φωτὶ τούτῳ, καὶ πολλῆς ἀπολαύσῃ τῆς τρυφῆς. Παραγίνεται δὲ τοῦτο τὸ φῶς διὰ πίστεως, καὶ παραγενόμενον καταλάμπει λοιπὸν μετὰ πολλῆς τῆς δαψιλείας τὸν ὑποδεξάμενον· κἂν βίον αὐτῷ παρέχῃς καθαρὸν, μένει διηνεκῶς ἐνοικῶν ἔνδον· Ὁ γὰρ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει, καὶ ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ πρὸς αὐτὸν φησὶ, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα. Ὥσπερ οὖν ἡλιακῆς ἀκτῖνος ἀπολαύειν ὡς χρὴ οὐκ ἔνι, μὴ διανοίγοντα τοὺς ὀφθαλμούς· οὕτως οὐδὲ ταύτης μετασχεῖν τῆς λαμπρότητος δαψιλῶς, μὴ σφόδρα ἀναπετάσαντα τὸ τῆς ψυχῆς ὄμμα, καὶ ὀξυδερκὲς αὐτὸ πάντοθεν κατασκευάσαντα. Πῶς δὲ γίνεται τοῦτο; Ὅταν πάντων ἐκκαθάρωμεν τῶν παθῶν τὴν ψυχήν. Ἡ γὰρ ἁμαρτία σκότος ἐστὶ, καὶ σκότος βαθύ· καὶ δῆλον ἐκ τοῦ ἀσυνειδότως καὶ λανθανόντως πράσσειν αὐτήν. Πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς· καὶ, Τὰ κρυφῇ γινόμενα, αἰσχρόν ἐστι καὶ λέγειν. Καθάπερ οὖν ἐν σκότῳ, οὐ φίλον, οὐκ ἐχθρόν τις οἶδεν, ἀλλὰ πάσας ἀγνοεῖ τῶν πραγμάτων τὰς φύσεις· οὕτω καὶ ἐν τῇ ἁμαρτίᾳ. Καὶ γὰρ ὁ πλεονεκτῆσαι βουλόμενος, οὐ διαιρεῖ τὸν φίλον ἀπὸ τοῦ πολεμίου· καὶ ὁ βασκαίνων, καὶ τὸν σφόδρα ᾠκειωμένον ὡς ἐχθρὸν ὁρᾷ· καὶ ὁ ἐπιβουλεύων ὁμοίως πρὸς πάντας ἐκπεπολέμωται; καὶ ἁπλῶς ἅπας ὁ τὴν ἁμαρτίαν ποιῶν, τῶν μεθυόντων οὐδὲν διενήνοχε καὶ μαινομένων, πρὸς τὸ τῶν πραγμάτων μὴ ἐπιγνῶναι τὴν φύσιν. Καὶ καθάπερ ἐν νυκτὶ, καὶ ξύλον, καὶ μόλυβδον, καὶ σίδηρον, καὶ ἄργυρον, καὶ χρυσὸν, καὶ λίθον τίμιον, πάντα ὁμοίως ὁρῶμεν, τοῦ διακρίνοντος αὐτὰ φωτὸς οὐ παρόντος· οὕτω καὶ ὁ βίον ἀκάθαρτον ἔχων, οὐκ οἶδε τῆς σωφροσύνης τὴν ἀρετὴν, οὐ τῆς φιλοσοφίας τὸ κάλλος. Ἐν 59.59 γὰρ σκότῳ, καθάπερ ἔφθην εἰπὼν, κἂν λίθοι κέωνται τίμιοι, τὸ κάλλος οὐκ ἐμφαίνουσιν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἄγνοιαν τῶν ὁρώντων. Οὐ τοῦτο δὲ μόνον ἡμῖν τὸ δεινὸν τοῖς ἐν ἁμαρτίαις οὖσι συμβαίνει, ἀλλ' ὅτι καὶ φόβῳ συζῶμεν διηνεκεῖ· καὶ καθάπερ οἱ διὰ νυκτὸς ἀσελήνου βαδίζοντες τρέμουσι, κἂν μηδεὶς ὁ φοβῶν παρῇ· οὕτω καὶ οἱ τὴν ἁμαρτίαν ἐργαζόμενοι, θαῤῥεῖν οὐκ ἔχουσι, κἂν μηδεὶς ὁ ἐλέγχων ᾖ, ἀλλὰ πάντα δεδοίκασι, καὶ ὑποπτεύουσιν, ὑπὸ τοῦ συνειδότος κεντούμενοι, καὶ πάντα αὐτοῖς δέους καὶ ἀγωνίας ἐστὶ μεστὰ, πάντα περιβλέπονται, πάντα φοβοῦνται. Φύγωμεν τοίνυν τὴν οὕτως ὀδυνηρὰν ζωήν. Καὶ γὰρ μετὰ τὴν