1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

27

μόνης. ἄπιστος γὰρ ἐν πᾶσι πλήν γε δὴ τῆς τε ἀπανθρωπίας καὶ φιλοχρηματίας διαφανῶς ἦν. ταύτης γὰρ αὐτὸν ἀποστῆσαι δυνατὸν οὐδενὶ γέγονεν. 13.19 ἀλλὰ καὶ ἐς ἃ πείθειν αὐτὸν ἡ γαμετὴ οὐκ εἶχε, χρημάτων αὐτῷ μεγάλων ἐλπίδας ἐκ τοῦ ἔργου ἐσομένων ἐμβαλομένη ἐς τὴν πρᾶξιν ἥνπερ ἐβούλετο οὔτι ἐθε13.20 λούσιον τὸν ἄνδρα ἐφεῖλκε. κέρδους γὰρ οὐκ εὐπρεποῦς ἕνεκα καὶ νόμους τιθέναι καὶ αὖ πάλιν αὐτοὺς καθελεῖν οὐδαμῆ ἀπηξίου. 13.21Ἐδίκαζέ τε οὐ κατὰ τοὺς νόμους, οὓς αὐτὸς ἔγραψεν, ἀλλ' ἔνθα ἂν αὐτὸν μείζων τε ὀφθεῖσα καὶ με13.22 γαλοπρεπεστέρα ἡ τῶν χρημάτων ὑπόσχεσις ἄγοι. καὶ κατὰ μικρὸν γὰρ κλέπτοντι ἀφαιρεῖσθαι τὰς τῶν ὑπηκόων οὐσίας αἰσχύνην αὐτῷ φέρειν τινὰ οὐδαμῆ ᾤετο, ἡνίκα δὴ οὐχ ἁπαξάπαντα ἀφελέσθαι λόγῳ τινὶ εἶχεν ἢ ἔγκλημα ἐπενεγκὼν ἀπροσδόκητον, ἢ διαθήκης οὐ 13.23 γεγενημένης προσχήματι. ἔμεινέ τε αὐτοῦῬωμαίων ἄρχοντος, οὐ πίστις ἢ δόξα πρὸς θεὸν ἀσφαλὴς, οὐ νόμος 13.24 ὀχυρὸς, οὐ πρᾶξις βεβαία, οὐ συμβόλαιον οὐδέν. στελλομένων δὲ πρὸς αὐτοῦ τῶν οἱ ἐπιτηδείων ἐπί τινα πρᾶξιν, εἰ μὲν δὴ αὐτοῖς ἀπολωλεκέναι ξυνέβη τῶν σφίσι παραπεπτωκότων πολλοὺς καὶ χρημάτων τι ληΐσασθαι πλῆθος, οὗτοι δὴ εὐθὺς εὐδόκιμοι τῷ αὐτοκράτορι ἐδόκουν τε εἶναι καὶ ὀνομάζεσθαι ἅτε δὴ ἅπαντα ἐς τὸ ἀκριβὲς τὰ ἐπηγγελμένα ἐπιτελέσαντες· εἰ δὲ φειδοῖ τινι ἐς ἀνθρώπους χρησάμενοι παρ' αὐτὸν ἵκοντο, δύσνους τε αὐτοῖς τὸ λοιπὸν καὶ πολέμιος ἦν. 13.25 ἀπογνούς τε, ὥσπερ ἀρχαιότροπόν τινα τὴν τῶν ἀνδρῶν φύσιν, ἐς τὴν ὑπουργίαν οὐκέτι ἐκάλει. ὥστε καὶ πολλοὶ ἐν σπουδῇ ἐποιοῦντο ἐνδείκνυσθαι αὐτῷ ὡς πονηροὶ εἶεν, καίπερ σφίσι τῶν ἐπιτηδευμάτων οὐ 13.26 ταύτῃ ἐχόντων. ὑποσχόμενος δέ τισι πολλάκις καὶ ὅρκῳ ἢ γράμμασι τὴν ὑπόσχεσιν ὀχυρωτέραν πεποιημένος, εὐθὺς ἐθελούσιος ἐς λήθην ἀφῖκτο, δόξης τι 13.27 φέρειν αὐτῷ τὸ ἔργον τοῦτο οἰόμενος. καὶ ταῦτα ὁἸουστινιανὸς οὐ μόνον ἐς τοὺς ὑπηκόους ἔπρασσεν, ἀλλὰ καὶ ἐς τῶν πολεμίων πολλοὺς, ὥσπερ μοι εἴρηται ἔμπροσθεν. 13.28Ἦν τε ἄυπνός τε ὡς ἐπὶ πλεῖστον εἰπεῖν καὶ σιτίοις μὲν ἢ ποτῷ κατακορὴς οὐδαμῆ γέγονεν, ἀλλὰ σχεδόν 13.29 τι ἄκρῳ δακτύλῳ ἀπογευσάμενος ἀπηλλάσσετο. ὥσπερ γάρ τι αὐτῷ πάρεργον τῆς φύσεως αὐτὸν ἀγγαρευομένης τὰ τοιαῦτα ἐφαίνετο εἶναι, ἐπεὶ καὶ ἀπόσιτος ἡμέρας τε καὶ νύκτας δύο τὰ πολλὰ ἔμενεν, ἄλλως τε ἡνίκα ὁ πρὸ τῆς Πασχαλίας καλουμένης ἑορτῆς χρόνος 13.30 ἐνταῦθα ἄγοι. τότε γὰρ πολλάκις ἡμέραιν δυοῖν, ὥσπερ εἴρηται, γεγονὼς ἄσιτος ὕδατί τε βραχεῖ ἀποζῆν ἐπηξίου καὶ βοτάναις ἀγρίαις τισὶν, ὥραν τε, ἂν οὕτω τύχοι, καταδαρθὼν μίαν, εἶτα περιπάτους ἀεὶ 13.31 ποιούμενος τὸν ἄλλον κατέτριβε χρόνον. καίτοι εἰ τοῦτον αὐτὸν καιρὸν ἐς πράξεις δαπανᾶν ἀγαθὰς ἤθελεν, ἐπὶ μέγα ἄν τι εὐδαιμονίας ἐκεχωρήκει τὰ πράγ13.32 ματα. νῦν δὲ τῇ φύσεως ἰσχύϊ ἐπὶ τῷῬωμαίων πονηρῷ χρώμενος ξύμπασαν αὐτῶν τὴν πολιτείαν ἐς τὸ ἔδαφος καθελεῖν ἴσχυσεν. ἐγρηγορέναι τε γὰρ διηνεκὲς καὶ ταλαιπωρεῖν καὶ πονεῖσθαι οὐκ ἄλλου τοῦ ἕνεκα ἔργον πεποίηται ἢ ὥστε κομπωδεστέρας ἀεὶ καθ' ἑκά13.33 στην τοῖς ὑπηκόοις ἐπιτεχνᾶσθαι τὰς συμφοράς. ἦν γὰρ ὅπερ εἴρηται, διαφερόντως ὀξὺς ἐπινοῆσαί τε καὶ ταχὺς ἀποτελέσαι ἀνόσια ἔργα, ὥστε αὐτῷ καὶ τὰ τῆς φύσεως ἀγαθὰ ἐπὶ λύμῃ τῶν ὑπηκόων ἀποκεκρίσθαι ξυνέβαινε. 14.1 Πραγμάτων γὰρ ἦν ἀωρία πολλὴ καὶ τῶν εἰωθότων οὐδὲν ἔμεινεν, ὧνπέρ μοι ὀλίγων ἐπιμνησθέντι σιωπῇ δοτέον τὰ λοιπὰ ξύμπαντα, ὡς μὴ ὁ λόγος ἀπέ14.2 ραντος εἴη. πρῶτα μὲν γὰρ οὐδὲν ἐς βασιλικὸν ἀξίωμα ἐπιτηδείως ἔχον οὔτε αὐτὸς εἶχεν οὔτε ξυμφυλάσσειν ἠξίου, ἀλλὰ τήν τε γλῶτταν καὶ τὸ σχῆμα καὶ τὴν 14.3 διάνοιαν ἐβαρβάριζεν. ὅσα τε γράφεσθαι πρὸς αὐτοῦ βούλοιτο, οὐ τῷ τὴν κοιαίστωρος ἔχοντι τιμὴν, ᾗπερ εἰώθει, ἐπέστελλε διοικεῖσθαι, ἀλλ' αὐτός τε τὰ πλεῖστα, καίπερ οὕτω τῆς γλώττης ἔχων, ἐκφέρειν ἠξίου καὶ τῶν παρατυχόντων πολὺς ὅμιλος, ὥστε τοὺς ἐν14.4 θένδε ἠδικημένους οὐκ ἔχειν ὅτῳ ἐπικαλοῖεν. τοῖς δὲ ἀσηκρῆτις καλουμένοις οὐκ ἀπεκέκριτο τὸ ἀξίωμα ἐς τὸ τὰ βασιλέως ἀπόρρητα γράφειν, ἐφ' ᾧπερ τὸ