1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

28

τὸ ἀνθρώπινον, ὁμοιωθὲν ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας· ἀλλ' οὐδὲ αψυχος ην αὐτοῦ ἡ σὰρξ, ως τινες ἐνόμισαν. πῶς γὰρ σὰρξ ψυχὴν οὐκ εχουσα ἐρεῖ ἐκ δεξιῶν εχειν θεὸν καὶ προορᾶν αὐτὸν διαπαντός, ινα μὴ ἁμαρτάνῃ; ἁμαρτητικὴ γὰρ κίνησις ἐκ τοῦ σαλευθῆναι παρίσταται. εἰ δὲ ἀδύνατα ταῦτα (σῶμα γὰρ οὐ προορᾷ θεόν, οὐ νόησιν εχει τοῦ οντος ἐκ δεξιῶν καὶ ἐνώπιον διαπαντός), λείπεται κατ' οἰκονομίαν ἀνθρωπίνως εἰρῆσθαι ταῦτα ὑπὸ τοῦ θεοῦ λόγου σαρκωθέντος ἀτρέπτως καὶ τελείως καὶ ἀληθῶς· ὡς ἐξ ἑνὸς γὰρ προσώπου τὰ πάντα λελέξεται, τά τε θεοπρεπῆ καὶ ἀνθρώπινα, ὡς ανθρωπος τοίνυν οτε γέγονεν, ἐκ δεξιῶν εχων τὸν θεὸν οὐ κλονηθείη, καν πικρὰ περιεστηκότα ῃ, καν παραστῶσιν οἱ βασιλεῖς τῆς γῆς καὶ συναχθῶσιν οἱ αρχοντες ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ· ουτω γοῦν μὴ κλονηθεὶς κατὰ ψυχήν, ̔Αμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, πειρασθεὶς κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας. ̔Εξῆς ἐπιφέρεται ὡς ηὐφράνθη ἡ καρδία αὐτοῦ καὶ ἠγαλλιάσατο ἡ γλώσσα αὐτοῦ ἐπὶ τῷ εχειν ἐκ δεξιῶν καὶ ἐνώπιον ἑαυτοῦ τὸν κύριον διαπαντός. ἐπαινετὴ ἀγαλλίασις καὶ εὐφροσύνη τυγχάνει, οτε οὐ διά τι τῶν τυχόντων γίνεται ἀλλ' ἐπὶ κατανοήσει θεοῦ. 97 Ps 15,9c.10 Καὶ ἐκ τούτων τῶν συλλαβῶν δηλοῦται μάλιστα τελείως ἐνηνθρωπηκέναι τὸν κύριον· τῆς γὰρ σαρκὸς ἀποτεθειμένης ἐν τῷ μνημείῳ ἡ ψυχὴ αὐτοῦ γέγονεν ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, μεθ' ο ἀναστὰς ελαβε τὴν σάρκα ην τέως διαζεύξας ην ἀπὸ τοῦ σώματος. ειρηται δὲ ἐπ' ἐλπίδι κατεσκηνωκέναι ἡ σὰρξ διὰ τὴν ἐσομένην παρ' αὐτὰ ἀνάστασιν· οὐ γὰρ διαλυθεῖσα η φθοράν τινα παθοῦσα ἀλλ' ἀβλαβὴς διαμείνασα συνεζεύχθη πάλιν τῇ μὴ ἐγκαταλειφθείσῃ εἰς τὸν ᾳδην ψυχῇ. εἰ δὲ ἡ προκειμένη ψυχὴ καὶ σαρκὸς χωριζομένη ὑφέστηκεν καὶ ἐν τῷ ᾳδῃ γίνεται, ενθα αἱ λογικαὶ τῶν ἀνθρώπων ψυχαί, δῆλον οτι οὐ δύναται αλογος ειναι· ἡ γὰρ αλογος ψυχὴ χωριζομένη σαρκὸς οὐχ ὑφίσταται οὐδὲ εἰς τὸν ᾳδην πορεύεται. ἀλλὰ μὴν ἡ τοῦ ̓Ιησοῦ ψυχὴ ἑκατέρων πείραν εσχεν· γέγονε γὰρ καὶ ἐν τῷ χωρίῳ τῶν ἀνθρωπίνων ψυχῶν, καὶ τῆς σαρκὸς ἐκτὸς γενομένη ζῇ καὶ ὑφίσταται· λογικὴ αρα καὶ ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὁμοούσιος, ωσπερ καὶ ἡ σὰρξ ὁμοούσιος τῇ τῶν ἀνθρώπων σαρκὶ τυγχάνει ἐκ τῆς Μαρίας προελθοῦσα. Εἰ δὲ καὶ εδοξεν πεπονθέναι διὰ τὸν σταυρόν, ἀλλ' ουν οὐκ ειδεν διαφθοράν, ἀβλαβῶν διαμεινάντων τῆς τε ψυχῆς καὶ τῆς σαρκὸς ἐξ ων συντεθέντων ἀνεδείχθη. πάλιν ὁ οσιος τοῦ θεοῦ οὐχ ἑωρακὼς διαφθορὰν ἀλλὰ καὶ αιτιος τῆς τῶν αλλων νεκρῶν ἐγέρσεως· δι' αὐτὸν γὰρ πρωτότοκον ἐκ τῶν νεκρῶν γεγενημένον τὸ φθαρτὸν καὶ θνητὸν ἡμῶν ἀφθαρσίαν ἐνδυσάμενον συναπαθανατίζεται τῷ μὴ ἑωρακότι διαφθορὰν ὁσίῳ τοῦ θεοῦ. 98 Ps 15,11 ̓Εκ νεκρῶν ἀναστὰς ὁ σαρκωθεὶς τοῦ θεοῦ λόγος ὑμνεῖ, καθὸ ανθρωπος γέγονε μὴ ἀπολειπὼν καὶ τοῦ ειναι θεός, τὸν φανερώσαντα αὐτῷ τὰς ἀγούσας ὁδοὺς ἐπὶ τὴν αἰώνιον ζωήν, ινα καὶ εὐφροσύνης πληρωθῇ τελείας ὁ πάσης εὐφροσύνης πνευματικῆς ἐμπιμπλῶν τοὺς ἁγίους. θεοῦ δὲ πρόσωπον ἡ εἰκὼν αὐτοῦ καὶ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. τί δὲ ἀκολουθεῖ τῷ ὁδεύσαντι τὰς γνωσθείσας ὁδοὺς τῆς ζωῆς η τὸ θείαν τέρψιν εχειν ἐν τῇ δεξιᾷ τοῦ θεοῦ ουσῃ ἀληθείᾳ καὶ σοφίᾳ; αυτη δέ ἐστιν ὁ μονογενὴς τοῦ θεοῦ υἱός. καὶ ἐπεὶ ἀνυπέρβλητος τυγχάνει ἡ ἐν τῇ δεξιᾷ τοῦ θεοῦ τέρψις, τέλος εσται εσχατον ὀρεκτὸν ουσα· οὐ γὰρ αλλου χάριν ἀλλ' αὐτῆς ενεκα τὰ πάντα.

99 Ps 16,2 ̓Αλαζονείαν καταψηφίζονταί τινες τοῦ εὐχομένου φάσκοντες ὡς

τῶν μετρίων τὸ ηθος· οὐδεὶς λέξει τὸ Εἰσάκουσον, κύριε, τῆς δικαιοσύνης μου, καὶ τὸ ̓Εκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι. ἀλλ' οὐκ ἀλαζὼν ὁ ∆αυὶδ ποιῶν πάντα τὰ θελήματα τοῦ θεοῦ ἀλλὰ σὺν ἀγαθότητι κριθῆναι θέλων παρεκάλει ἐξελθεῖν αὐτοῦ