1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

28

ἀνακηρύσσεται τοῦ δεσπότου τῆς κτίσεως παρὰ τῶν πεπιστευμένων τὸ κήρυγμα, οἷα περὶ αὐτοῦ διεξέρχεται ὁ τῆς ἀποστασίας πρόδρομος;

164 τί λέγει; ὡς εἰκόνα, φησί, καὶ σφραγῖδα πάσης τῆς τοῦ παντοκράτορος ἐνεργείας καὶ δυνά μεως. πῶς παραγράφεται τὰς τοῦ μεγάλου Παύλου φωνάς; ἐκεῖνός φησιν ὅτι θεοῦ δύναμίς ἐστιν ὁ υἱός, οὗτος δὲ αὐτὸν σφραγῖδα λέγει δυνάμεως, οὐχὶ δύναμιν. καὶ πάλιν ἐπαναλαβὼν τὸν λόγον οἷα τοῖς εἰρημένοις προσ τίθησιν; σφραγῖδα λέγει τῶν τοῦ πατρὸς ἔργων καὶ λόγων καὶ βουλευμάτων. ποίοις ἔργοις τοῦ πατρός ἐστιν ὅμοιος; τὸν κόσμον πάντως ἐρεῖ καὶ τὰ ἐν αὐτῷ πάντα. ἀλλὰ μὴν πάντα ταῦτα τοῦ μονογενοῦς ἔργα 165 εἶναι τὸ εὐαγγέλιον ἐμαρτύρησε. ποίοις τοίνυν ἔργοις τοῦ πατρὸς ὁ υἱὸς ὡμοιώθη; τίνων ἐγένετο ἔργων σφραγίς; ποία δὲ γραφὴ σφραγῖδα τῶν πατρικῶν ἔργων αὐτὸν προση γόρευσεν; εἰ δέ τις αὐτῷ καὶ τοῦτο δοίη, τὸ πλάσσειν τοὺς λόγους κατ' ἐξουσίαν ὡς βούλεται, κἂν ἡ γραφὴ μὴ συντι θῆται, εἰπάτω ποῖα τοῦ πατρός ἐστιν ἔργα τῶν παρὰ τοῦ υἱοῦ γεγονότων κεχωρισμένα, ὧν σφραγῖδα λέγει τὸν υἱὸν γεγενῆσθαι. ἔργα τοῦ λόγου τὰ ὁρατὰ πάντα καὶ τὰ ἀόρατα· ἐν τοῖς ὁρωμένοις ὁ κόσμος ὅλος καὶ τὰ ἐν αὐτῷ 166 πάντα, ἐν τοῖς ἀοράτοις ἡ ὑπερκόσμιος κτίσις. ποῖα τοίνυν ὑπολείπεται ἔξω τῶν ὁρωμένων τε καὶ ἀοράτων ἔργα τοῦ πατρὸς ἐφ' ἑαυτῶν θεωρούμενα, ὧν σφραγῖδα λέγει τὸν υἱὸν γεγενῆσθαι; ἢ τάχα πάλιν ἐπὶ τὸν δυσώδη τῆς αἱρέ σεως ἔμετον ἐπανήξει στενοχωρούμενος καὶ λέξει ἔργον εἶναι τοῦ πατρὸς τὸν υἱόν; πῶς οὖν σφραγὶς γίνεται τῶν ἔργων τούτων ὁ υἱός, αὐτὸς ὤν, ὥς φησιν αὐτός, τὸ ἔργον; ἢ τὸν αὐτὸν λέγει καὶ ἔργον καὶ ἔργου ὁμοίωμα;

167 ∆εδόσθω ταῦτα· εἰπάτω τὰ λοιπὰ ἔργα ὧν λέγει δη μιουργὸν τὸν πατέρα, οἷς ὁ υἱὸς ὡμοιώθη, εἴπερ διὰ τῆς σφραγῖδος νοεῖ τὸ ὁμοίωμα. ποίους δὲ λόγους ἄλλους τοῦ πατρὸς οἶδεν ὁ Εὐνόμιος παρὰ τὸν ἀεὶ ἐν τῷ πατρὶ ὄντα λόγον, ὃν σφραγῖδα ὀνομάζει, τὸν κυρίως καὶ ἀληθῶς καὶ πρώτως ὄντα τε καὶ ὀνομαζόμενον λόγον; πρὸς ποῖα δὲ βουλεύματα βλέπει τῆς τοῦ θεοῦ σοφίας κεχωρι σμένα, οἷς ὁμοιοῦται ἡ τοῦ θεοῦ σοφία, σφραγὶς γινομένη 168 τῶν βουλευμάτων; ὁρᾶτε τὸ ἀδιάκριτον καὶ ἀπερί σκεπτον καὶ τὸν συρφετὸν τοῦ λόγου, οἷα τοῦ μυστηρίου κατασκεδάζει, μήτε ἃ λέγει ἐπιστάμενος μήτε περὶ τίνος ποιεῖται τὸν λόγον. ὁ γὰρ ὅλον ἔχων ἐν ἑαυτῷ τὸν πατέρα καὶ ἐν τῷ πατρὶ ὅλος ὢν ὡς λόγος καὶ σοφία καὶ δύναμις καὶ ἀλήθεια καὶ χαρακτὴρ καὶ ἀπαύγασμα, αὐτός ἐστιν ἐν τῷ πατρὶ τὰ πάντα, οὐκ ἄλλων τινῶν ἐν τῷ πατρὶ πρὸ αὐτοῦ θεωρουμένων εἰκὼν γινόμενος καὶ σφραγὶς καὶ ὁμοίωμα.

169 Εἶτα χαρίζεται αὐτῷ τὸν ἐπὶ Νῶε δι' ὕδατος τῶν ἀνθρώπων ἀφανισμὸν καὶ τὴν ἐν Σοδόμοις τοῦ πυρὸς ἐπομβρίαν καὶ τῶν Αἰγυπτίων τὴν ἔνδικον τιμωρίαν, ὥς τινα μεγάλα προσμαρτυρῶν τῷ ἐν τῇ χειρὶ ἔχοντι τὰ πέρατα τῆς οἰκουμένης, ἐν ᾧ τὰ πάντα συνέστηκε, καθώς φησιν ὁ ἀπόστολος, ὥσπερ οὐκ εἰδώς, ὅτι τῷ περιέχοντι τὰ πάντα καὶ πρὸς τὸ δοκοῦν ἄγοντί τε καὶ φέροντι τά τε ἤδη γεγενημένα καὶ τὰ ἐσό μενα οὐ τοσοῦτον προσθήκην ποιεῖ τῆς δόξης δύο ἢ τρία μνημονευθέντα θαύματα, ὅσον ἀφαίρεσιν καὶ ζημίαν ἡ τῶν λοιπῶν σιωπή. ἀλλὰ καὶ τούτων σιωπωμένων ἀρκεῖ ἡ μία τοῦ Παύλου φωνὴ περιληπτικῶς τὰ πάντα δι' ἑαυτῆς ἐνδείξασθαι ἡ ἐπὶ πάντων αὐτὸν λέγουσα καὶ διὰ πάντων καὶ ἐν πᾶσιν. 170 Εἶτα νομοθετεῖ, φησί, κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ. τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν; ἀλλὰ παντὶ δῆλον τοῦτό ἐστιν, ὅτι διὰ Μωϋσέως νομοθετεῖ ὁ θεὸς τοῖς δεχομένοις τὸν νόμον. αὐτοῦ δὲ τοῦ Εὐνομίου τὸν μονο γενῆ θεὸν εἶναι ὁμολογοῦντος τὸν Μωϋσεῖ χρηματίζοντα πῶς ὁ παρὼν αὐτοῦ λόγος εἰς τὴν τοῦ Μωϋσέως τάξιν τὸν τοῦ παντὸς δεσπότην ἀντικαθίστησιν, τὸ δὲ τοῦ αἰωνίου θεοῦ σημαινόμενον τῷ πατρὶ ἀνατίθησι μόνῳ, ὡς τῇ πρὸς τὸν αἰώνιον διαστολῇ μὴ αἰώνιον, ἀλλὰ πρόσφατον τὸν μονογενῆ 171 θεὸν ἀποδείκνυσθαι, τὸν ποιητὴν τῶν