28
ὀδύνην ταύτην θάνατος ἕψεται, θάνατος ἀθάνατος· οὐδὲ γάρ ἐστι τῆς ἐκεῖ κολάσεως τέλος· καὶ ἐνταῦθα δὲ τῶν παραπαιόντων οὐδὲν διενηνόχασιν οἱ πράγματα ὀνειροπολοῦντες οὐχ ὑφεστῶτα. Καὶ γὰρ δοκοῦσι πλουτεῖν οὐ πλουτοῦντες, καὶ νομίζουσι τρυφᾷν οὐ τρυφῶντες, καὶ οὐ πρότερον αἰσθάνονται τῆς ἀπάτης ὡς χρὴ ταύτης, ἕως ἂν τῆς μανίας ἀπαλλαγῶσιν, ἕως ἂν τὸν ὕπνον ἀποτινάξωνται. ∆ιὸ νήφειν καὶ ἐγρηγορέναι πᾶσιν ὁ Παῦλος παρακελεύεται· καὶ ὁ Χριστὸς τὰ αὐτὰ πάλιν. Ὁ νήφων καὶ ἐγρηγορὼς, κἂν ὑπὸ τῆς ἁμαρτίας ἁλῷ, ταχέως αὐτὴν ἀποκρούεται· ὁ δὲ καθεύδων καὶ ἐξεστηκὼς, οὐκ αἰσθάνεται πῶς ὑπ' αὐτῆς κατέχεται. Μὴ τοίνυν καθεύδωμεν. Οὐ γὰρ νυκτὸς ὁ καιρὸς, ἀλλ' ἡμέρας. Ὡς ἐν ἡμέρᾳ τοίνυν εὐσχημόνως περιπατήσωμεν. Οὐδὲν γὰρ ἁμαρτίας ἀσχημονέστερον. Ἔλαττον κακὸν εἰς ἀσχημοσύνης λόγον, γυμνοὺς, ἢ ἁμαρτάνοντας ἢ πλημμελοῦντας περιέρχεσθαι. Ἐκεῖνο μὲν γὰρ οὐ τοσοῦτον ἔγκλημα· πολλάκις γὰρ καὶ ἀπὸ πενίας γένοιτ' ἄν· τοῦ δὲ ἁμαρτάνοντος οὐδὲν αἰσχρότερον καὶ ἀτιμότερον. Ἐννοήσωμεν οὖν τοὺς εἰς δικαστήριον ἀπιόντας ἁρπαγῆς ἕνεκα 59.60 καὶ πλεονεξίας, πῶς αἰσχροὶ καὶ καταγέλαστοι φαίνονται, πάντα ἀναισχυντοῦντες, ψευδόμενοι καὶ ἰταμευόμενοι. Ἡμεῖς δὲ οὕτως ἐσμὲν ἐλεεινοὶ καὶ ταλαίπωροι, ὡς ἱμάτιον μὲν μὴ ἂν ὑπομεῖναι ἁπλῶς περιβαλέσθαι καὶ διεστραμμένως, ἀλλὰ κἂν ἕτερον ἴδωμεν τοῦτο πάσχοντα, διορθούμεθα· πάντων δὲ καὶ ἡμῶν καὶ τῶν πλησίον κατὰ κεφαλῆς περιπατούντων, μηδὲ ἐπαισθάνεσθαι. Τί γὰρ αἰσχρότερον, εἰπέ μοι, ἀνδρὸς πρὸς γυναῖκα πόρνην εἰσιόντος; τί δὲ ὑβριστοῦ, τί δὲ λοιδόρου καὶ βασκάνου καταγελαστότερον γένοιτ' ἄν; πόθεν οὖν οὐ δοκεῖ ταῦτα οὕτως εἶναι αἰσχρὰ, ὡς τὸ γυμνοὺς περιπατεῖν, Ἀπὸ τῆς συνηθείας μόνης. Τοῦτο μὲν γὰρ οὐδεὶς οὐδέποτε ἑκὼν ἔπαθεν· ἐκεῖνο δὲ ἅπασιν ἀεὶ τολμᾶται μετὰ ἀδείας. Ἐπεὶ εἴ τις εἰς ἀγγέλων πλῆθος ἦλθε, παρ' οἷς οὐδὲν οὐδέποτε τοιοῦτον ἐγένετο, εἶδεν ἂν τότε ἀκριβῶς τὸν πολὺν γέλωτα. Καὶ τί λέγω πλῆθος ἀγγέλων; Ἐν γὰρ τοῖς βασιλείοις αὐτοῖς τοῖς παρ' ἡμῖν, εἴ τις ἂν πόρνην εἰσαγαγὼν χρῷτο αὐτῇ, ἢ μέθῃ οἴνου κατασχεθείη, ἢ ἄλλο τι τοιοῦτον ἀσχημονήσειε, τὴν ἐσχάτην δίδωσι δίκην. Εἰ δὲ ἐν βασιλείοις οὐκ ἀνεκτὸν τὰ τοιαῦτα τολμᾷν, πολλῷ μᾶλλον, τοῦ πανταχοῦ βασιλέως παρόντος καὶ τὰ γινόμενα θεωμένου, ἂν τοιαῦτα τολμῶμεν, τὴν ἐσχάτην ὑποστησόμεθα κόλασιν. ∆ιὸ, παρακαλῶ, πολλὴν ἐν τῷ βίῳ τὴν ἡσυχίαν ἐπιδειξώμεθα, πολλὴν τὴν καθαρότητα Καὶ γὰρ ἔχομεν βασιλέα πάντα ὁρῶντα διηνεκῶς τὰ ἡμέτερα. Ἵν' οὖν ἡμᾶς ἀεὶ τοῦτο δαψιλῶς φωτίζῃ τὸ φῶς, ἐπισπασώμεθα ταύτην τὴν ἀκτῖνα. Οὕτω γὰρ καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἀπολαύσομεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
59.59 ΟΜΙΛΙΑ ςʹ. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ
Ἰωάννης. ∆ιαλεχθεὶς περὶ τοῦ Θεοῦ Λόγου τὰ κατεπείγοντα ἐν προοιμίοις ἡμῖν, ὁδῷ
καὶ τάξει προβαίνων, καὶ ἐπὶ τὸν τοῦ Λόγου κήρυκα τὸν ὁμώνυμον αὐτοῦ τὸν Ἰωάννην ἔρχεται λοιπόν. Σὺ δὲ ἀκούων, ὅτι παρὰ Θεοῦ ἀπεστάλη, μηδὲν λοιπὸν ἀνθρώπινον εἶναι νόμιζε τῶν λεγομένων παρ' ἐκείνου. Οὐ γὰρ τὰ αὐτοῦ, ἀλλὰ τὰ τοῦ πέμψαντος ἅπαντα φθέγγεται. ∆ιὸ καὶ ἄγγελος προσηγόρευται· ἀγγέλου δὲ ἀρετὴ, τὸ μηδὲν ἴδιον εἰπεῖν Τὸ δὲ, Ἐγένετο, ἐνταῦθα οὐ τῆς εἰς τὸ εἶναι παρόδου δηλωτικὸν, ἀλλὰ τῆς ἀποστολῆς ἐστιν αὐτῆς. Τὸ γὰρ, Ἐγένετο ἀπεσταλμένος παρὰ Θεοῦ, ἀντὶ τοῦ, ἀπεστάλη παρὰ Θεοῦ. Πῶς οὖν τὸ, Ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐ περὶ τῆς πρὸς τὸν Πατέρα ἀπαραλλαξίας εἰρῆσθαί φασι διὰ τὸ μὴ προσκεῖσθαι τὸ ἄρθρον; Ἰδοὺ γὰρ καὶ ἐνταῦθα οὐδαμοῦ τὸ ἄρθρον πρόσκειται. Ἆρ' οὖν οὐ περὶ τοῦ Πατρὸς