1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

28

έρχεται. Ὁ γὰρ τὰς ὑπὲρ ταύτης εὐθύνας ἐκτίνων, μα καρίζει τοὺς ταύτης ἀπηλλαγμένους, καὶ δικαιοσύνῃ τὸν οἰκεῖον βίον διακοσμοῦντας. Μακαρίζει δὲ οὐ τὸν ἅπαξ τῇ δικαιοσύνῃ χρησάμενον, ἀλλὰ τὸν ἀεὶ καὶ διηνεκῶς τοῖς ταύτης ἑπόμενον ἴχνεσι. Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου· ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου. Ἐνταῦθα τὸν νέον λαὸν αἰνίττεται καὶ τὴν Ἐκκλησίαν τὴν ἐξ ἐθνῶν, ἣν τῆς σωτηρίας ἠξίωσεν, ἧς ἁρπάσαι διδάσκεται τὴν κοινωνίαν ἡ Ἰουδαίων πληθύς. Ποίαν δὲ εὐδοκίαν ἐνταῦθα, ἢ ποίαν ὅλως ἐπίσκεψιν ὑπο τίθεται, ἀλλ' ἢ ἣνπερ ἡμῶν ὁ Θεὸς Λόγος διὰ σάρκα πε ποίηται; Ὅθεν καὶ τὸ μυστήριον εὐδοκίαν προσηγόρευον οἱ τοῖς ποιμέσιν ἐπιφανέντες ἄγγελοι· ∆όξα γὰρ ἐν ὑψί στοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδο κία, δοξολογοῦντες ἐβόησαν. Τοῦ ἰδεῖν ἐν τῇ χρηστό τητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐ φροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου. Ἀντιβολοῦμεν, φησὶ, τῆς τοῦ νέου σου ἔθνους μεταλαχεῖν εὐφροσύνης, καὶ κοινωνοὶ γενέ σθαι χορηγουμένης ἐκείνοις χρηστότητος. Χρηστότητα δὲ τῶν ἐκλεκτῶν τὴν παρὰ τοῦ Θεοῦ φιλανθρωπίαν γενο μένην τοῖς ἐκλεκτοῖς νόησον πολλὴν οὖσαν, ὥστε καὶ πόρνους καὶ τελώνας καὶ ἁμαρτωλοὺς καὶ πτωχοὺς ἁλιεῖς τὴν ἐκλογὴν ὑποδέξασθαι. Ταύτην ἰδεῖν ὁ προφήτης ἐπ εθύμει· θεωρίας γὰρ ἄξιον τὸ θαῦμα ἐτύγχανεν· εὐφραν θῆναι δὲ ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, ὥστε τῆς κοινωνίας τῶν μυστηρίων ἀπολαῦσαι. Ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν, ἠδικήσαμεν. Ὥσπερ γάρ τινα, φησὶ, κλῆρον παρὰ τῶν πατέρων διεδεξάμεθα τὴν τῶν σῶν νόμων παράβασιν. Πατέρας δὲ καλεῖ οὐ τοὺς ἁγίους πατριάρχας, ἀλλὰ τοὺς μετ' ἐκείνους γενομένους· τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου· καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου. βʹ. Ἄνωθεν γὰρ, φησὶν, ἡμῶν τὸ γένος ἁμαρτητικόν. Τοσούτων γὰρ ἐν Αἰγύπτῳ δι' αὐτοὺς γεγενημένων θαυμά των, συνιδεῖν τὴν σὴν οὐκ ἠθέλησαν δύναμιν. ∆ιὸ καὶ ὁ προφήτης λέγει· Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλή ρης ἀνομιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι. Οὐ συνῆκαν οὖν, φησὶ, τὰ ἐν Αἰγύπτῳ γενόμενα τέρατα, καί περ ἐν μέσῳ τῶν Αἰγυπτίων αἴσθησιν μὴ λαβόντες τῶν γενομένων κολάσεων· οὔτε μὴν ἐλευθερωθέντες τῶν Αἰ γυπτίων ἐνόησαν, ὅτι οὐ διὰ τὰς αὐτῶν δικαιοσύνας, διὰ δὲ τὸ θεῖον ἔλεος τῆς ἐκεῖθεν ἐπισκοπῆς. Ταῦτα δὲ καὶ τὰ ἐν τῇ ἐρήμῳ συντόμως εἶπεν ὁ φθάσας ψαλμὸς, μηδὲν τοῦ λαοῦ κατηγορήσας· ὁ δὲ νῦν ἐπαναλαβὼν τὴν διήγη σιν, ὅπως δι' ἃ ἥμαρτον οἱ Ἰουδαῖοι παρήγαγε. Καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν ἐρυθρᾷ θαλάσσῃ. Θεασάμενοι γὰρ τοὺς Αἰγυπτίους διώκοντας, καὶ τὴν θάλασσαν ἐπέχουσαν τὴν φυγὴν, τὴν ἐπικουρίαν προσ μεῖναι τὴν σὴν οὐκ ἠθέλησαν, ἀλλὰ τοῦ μεγάλου Μωϋσέως κατεβόων λέγοντες· Παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ ταύτῃ. Ἀλλ' ὅμως καὶ ἀγνώμονας φανέντας σωτηρίας ἠξίωσας. Τοῦτο γὰρ καὶ ἐπήγαγε· Καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, τοῦ γνωρίσαι τὴν δυνα στείαν αὐτοῦ· καὶ ἐπετίμησε τῇ ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη· καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ, ὡς ἐν ἐρήμῳ· καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισοῦντος καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν. Λόγῳ γὰρ τῆς θαλάττης τὸν πυθμένα γυμνώσας, τὴν πολλὴν ἐκεί νην ἄβυσσον ἱππήλατον αὐτοῖς ἀπέφηνε καὶ ἔρημον. Ἐπειδὴ γὰρ ἐν ταῖς ἐρήμοις πολλὴ τοῖς τρέχουσιν εὐκο 55.662 λία, μήτε φυτῶν ὄντων, μήτε φραγμῶν κωλυόντων, τὴν τῆς διαβάσεως εὐκολίαν δεδήλωκε τῇ τῆς ἐρήμου παρα βολῇ. Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς· εἷς ἐξ αὐτῶν οὐκ ὑπελείφθη. Πάντας γὰρ τοὺς Αἰγυπτίους ὑποβρυχίους πεποίηκε. Καὶ ἡ αὐτὴ θάλαττα Ἑβραίοις μὲν σωτηρίαν, Αἰγυπτίοις δὲ τιμωρίαν ἐπ ήγαγε. Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. Τῶν γὰρ ἀνδρῶν ὑμνούντων Μωϋ σῆς ὁ