29
τὸ κρίμα ἐκ τοῦ θεϊκοῦ προσώπου. Οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας. ευχεται τοῖς ὀφθαλμοῖς τοῦ εσω ἀνθρώπου εὐθύτητα ἰδεῖν καθ' ην κρινεῖ ὁ θεὸς ἐξάγων τὸ κρίμα ἐκ προσώπου ἑαυτοῦ, η ευχεται τὴν ἀρετὴν εὐθύτητας θεάσασθαι. εἰ δὲ ευχεται αὐτὴν ἰδεῖν, ουπω παροῦσαν αὐτὴν εχει, ῳ επεται τὸ μὴ ἀλαζονεύεσθαι αὐτὸν ουτω τὴν εὐχὴν ἀναφέροντα. ταῦτα περὶ τῆς παντελοῦς ἀρετῆς εἰρῆσθαι ἡγητέον, ητις ὀψέ ποτε παραγίνεται πλείστων οσων προδιανυσθέντων. 100 Ps 16,3 Καὶ διὰ τῶν προκειμένων ἐμφαίνεται πολλὴ παρρησία τοῦ λέγοντος. εἰ γὰρ ταῦτα ἐπὶ θεοῦ λέγει, πολλὴν ἑαυτοῦ ἐμφαίνει καθαρότητα· δοκιμάζεται γὰρ ἡ καρδία παντὸς τοῦ σκυθρωπὰ ὑπομένοντος, οτ' αν ἐν παντὶ θλιβόμενος μὴ στενοχωρῆται, ἀλλ' ὑπομένων εἰς τέλος ἀποδείκνυται δίκαιος· οιος ην ̓Ιὼβ ῳ ειπεν ὁ θεός· Οιει με αλλως σοι κεχρηματικέναι η ινα ἀναφανῇς δίκαιος, πρὸς τῷ δεδοκιμάσθαι τὴν καρδίαν αὐτοῦ ὑπὸ τοῦ κυρίου καὶ πεπυρῶσθαι καὶ μὴ ηὑρᾶσθαι ἐν αὐτῷ ἀδικίαν; ̓Ακόλουθον ἰδεῖν τί σημαίνεται ἐκ τοῦ ̓Επεσκέψω νυκτός· καὶ ορα εἰ τὴν κατάστασιν τῶν σκυθρωπῶν διὰ τὸ ἀφεγγὲς καὶ μηδὲν ἱλαρὸν εχειν νύκτα καλεῖ, ἐν ῃ ἐπισκεψάμενος αὐτὸν ὁ θεὸς δόκιμον ἀπέφηνεν καὶ πυρώσας διὰ τῶν θλιβερῶν καθαρὸν πάντων ἀδικημάτων ἀνέδειξεν. ῥηθείη τὸ ̓Επεσκέψω νυκτὸς καὶ ουτως· ἐπεὶ τῆς καρδίας τὰ κρύφια οὐκ εἰσὶν φανερὰ η μόνῳ τῷ πρὸς ον ειρηται Σὺ μόνος γινώσκεις τὰς καρδίας τῶν ἀνθρώπων, νὺξ ὠνομάσθη, α καὶ αὐτά, καίτοι τοῖς αλλοις οντα σκοτεινὰ διὰ τὸ ἀκατάληπτον, σοὶ τῷ δοκιμάσαντί με διὰ τὸ ἐπεσκέφθαι με νυκτὸς πεφανέρωται. τούτῳ συνᾴδει τὸ Εἰ ἀδικίαν ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω μου κύριος. 101 Ps 16,4a Τὸ ἀπαγγέλλειν τὰ εργα τῶν ἀνθρώπων πράξει καὶ διαθέσει, ετι μὴν καὶ λόγῳ, φαύλων ἐστίν. τίνα δὲ τὰ εργα τούτων η ἐκεῖνα περὶ ων ὁ ἀπόστολος γράφει· Οπου γὰρ ερεις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ανθρωποί ἐστε καὶ κατὰ ανθρωπον περιπατεῖτε; κωλυτικὸν τοῦ λαλεῖν τὰ εργα τῶν ἀνθρώπων τυγχάνει καὶ τὸ μὴ εὑρέσθαι ἐν αὐτῷ ἀδικίαν ὑπὸ θεοῦ πυρωθέντι διὰ πειρασμῶν καὶ τῶν παραπλησίων. 102 Ps 16,4b Αἱ ἐπὶ ἀρετὴν φέρουσαι ὁδοὶ δοκοῦσιν σκληραὶ ειναι πολὺ τὸ τραχὺ εχουσαι· πῶς γὰρ οὐ σκληρὰ ἡ ὁδὸς ἡ παραγγέλλουσα τῷ ῥαπίζοντι εἰς θατέραν τῶν σιαγόνων καὶ τὴν λοιπὴν προχείρως εἰς ὑποδοχὴν υβρεως παρέχειν; πρὸς τούτοις δοκεῖ τραχεία ὁδὸς ειναι καθ' ην εως θανάτου ἀγωνίζεταί τις ὑπὲρ τῆς ἀληθείας. εστιν οτε δι' αἰκιῶν πικροτάτων ἀπειλῆς τε πυρὸς καὶ σιδήρου καὶ προσβολῆς θηρίων ἀγρίων τελειουμένου τούτου πλὴν εἰ καὶ σκληραὶ αυται αἱ ὁδοὶ καὶ αἱ συγγενεῖς αὐταῖς, ἀλλά γε φυλάττονται διὰ τοὺς λόγους τῶν χειλέων τοῦ προστάττοντος θεοῦ καὶ ἐξευμαρίζονται ὡς μηκέτι σκληρόν τι η βαρὺ εχειν. ̓Ιωάννης γοῦν γράφει τὸ Καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν, καὶ ὁ ̓Ιησοῦς τοῖς ἀκούουσι τοὺς λόγους αὐτοῦ λέγει ̔Ο ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. ἐκ γὰρ πολλοῦ συνεθισμοῦ καὶ γυμνασίων ἀδιαστάτως προσαγομένων καὶ τὰ αχθη κουφότατα φαίνεται καὶ τὰ πικρὰ καὶ ἀηδῆ κατορθοῦται σὺν ῥᾳστώνῃ πολλῇ. 103 Ps 16,5a Τρίβοι δὲ τοῦ κυρίου καὶ τῶν ἁγίων αὐτοῦ αἱ τηρήσεις τῶν ἐντολῶν τυγχάνουσιν, μᾶλλον δὲ αἱ κατ' ἀρετὴν ἐνέργειαι λεῖαι καὶ ὁμαλαὶ ἀναδειχθεῖσαι ἐκ τοῦ συνεχῶς πατεῖσθαι πρὸς τῶν σπευδόντων φθᾶσαι ἐπὶ τὸ τέλος αὐτῶν· τέλος δὲ αὐτῶν ἡ μακαριότης καὶ ἡ τῶν ἐπαγγελιῶν ἀπόδοσίς ἐστιν. δράμωμεν τοίνυν κατ' αὐτάς, ινα σωτηρίας τύχωμεν, οὐ κλονουμένων τῶν διαβημάτων τουτέστιν οὐ σφαλλομένων. οτ' αν ὁ κύριος ἐν ταῖς τρίβοις αὐτοῦ καταρτίσῃ αὐτά, ὁ ταύτης τῆς αἰτήσεως τυχών φησιν Ανευ ἀνομίας εδραμον καὶ κατεύθυνα, καὶ τὸ ̔Οδὸν ἐντολῶν σου εδραμον, οτ' αν ἐπλάτυνας τὴν καρδίαν μου. 104Ps 16,6-7b Τὸ Κεκράξομαι πνευματικῶς ἀκουστέον· οὐ γὰρ γεγωνοτέρᾳ τῇ φωνῇ πρὸς τὸν ἀόρατον θεὸν κεκραγέναι δεῖ ἀλλ' ἐπιτεταμένῃ νοήσει· αυτη δὲ ἡ κραυγὴ τοῦ εσω ἀνθρώπου. Θαυμαστοῖ τὰ ἐλέη