29
εἴρηται; Τί οὖν ἐροῦμεν τῷ Προφήτῃ λέγοντι, ὅτι Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου; Τὸ μὲν ἐμοῦ καὶ σοῦ, δύο προσώπων ἐστὶ δηλωτικόν. Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Τί τοῦτο; ὁ δοῦλος τῷ δεσπότῃ μαρτυρεῖ, ἴσως εἴποι τις ἄν; Ὅταν οὖν μὴ μόνον ὑπὸ τοῦ δούλου μαρτυρούμενον αὐτὸν, 59.60 ἀλλὰ καὶ παραγινόμενον ἴδῃς πρὸς αὐτὸν, καὶ μετὰ Ἰουδαίων βαπτιζόμενον ὑπ' αὐτοῦ· ἆρ' οὐ μᾶλλον ἐκστήσῃ καὶ διαπορήσεις; Ἀλλ' οὐ χρὴ ταράττεσθαι οὐδὲ θορυβεῖσθαι, ἀλλ' ἐκπλήττεσθαι τὴν ἄφατον ἀγαθότητα. Ἂν δὲ ἐπιμένῃ τις ἔτι ἰλιγγιῶν καὶ θορυβούμενος, ἐρεῖ καὶ πρὸς αὐτὸν τοῦτο, ὃ καὶ πρὸς Ἰωάννην εἶπεν· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Εἰ δὲ καὶ ἐπὶ πλεῖον ταραχθείη, πάλιν ἐρεῖ ἃ πρὸς τοὺς Ἰουδαίους ἔφησε καὶ πρὸς αὐτὸν, ὅτι Παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω. Εἰ τοίνυν μὴ δεῖται τῆς μαρτυρίας ταύτης, τίνος ἕνεκεν ἀπεστάλη παρὰ Θεοῦ ὁ Ἰωάννης; Οὐχ ὡς αὐτοῦ δεομένου μαρτυρίας (τοῦτο γὰρ τῆς ἐσχάτης βλασφημίας ἐστὶν), ἀλλὰ διατί; Αὐτὸς ὁ Ἰωάννης διδάσκει λέγων· Ἵνα πάντες πιστεύσωσι δι' αὐτοῦ. Καὶ αὐτὸς δὲ ὁ Χριστὸς εἰπὼν, ὅτι Παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω, ἵνα μὴ δόξῃ παρὰ τοῖς ἀνοήτοις ἑαυτῷ περιπίπτειν· νῦν μὲν λέγων, Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ· καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ· τὸν γὰρ Ἰωάννην ἐδήλου· νῦν δὲ λέγων, Παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω· ἐπήγαγε τὴν λύσιν ταχέως, εἰπών· Ἀλλὰ ταῦτα λέγω δι' ὑμᾶς, ἵνα 59.61 σωθῆτε· ὡσανεὶ ἔλεγεν· Ὅτι μὲν Θεός εἰμι, καὶ Θεοῦ γνήσιος Υἱὸς, καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀκηράτου καὶ μακαρίας, [καὶ] οὐδενὸς δέομαι τοῦ μαρτυρήσοντος. Κἂν γὰρ μηδεὶς ἐθέλῃ τοῦτο ποιεῖν, οὐδὲν ἐγὼ παρὰ τοῦτο εἰς τὴν φύσιν ἠλάττωμαι τὴν ἐμήν. Ἐπειδὴ δὲ τῆς σωτηρίας μοι μέλει τῆς τῶν πολλῶν, τούτου χάριν εἰς τοῦτο κατέβην ταπεινότητος, ὡς καὶ ἀνθρώπῳ τὴν μαρτυρίαν ἐπιτρέψαι τὴν ἐμήν. ∆ιὰ γὰρ τὸ χαμαίζηλον καὶ ἀσθενὲς τῶν Ἰουδαίων, οὕτως εὐληπτοτέρα αὐτοῖς καὶ εὐκολωτέρα ἔμελλεν ἡ εἰς αὐτὸν γίνεσθαι πίστις. Ὥσπερ οὖν σάρκα περιεβάλετο, ἵνα μὴ γυμνῇ τῇ θεότητι προσβαλὼν, ἅπαντας ἀπολέσῃ· οὕτω καὶ κήρυκα ἄνθρωπον ἐξέπεμψεν, ἵνα τῆς συγγενοῦς ἀκούοντες φωνῆς, εὐκολώτερον οἱ τότε ἀκούοντες προσέρχωνται. Ἐπεὶ ὅτι γε τῆς ἐκείνου οὐδὲν ἐδεῖτο μαρτυρίας, ἤρκει δεῖξαι μόνον ἑαυτὸν ὅστις ἦν γυμνῇ τῇ οὐσίᾳ, καὶ καταπλήξασθαι πάντας. Ἀλλὰ τοῦτο οὐκ ἐποίησε, δι' ὅπερ ἔφθην εἰπών· πάντας γὰρ ἂν ἠφάνισε, μηδενὸς δυναμένου τὴν ἀπρόσιτον ἐκείνην τοῦ φωτὸς προσβολὴν ἐνεγκεῖν. ∆ιὰ τοῦτο καὶ σάρκα, καθάπερ ἔφθην εἰπὼν, ὑπέδυ, καὶ ἑνὶ τῶν ἡμετέρων ὁμοδούλων ἐγχειρίζει τὴν μαρτυρίαν· ἐπειδὴ πάντα πρὸς τὴν τῶν ἀνθρώπων ἐπραγματεύσατο σωτηρίαν, οὐ πρὸς τὴν ἀξίαν μόνον τὴν ἑαυτοῦ, ἀλλὰ καὶ πρὸς τὸ εὐπαράδεκτον καὶ ὠφέλιμον τοῖς ἀκούουσιν ὁρῶν. Ὅπερ οὖν καὶ αὐτὸς αἰνιττόμενος ἔλεγεν· Ταῦτα λέγω δι' ὑμᾶς, ἵνα σωθῆτε. Καὶ ὁ εὐαγγελιστὴς δὲ τὰ αὐτὰ τῷ ∆εσπότῃ φθεγγόμενος, μετὰ τὸ εἰπεῖν, Ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, ἐπήγαγεν, Ἵνα πάντες πιστεύσωσι δι' αὐτοῦ, μονονουχὶ λέγων· Μὴ νομίσῃς ὅτι διὰ τοῦτο μαρτυρήσων ἦλθεν ὁ Βαπτιστὴς Ἰωάννης, ἵνα τι τῷ ∆εσπότῃ προσθῇ εἰς ἀξιοπιστίας λόγον· οὐ διὰ τοῦτο, ἀλλ' ἵνα οἱ ὁμόφυλοι πιστεύσωσι δι' αὐτοῦ. Ὅτι γὰρ ταύτην προανελεῖν τὴν ὑποψίαν σπεύδων τοῦτο εἴρηκε, καὶ ἐκ τῶν μετὰ ταῦτα δῆλον· ἐπήγαγε γὰρ, Οὐκ ἦν ἐκεῖνος, λέγων, τὸ φῶς. Εἰ δὲ μὴ πρὸς τὴν ὑπόνοιαν ταύτην ἱστάμενος ἐπανέλαβε τοῦτο, παρεῖλκεν ἁπλῶς τὸ λεγόμενον, καὶ ταυτολογία μᾶλλον, ἢ σαφήνεια διδασκαλίας ἦν. Εἰπὼν γὰρ, ὅτι ἀπεστάλη, 59.62 Ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, τί πάλιν λέγει, Οὐκ ἦν ἐκεῖνος τὸ φῶς; Οὐχ ἁπλῶς οὐδὲ μάτην· ἀλλ' ἐπειδὴ ὡς τὰ πολλὰ παρ' ἡμῖν μείζων ὁ μαρτυρῶν τοῦ μαρτυρουμένου, καὶ ἀξιοπιστότερος πολλάκις εἶναι δοκεῖ· ἵνα μή τις καὶ ἐπὶ τοῦ Ἰωάννου τοῦτο ὑποπτεύσῃ, ἐκ προοιμίων εὐθέως τὴν πονηρὰν ταύτην ὑποψίαν ἀναιρεῖ, καὶ πρόῤῥιζον αὐτὴν ἀνασπάσας, δείκνυσι τίς μὲν οὗτος ὁ μαρτυρῶν, τίς δὲ ἐκεῖνος ὁ