1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

29

οὐδὲν, ὅτι μὴ Λέοντι καὶ βασι14.21 λεῖ χρήματα προέσθαι. οὐ μὴν οὐδὲ τοῦτο ἐν τῷ βεβαίῳ τῆς γνώμης τῆς τοῦ Λέοντος ἔμενεν, ἀλλὰ μισθ14.22 αρνεῖν καὶ πρὸς τῶν ἐναντίων ἠξίου. κλέπτων γὰρ 14.22 ἀεὶ ἐφ' ἑκάτερα τῶν ἐπ' αὐτῷ προστεθαρρηκότων ὀλιγωρεῖν τε καὶ ἀπ' ἐναντίας ἰέναι οὐδαμῆ αἰσχύνην 14.23 ὑπώπτευεν εἶναι. οὐδὲν γὰρ αἰσχρὸν, εἰ μόνον τὸ κερδαίνειν προσῇ, ἐδόξαζέν οἱ αὐτῷ ἐπαμφοτερίζοντι ἔσεσθαι. 15.1Ὁ μὲν οὖνἸουστινιανὸς τοιοῦτός τις ἦν. Θεοδώρα δὲ ἐν τῷ βεβαίῳ τῆς ἀπανθρωπίας ἐνδελεχέστατα 15.2 ἐπεπήγει τὴν γνώμην. ἄλλῳ μὲν γὰρ ἀναπεισθεῖσα ἢ ἀναγκασθεῖσα εἰργάζετο οὐδὲν πώποτε, αὐτὴ δὲ τὰ δόξαντα ἐπετέλει αὐθαδιαζομένη δυνάμει τῇ πάσῃ, οὐδε15.3 νὸς ἐξαιτεῖσθαι τὸν παραπεπτωκότα τολμῶντος. οὐδὲ γὰρ χρόνου μῆκος, οὐ κολάσεως πλησμονὴ, οὐχ ἱκετείας τις μηχανὴ, οὐ θανάτου ἀπειλὴ, ὅτι δὴ ἐξ οὐρανοῦ πεσεῖται τῷ παντὶ γένει ἐπίδοξος οὖσα, καταθέσθαι 15.4 αὐτήν τι τῆς ὀργῆς ἔπειθε. καὶ συλλήβδην Θεοδώραν τῷ προσκεκρουκότι καταλλαγεῖσαν οὐδείς ποτε εἶδεν οὐδὲ ἐξ ἀνθρώπων ἀφανισθέντι, ἀλλὰ τοῦ τετελευτηκότος ὁ παῖς διαδεξάμενος τὸ τῆς βασιλίδος ἔχθος ὥσπερ ἄλλο τι τοῦ πατρὸς ἐς τριγένειαν παρέπεμπεν. 15.5 ὁ γὰρ θυμὸς αὐτῇ κινεῖσθαι μὲν εἰς ἀνθρώπων φθορὰν ἑτοιμότατος ἦν, ἐς δὲ τὸ λωφῆσαι ἀμήχανος. 15.6 Τὸ μέντοι σῶμα ἐθεράπευε μειζόνως μὲν ἢ κατὰ τὴν χρείαν, ἐλασσόνως δὲ ἢ κατὰ τὴν αὐτῆς ἐπιθυμίαν. 15.7 ταχύτατα μὲν γὰρ ἐς τὸ βαλανεῖον εἰσῄει, ὀψιαίτατα δὲ ἀπαλλαγεῖσα καὶ καταλουσαμένη, ἐς τὸ ἀκρατίζεσθαι 15.8 ἐνθένδε ἐχώρει. ἀκρατισαμένη δὲ ἡσυχίαν ἦγεν. ἀριστῶσα μέντοι καὶ δεῖπνον αἱρουμένη ἐς πᾶσαν ἰδέαν ἐδωδίμων τε καὶ ποτῶν ἤρχετο, ὕπνοι τε αὐτῆς ἀεὶ μακρότατοι ἀντελαμβάνοντο, ἡμερινοὶ μὲν ἄχρι πρώτων νυκτῶν, νυκτερινοὶ δὲ ἄχρις ἡλίου ἀνίσχοντος. 15.9 εἰς πᾶσάν τε οὕτως ἀκρασίας ἐκπεπτωκυῖα τρίβον ἐς τόσον ἡμέρας καιρὸν ἅπασαν διοικεῖσθαι ἠξίου τὴν 15.10Ῥωμαίων ἀρχήν. καὶ ἤν τῳ ἐπιστείλειε πρᾶξίν τινα ὁ βασιλεὺς οὐκ αὐτῆς γνώμῃ, ἐς τοῦτο τύχης περιειστήκει τούτῳ δὴ τῷ ἀνθρώπῳ τὰ πράγματα, ὥστε οὐ πολλῷ ὕστερον τῆς τε τιμῆς παραλυθῆναι ξὺν ὕβρει μεγάλῃ καὶ ἀπολωλέναι θανάτῳ αἰσχίστῳ. 15.11 Τῷ μὲν οὖνἸουστινιανῷ ἅπαντα πράσσειν ῥᾴδιον ἦν, οὐχ ὅσον τῷ τῆς διανοίας εὐκόλῳ, ἀλλ' ὅτι καὶ ἄυπνος ἦν ἐπὶ πλεῖστον, ὥσπερ εἴρηται, καὶ εὐπρόσο15.12 δος πάντων μάλιστα. πολλὴ γὰρ ἀνθρώποις ἐξουσία ἐγίνετο, καίτοι ἀδόξοις τε καὶ ἀφανέσι παντάπασιν οὖσιν, οὐχ ὅτι ἐντυχεῖν τῷ τυράννῳ τούτῳ, ἀλλὰ καὶ 15.13 κοινολογεῖσθαι καὶ ἐξ ἀπορρήτων συγγίνεσθαι. παρὰ δὲ τὴν βασιλίδα οὐδὲ τῶν ἀρχόντων τινὶ ὅτι μὴ χρόνῳ τε καὶ πόνῳ πολλῷ εἰσιτητὰ ἦν, ἀλλὰ προσήδρευον μὲν ἐς ἀεὶ ἅπαντες ἀνδραποδώδη τινὰ προσεδρείαν ἐν δωματίῳ στενῷ τε καὶ πνιγηρῷ τὸν ἅπαντα χρόνον. κίνδυνος γὰρ ἀπολελεῖφθαι τῶν ἀρχόντων τινὶ ἀνύπ15.14 οιστος ἦν. ἵσταντο δὲ διηνεκὲς ἐπ' ἄκρων δακτύλων, αὐτὸς καθυπέρτερον ἕκαστος τῶν πέλας διατεινόμενος τὸ πρόσωπον ἔχειν, ὅπως αὐτὸν ἔνδοθεν ἐξιόντες εὐνοῦ15.15 χοι ὁρῷεν. ἐκαλοῦντο δὲ αὐτῶν τινες μόλις τε καὶ ἡμέραις πολλαῖς ὕστερον, ἐσιόντες δὲ παρ' αὐτὴν ξὺν δέει πολλῷ ὅτι τάχιστα ἀπηλλάσσοντο, προσκυνήσαντες μόνον καὶ ταρσοῦ ἑκατέρου ποδὸς ἄκρῳ χείλει ἁψά15.16 μενοι. φθέγγεσθαι γὰρ ἢ αἰτεῖσθαί τι μὴ ἐκείνης ἐγκελευομένης οὐδεμία παρρησία ἐγίνετο. ἐς δουλοπρέπειαν γὰρ ἡ πολιτεία ἦλθε, δουλοδιδάσκαλον αὐτὴν 15.17 ἔχουσα. οὕτω τεῬωμαίοις τὰ πράγματα διεφθείρετο τοῦ μὲν τυράννου τῷ ἄγαν εὐήθει δοκοῦντι εἶναι, 15.18 Θεοδώρας δὲ τῷ χαλεπῷ καὶ λίαν δυσκόλῳ. ἐν μὲν γὰρ τῷ εὐήθει τὸ ἀβέβαιον ἦν, ἐν δὲ τῷ δυσκόλῳ τὸ ἄπρακτον. 15.19Ἐν τοῖς μὲν οὖν τῆς τε γνώμης αὐτοῖς καὶ τῆς διαίτης τὸ διαλλάσσον ἐφαίνετο, κοινὰ δὲ ἦν αὐτοῖς ἥ τε φιλοχρηματία καὶ ἡ τῶν φόνων ἐπιθυμία καὶ τὸ 15.20 μηδενὶ ἀληθίζεσθαι. ἄμφω γὰρ ἐπιτηδείως ἐς τὰ μάλιστα ψεύδεσθαι εἶχον, καὶ ἢν μέν τις τῶν Θεοδώρᾳ προσκεκρουκότων ἁμαρτάνειν λέγοιτό τι βραχύ τε καὶ λόγου οὐδαμῆ ἄξιον, αἰτίας εὐθὺς ἀναπλάσσουσα τῷ ἀνθρώπῳ οὐδὲν προσηκούσας, ἐς μέγα τι