30
αὐτοῦ ἐπὶ τοὺς ἐλπίζοντας ἐπ' αὐτόν, οτ' αν παραδοξότερόν τι εχωσιν τὰ δι' εὐεργεσίαν ἐλέη γενόμενα, ὡς τοῦ θεοῦ κλίνοντος πρὸς ἡμᾶς εἰσακούει τῶν ῥημάτων τῆς φωνῆς ἡμῶν, οὐκ αλλο τι τυγχάνον η ἡ συγκαταβαίνουσα δι' ἀγαθότητα δύναμις αὐτοῦ ἐπὶ τῷ δέχεσθαι τοὺς ἡμετέρους λόγους. εἰς τοῦτο λήψῃ τὸ ̓Οφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ωτα αὐτοῦ εἰς δέησιν αὐτῶν. 105 Ps 16,7c-9a Τῆς δεξιᾶς τοῦ θεοῦ οὐχ ἑτέρας ουσης τοῦ μονογενοῦς υἱοῦ αὐτοῦ, ὡς καὶ μικρῷ πρότερον ειρηται, οτε προέκειτο τὸ Τερπνότης ἐν τῇ δεξιᾷ σου εἰς τέλος, ἀνθιστάμενοι ταύτῃ διάβολος καὶ οἱ τούτου αγγελοι καὶ πρὸς τούτοις ανθρωποι γόητες καὶ πονηροὶ ἀφ' ων ἀβλαβὴς διαμεῖναι ποθῶν ὁ αγιος λέγει τῷ θεῷ· Φύλαξόν με ἀπὸ τῶν ἀνθισταμένων τῇ σῇ δεξιᾷ κατὰ τὴν τοῦ ὀφθαλμοῦ μου κόρην, ιν' ἀβλαβὴς ὁ νοῦς μου διαμείνῃ· ἀλλὰ καὶ ἐν σκέπῃ τῶν πτερύγων σου σκέπασόν με ἀπὸ προσώπου ἀσεβῶν τῶν περιβαλεῖν με ταλαιπωρίᾳ ποθούντων. δυνατὸν δὲ ἀσεβεῖς καὶ ἀνθεστηκότας τῇ δεξιᾷ τοῦ θεοῦ κατ' ἐπίνοιαν διαφόρους εἰπεῖν, καθ' ὑποκείμενον τοὺς αὐτοὺς τυγχάνοντας. οὐ παντὸς δὲ ἡ φωνὴ ἡ Φύλαξόν με ὡς κόρην ὀφθαλμοῦ ἀλλὰ μόνου τοῦ πεφωτισμένου κατὰ τὴν ψυχὴν εχοντος τοὺς ὀφθαλμοὺς τῆς καρδίας πεφωτισμένους. Τὸ δὲ ̓Εν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με πνευματικῶς ἐκληπτέον· αἱ γὰρ σκεπαστικαὶ τοῦ θεοῦ δυνάμεις πτέρυγες αὐτοῦ καλοῦνται, δι' ων σκέπει καὶ εἰς εὐθυμίαν αγει τὸν παρακαλοῦντα ἐξαιρεθῆναι ἀπὸ ἀσεβῶν τῶν ταλαιπωρίαν κατ' αὐτοῦ διανοουμένων. ουτοι δὲ ἀόρατοί τινές εἰσιν ἐχθροὶ ταλαιπώρους ποιοῦντες τοὺς ἁλισκομένους πρὸς αὐτῶν τῷ ὑποβαλεῖν αὐτοὺς ἁμαρτίᾳ. 106 Ps 16,9b-11 Τὸ αγριον καὶ ὠμὸν τῶν ἀνθισταμένων σημαίνει διὰ τοῦ εἰπεῖν περιέχεσθαι τὴν ψυχὴν ἑαυτοῦ ὑπὸ τῶν ἐχθρῶν αὐτοῦ συγκλεισάντων τὸ στέαρ αὐτῶν διὰ τὴν πρὸς υλην προσπάθειαν. ολοι γὰρ δι' ολων ὑλικοὶ καὶ σάρκινοι, πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν, τυγχάνουσιν καὶ ἀπὸ πολλῆς εὐθυμίας καὶ τρυφῆς στέατος ωσπερ καὶ πιμελῆς ἐπληροῦντο. διὸ ὁ Σύμμαχος Τῷ στέατι αὐτῶν ἀπεφράγησαν· διὸ καὶ λαλεῖ τὸ στόμα αὐτῶν ὑπερηφανίαν, οὐδὲν φιλικὸν η καθῆκον εὐσταθῶς προφερόντων. ουτοι οἱ ἐχθροὶ ἀπὸ πολλῆς ἀλαζονείας ἐκβάλλοντες οἱονεὶ τὸν ταῦτα λέγοντα περικυκλοῦσιν ἐπὶ τῷ βλάψαι καὶ ἀπολέσαι τὸν ἐντὸς ἀρκύων γεγενημένον. οὐ γὰρ χρηστόν τι η ἀγαθὸν ἐπιτηδεύουσιν, ἐπεὶ παραβάται θείων νόμων γεγενημένοι διὰ τοῦ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐν τῇ γῇ τεθεῖσθαι ἐκκλινόντων καὶ παρανόμων γινομένων· τοῦτο γὰρ παρίσταται ἐκ τοῦ ἐν τῇ γῇ τοὺς ὀφθαλμοὺς αὐτῶν τεθεικέναι, σκοπεῖν θέλοντας τὰ πρόσκαιρα καὶ φρονεῖν τὰ ἐπίγεια ἐκκλίνοντας ἐκ τοῦ τὴν εὐθείαν ὁδὸν μὴ βούλεσθαι βαδίζειν ἀλλὰ τὰς σκολιὰς ας ὁ εχων ταλανίζεται· Ω γάρ, φησίν, οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους, ων αἱ ὁδοὶ σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν. ουτοι μὲν ἐπὶ τῷ ἐκκλίναι εθεντο τοὺς ὀφθαλμοὺς αὐτῶν ἐν τῇ γῇ, τῶν δὲ φορούντων τὴν εἰκόνα τοῦ ἐπουρανίου τιθέντων τοὺς ὀφθαλμοὺς αὐτῶν ἐν τῷ οὐρανῷ ἐπὶ τῷ κατορθῶσαι εὐθείαν ὁδὸν τὴν εἰς οὐρανοὺς ἀναφέρουσαν. 107 Ps 16,13.14a ̓Επεὶ μακροθυμοῦντος σοῦ κοιμᾶσθαί σε εδοξαν μὴ παρ' αὐτὰ δίκην εἰσπραττόμενοι ἐφ' οις φονικῶς διέκειντο, ̓Ανάστηθι λοιπόν, ω κύριε, ινα προφθάσῃς αὐτοὺς ἐπὶ τῷ ὑποσκελισθῆναι. συνοίσει γὰρ αὐτοῖς παθεῖν τοῦτο, ινα μὴ ἀεὶ ἐπὶ τὸ κακὸν τρέχοντες αὐξάνωσι τὴν ἀπώλειαν αὐτῶν· περισχόντες γὰρ τὴν ψυχήν μου καὶ τὰ αλλα ποιοῦντες εἰ μὴ κωλυθεῖεν, τὰ μέγιστα αὐτὴν βλάπτουσιν· οθεν ̔Υποσκέλισον αὐτούς, ινα μηκέτι κατ' ἐμοῦ δύνωνται, σοῦ ῥυσαμένου τὴν ψυχήν μου ἀφ' ἑκάστου οντος τοιούτου καὶ διὰ τοῦτο ἀσεβοῦς ὀνομαζομένου· ̔Ρῦσαι γὰρ τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς. Τὴν ῥομφαίαν ἑαυτοῦ ἐκ τῆς χειρὸς αὐτῶν λήψεται· ειχον γὰρ αὐτὴν εὐλόγως δοθεῖσαν. αιρεται δὲ ἀπ' αὐτῶν οὐ χρωμένων ὡς δεῖ. διὸ καὶ ἐν τῇ γῇ ὀλιγοῦνται, τουτέστιν