1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

30

ἑαυτὸν ἀνακράσεως, ἵνα τῇ ἀπαρχῇ ὅλον συναγιάσῃ τὸ φύραμα. οὗ χάριν καὶ ὁ ἄγγελος μηνύων τῷ Ἰωσὴφ τὴν τῶν ἐχθρῶν τοῦ κυρίου ἀπώλειάν φησιν ὅτι Τεθνήκασιν οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου· καὶ ὁ κύριος πρὸς τοὺς Ἰουδαίους λέγει ὅτι Ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα. ἄνθρωπος δὲ τὸ τοῦ ἀνθρώπου σῶμα οὐ 177 λέγεται, ἀλλὰ τὸ ἐξ ἀμφοτέρων συγκείμενον. καὶ πάλιν φησὶ πρὸς αὐτοὺς ὅτι Ἐμοὶ χολᾶτε, ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; ἐφανέρωσε δὲ τὸ τοῦ ὅλου νόημα ἐν μὲν τοῖς ἄλλοις εὐαγγελίοις, πρὸς τὸν διὰ τῆς κλίνης ἐν τῷ μέσῳ κεχαλασμένον εἰπὼν Ἀφέωνταί σοι αἱ ἁμαρτίαι, ὅπερ ψυχῆς ἐστιν ἴασις, καὶ ὅτι Ἔγειραι καὶ περιπάτει, ὅπερ εἰς τὴν σάρκα βλέπει· ἐν δὲ τῷ κατὰ Ἰωάννην μετὰ τὸ δοῦναι τὴν ὑγίειαν τῷ σώματι καὶ τὴν ψυχὴν ἐλευθερώσας τῆς ἰδίας νόσου, ἐν οἷς φησιν ὅτι Ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε· ἐντεῦθεν *** ὁ δι' ἀμφοτέρων τεθεραπευμένος, 178 ἐν ψυχῇ τε λέγω καὶ σώματι. οὕτω γάρ φησι καὶ Παῦλος· Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον· καὶ οὕτως ἐν τῷ καιρῷ τοῦ πάθους προλέγει τὸ ἑκουσίως ἀποστῆναι τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τοῦ ἰδίου σώματος λέγων Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. ἀλλὰ καὶ ὁ προ φήτης ∆αβὶδ κατὰ τὴν ἑρμηνείαν τοῦ μεγάλου Πέτρου εἰς αὐτὸν προορώμενος εἶπεν Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν, οὕτω τοῦ ἀποστόλου Πέτρου τὸ ῥητὸν ἑρμηνεύσαντος, ὅτι οὔτε ἡ ψυχὴ αὐτοῦ ἐγκατελείφθη εἰς τὸν ᾅδην οὔτε ἡ 179 σὰρξ αὐτοῦ εἶδε διαφθοράν. ἡ γὰρ θεότης καὶ πρὸ τῆς σαρκὸς καὶ ἐν τῇ σαρκὶ καὶ μετὰ τὸ πάθος ἀεὶ ὡσαύτως ἔχει, ὃ ἦν τῇ φύσει πάντοτε οὖσα καὶ εἰς ἀεὶ διαμένουσα, ἐν δὲ τῷ πάθει τῆς ἀνθρωπίνης φύσεως τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἐπλήρωσε, διαζεύξασα πρὸς καιρὸν τὴν ψυχὴν ἐκ τοῦ σώματος, χωρισθεῖσα δὲ οὐδὲ τοῦ ἑτέρου, ᾧ ἅπαξ συνανεκράθη, καὶ πάλιν τὰ διεστῶτα συνάψασα, ὥστε ἀκο λουθίαν καὶ ἀρχὴν δοῦναι πάσῃ τῇ ἀνθρωπίνῃ φύσει τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἵνα τὸ φθαρτὸν ἅπαν ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τὴν ἀθανασίαν, τῆς ἀπαρχῆς ἡμῶν διὰ τῆς πρὸς τὸν θεὸν ἀνακράσεως εἰς θείαν φύσιν μεταποιηθείσης· καθὼς εἶπεν ὁ Πέτρος ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε· καὶ πολλὰ τοῦ τοιούτου δόγματος ἐκ τῶν ἁγίων εὐαγγελίων ἔστιν εἰς συμμαχίαν λαβεῖν, πῶς ὁ κύ ριος τῷ κατὰ Χριστὸν ἀνθρωπίνῳ τὸν κόσμον ἑαυτῷ καταλ λάσσων ἐπεμέρισε τῇ ψυχῇ τε καὶ τῷ σώματι τὴν παρ' αὐτοῦ γινομένην τοῖς ἀνθρώποις εὐεργεσίαν, θέλων μὲν διὰ τῆς ψυχῆς, ἐφαπτόμενος δὲ διὰ τοῦ σώματος. ἀλλὰ πε ριττὸν ἂν εἴη πάντα διεξιόντα ὄχλον ἐπεισάγειν τῷ λόγῳ. 180 Ἐκεῖνο δὲ τοῖς εἰρημένοις ἔτι προσθεὶς πρὸς τὰ 180 ἐφεξῆς μεταβήσομαι· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. ὥσπερ ἡμεῖς διὰ ψυχῆς καὶ σώ ματος ναὸς γινόμεθα τοῦ ἐνοικοῦντος ἐν ἡμῖν καὶ ἐμπερι πατοῦντος, οὕτως καὶ ὁ κύριος ναὸν ὀνομάζει τὸ συναμφό τερον, οὗ ἡ λύσις τὴν τῆς ψυχῆς ἐκ τοῦ σώματος σημαίνει διάλυσιν. εἰ δὲ προφέρουσι τὴν τοῦ εὐαγγελίου φωνὴν ὅτι Ὁ λόγος σὰρξ ἐγένετο, ὡς διὰ τοῦ μὴ συμμνημονευθῆναι καὶ τὴν ψυχὴν κατασκευάζεσθαι τὸ ἄψυχον ἀνειλῆφθαι τὴν σάρκα, μαθέτωσαν ὅτι σύνηθές ἐστι τῇ ἁγίᾳ γραφῇ τῷ 181 μέρει συμπεριλαμβάνειν τὸ ὅλον. ὁ γὰρ εἰπὼν ὅτι Πρὸς σὲ πᾶσα σὰρξ ἥξει, οὐ κεχωρισμένην τῶν ψυχῶν τὴν σάρκα λέγει τῷ κριτῇ παραστήσεσθαι· καὶ τὸν Ἰακὼβ ἐν ἑβδο μήκοντα πέντε ψυχαῖς ἐπὶ τὴν Αἴγυπτον καταβάντα παρὰ τῆς ἱστορίας ἀκούσαντες καὶ τὴν σάρκα μετὰ τῶν ψυχῶν ἐνοήσαμεν. οὕτως οὖν καὶ ὁ λόγος σὰρξ γενόμενος ὅλην μετὰ τῆς σαρκὸς τὴν ἀνθρωπίνην συνανέλαβε φύσιν, ὅθεν καὶ τὸ πεινῆν καὶ τὸ διψῆν καὶ τὸ δειλιᾶν καὶ τὸ φοβεῖ σθαι καὶ τὸ ἐπιθυμεῖν καὶ τὸ καθεύδειν καὶ τὸ ταράττε σθαι καὶ τὸ δακρύειν καὶ πάντα τὰ τοιαῦτα γίνεσθαι ἐν αὐτῷ χώραν ἔσχεν. οὔτε γὰρ ἡ θεότης κατὰ τὴν