30
μαρτυρούμενος, καὶ ὅσον τὸ μέσον τοῦ τε μαρτυρουμένου καὶ τοῦ μαρτυροῦντός ἐστι. Καὶ τοῦτο ποιήσας, καὶ δείξας αὐτοῦ τὴν ἀσύγκριτον ὑπεροχὴν, οὕτω μετὰ ἀδείας λοιπὸν καὶ τῷ λειπομένῳ ἐπεξέρχεται λόγῳ· καὶ εἴ τι τῶν ἀτόπων ἦν ταῖς τῶν ἀνοητοτέρων ὑφορμοῦν διανοίαις, τοῦτο ἐκ μέσου μετὰ ἀκριβείας ἄρας, οὕτως ἅπασι μετ' εὐκολίας λοιπὸν καὶ ἀκωλύτως τὸν τῆς διδασκαλίας ἐφεξῆς ἐνίησι λόγον. Εὐξώμεθα δὴ λοιπὸν μετὰ τῆς τῶν νοημάτων τούτων ἀποκαλύψεως, καὶ τῆς τῶν δογμάτων ὀρθότητος, καὶ βίον ἡμῖν γενέσθαι καθαρὸν καὶ πολιτείαν λαμπράν. Ἐπειδὴ τούτων ὄφελος οὐδὲν, ἔργων μὴ παρόντων ἡμῖν ἀγαθῶν. Κἂν γὰρ ἅπασαν τὴν πίστιν ἔχωμεν καὶ τὴν τῶν Γραφῶν κατανόησιν, τῆς δὲ ἀπὸ τοῦ βίου προστασίας ὦμεν ἔρημοι καὶ γυμνοὶ, οὐδὲν τὸ κωλύον εἰς τὸ τῆς γεέννης ἀπενεχθῆναι πῦρ, καὶ εἰς ἄπειρον ὑπὸ τῆς ἀσβέστου κατακαίεσθαι φλογός. Ὥσπερ γὰρ οἱ τὰ ἀγαθὰ πράξαντες, ἀναστήσονται εἰς ζωὴν αἰώνιον· οὕτως οἱ τὰ ἐναντία τετολμηκότες, εἰς αἰώνιον κόλασιν καὶ πέρας οὐδέποτε ἔχουσαν. ∆ιὸ πᾶσαν ἐπιδειξώμεθα σπουδὴν, ὥστε μὴ τὸ γενόμενον ἡμῖν ἀπὸ τῆς ὀρθῆς πίστεως κέρδος διαφθεῖραι τῇ τῶν ἔργων φαυλότητι, ἀλλὰ καὶ ἐντεῦθεν εὐδοκιμήσαντες μετὰ παῤῥησίας ἰδεῖν τὸν Χριστόν. Ταύτης γὰρ ἴσον οὐδὲν τῆς μακαριότητος εἴη ποτ' ἄν. Γένοιτο δὲ πάντας ἐπιτυχόντας τῶν εἰρημένων, εἰς δόξαν Θεοῦ πάντα πράττειν, ᾧ ἡ δόξα ἅμα τῷ μονογενεῖ Υἱῷ καὶ τῷ Πνεύματι τῷ ἁγίῳ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 59.61 ΟΜΙΛΙΑ Ζʹ. Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρω πον ἐρχόμενον εἰς τὸν κόσμον. αʹ. ∆ιὰ τοῦτο, ὦ πολυπόθητα τέκνα, κατὰ μέρος ὑμᾶς τοῖς ἀπὸ τῶν Γραφῶν ἑστιῶμεν νοήμασι, καὶ οὐκ ἀθρόον πάντα ἐκχέομεν, ἵνα ῥᾳδία τῶν ἀεὶ καταβαλλομένων ὑμῖν ἡ φυλακὴ γένηται. Καὶ γὰρ ἐπὶ τῆς οἰκοδομίας, ὁ μὲν μηδέπω τῶν προτέρων λίθων σφιγγέντων ἑτέρους ἐπιθεὶς, σαθρὸν ἅπαντα καὶ εὐκατάβλητον ὑφαίνει τὸν τοῖχον· ὁ δὲ ἀναμένων πρότερον παγῆναι τὸν χάλικα, καὶ οὕτω τὸ λεῖπον κατὰ μικρὸν ἐπιτιθεὶς, μετὰ ἀσφαλείας ἅπασαν ἀπαρτίζει τὴν οἰκίαν, οὐκ ὀλιγοχρόνιόν τινα, οὐδὲ εὐδιάλυτον, ἀλλὰ βεβαίαν κατασκευάζων αὐτήν. Τούτους καὶ ἡμεῖς μιμώμεθα τοὺς οἰκοδόμους, καὶ κατὰ τὸν αὐτὸν τρόπον τὰς ὑμετέρας οἰκοδομῶμεν ψυχάς. Καὶ γὰρ δεδοίκαμεν, μήποτε τῆς προτέρας καταβολῆς νεοπαγοῦς ὑπαρχούσης, ἡ τῶν δευτέρων ἐπιθήκη θεωρημάτων καὶ τοῖς προτέροις λυμήνηται, τῆς διανοίας οὐκ ἀρκούσης ἅπαντα ὁμοῦ κατασχεῖν. Τί τοίνυν ἐστὶ τὸ σήμερον ἡμῖν ἀναγνωσθέν; Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν 59.62 κόσμον. Ἐπειδὴ γὰρ ἄνω περὶ τοῦ Ἰωάννου διαλεγόμενος ἔλεγεν, ὅτι ἦλθεν, Ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, καὶ ὅτι νῦν ἀπεστάλη· ἵνα μή τις ταῦτα ἀκούων, διὰ τὴν τοῦ μαρτυροῦντος πρόσφατον παρουσίαν, καὶ περὶ τοῦ μαρτυρουμένου τοιαύτην τινὰ ὑπόνοιαν λάβῃ, ἀνήγαγε τὴν διάνοιαν, καὶ πρὸς τὴν ἐπέκεινα πάσης ἀρχῆς παρέπεμψεν ὕπαρξιν, τὴν οὐδαμοῦ λήγουσαν οὐδὲ ἱσταμένην. Καὶ πῶς ἔνι τοῦτο, φησὶν, Υἱὸν ὄντα ἔχειν; Περὶ Θεοῦ διαλεγόμεθα, καὶ τὸ πῶς ἐρωτᾷς; καὶ οὐ δέδοικας, οὐδὲ φρίττεις; Εἶτα ἂν μέν σε ἔρηταί τις· Πῶς δὲ ἡμῶν ἀτελεύτητον ἕξουσιν αἱ ψυχαὶ τὴν ζωὴν καὶ τὰ σώματα μετὰ ταῦτα; καταγελάσῃ τῆς πεύσεως, ὡς οὐκ ἂν ἀνθρωπίνης διανοίας ὂν τὰ τοιαῦτα ζητεῖν, ἀλλὰ δεῖν πιστεύειν μόνον καὶ μὴ περιεργάζεσθαι τὸ εἰρημένον, ἀρκοῦσαν ἔχοντα ἀπόδειξιν τοῦ λεχθέντος τὴν δύναμιν τοῦ εἰρηκότος· ἂν δὲ τὸν ψυχὰς καὶ σώματα ἐργασάμενον, καὶ τῆς κτίσεως ἁπάσης ἀσυγκρίτως ὑπερέχοντα, ἄναρχον εἶναι φῶμεν, τὸν τρόπον ἡμᾶς ἀπαιτήσεις; Καὶ τίς ἂν ταῦτα καθεστηκυίας εἶναι φαίη 59.63 ψυχῆς; τίς δὲ ὑγιαίνοντος λογισμοῦ; Ἤκουσας, ὅτι Ἦν τὸ φῶς τὸ ἀληθινόν. Τί φιλονεικεῖς εἰκῆ καὶ μάτην ὑπερακοντίσαι τῷ λογισμῷ τὴν ἄπειρον ταύτην ζωήν; Οὐδὲ γὰρ οἷόν τε. Τί ζητεῖς τὰ ἀζήτητα; τί περιεργάζῃ τὰ ἀκατάληπτα; τί ἐρευνᾷς τὰ ἀνεξερεύνητα; Κατανόησον τῶν ἡλιακῶν ἀκτίνων τὴν ῥίζαν αὐτήν· ἀλλ' οὐ δυνήσῃ, καὶ ὅμως οὐκ ἀγανακτεῖς, οὐδὲ δυσχεραίνεις ἐπὶ τῇ ἀσθενείᾳ. Πῶς οὖν ἐν τοῖς μείζοσι τολμηρὸς γέγονας καὶ