1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

30

πεποιηκότες πολλοὺς ἐδείκνυον φάσκοντες· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. Ἐπ 55.663 ελάθοντο τοῦ Θεοῦ τοῦ σώζοντος αὐτοὺς, τοῦ ποιή σαντος μεγάλα ἐν Αἰγύπτῳ, θαυμάσια ἐν γῇ Χὰμ, φοβερὰ ἐπὶ θαλάσσης ἐρυθρᾶς. Οὐκ εἰκῇ τούτων μέμνηται, δεῖξαι δὲ θέλων, ὡς ἐπὶ τοσούτοις οὐκ ἀπέβα λεν αὐτοὺς ὁ Θεὸς, μέχρι κατὰ Χριστοῦ τὸ πάντων ἀσε βέστατον ἔργον ἐτόλμησαν, τὴν δοθεῖσαν αὐτοῖς παραι τησάμενοι χάριν. ∆ιό φησιν αὐτοῖς ὁ Σωτήρ· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυ γας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Μὴ ἀρκεσθέντες οὖν, φησὶ, τοῖς προτέ ροις κακοῖς, τὴν δόξαν αὐτῶν, ἥτις ἦν ὁ Θεὸς, ἠλλάξαντο ἐν ὁμοιώματι μόσχου. Οὔτε γὰρ τῆς οἰκείας ἐμνημόνευ σαν σωτηρίας, οὔτε τῆς τῶν Αἰγυπτίων τιμωρίας, οὔτε τοῦ μεγάλου τῆς θαλάττης θαύματος· ἀλλὰ πάντα ἀθρόως ἀπέπτυσαν. Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, εἰ μὴ ὁ Μωϋσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ, τοῦ μὴ ἐξολοθρεῦσαι αὐτούς. Τοῦ γὰρ Θεοῦ τῶν ὅλων εἰρηκότος, Ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, εἶπεν ὁ μα κάριος Μωϋσῆς· Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς βίβλου, ἧς ἔγραψας. Ἐνταῦθα ζήτημα οὐ μικρὸν κεῖται. Τί γάρ φησιν; Εἰ μὴ Μωϋσῆς, ἀπώλοντο ἄν. Τί οὖν; Μωϋ σῆς τὸ πᾶν ἤνυσε, καὶ αὐτὸν αἰδεσθεὶς, οὐ τῇ οἰκείᾳ φιλανθρωπίᾳ χρησάμενος ἔστησε τὴν ὀργήν; Καὶ τίς ἂν τοῦτο εἴποι; Τί οὖν ἐστι τὸ λεγόμενον; Σχήματι κέχρη ται ὁ Θεὸς εἰς τὴν ἐκείνων ὠφέλειαν, καί φησιν αἰδού μενος αὐτὸν χαλᾷν τὴν ὀργὴν, καὶ λέγει· Ἄφες με, καὶ ἐξαλείψω αὐτούς. Καίτοι γε οὐδὲν ἐφθέγξατο Μωϋσῆς, οὐδὲ προσῆλθεν, οὐδὲ ἱκέτευσεν· ἀλλὰ βουλόμενος αὐτὸν εἰς ἀρχὴν ἱκετηρίας ἀγαγεῖν, ἐνταῦθα προοιμιάζεται. Κατὰ μὲν οὖν τὸ δίκαιον καὶ τὴν πρόγνωσιν τῆς ὅλης αὐτῶν κακίας, ὁ τῆς ἀπωλείας ὅρος· κατὰ δὲ τὸ φιλάνθρωπον, ἡ τοῦ σωθῆναι συγχώρησις διὰ τὴν ὁσιότητα γενομένη τοῦ πρεσβευτοῦ κατὰ τὴν ὑπὲρ κόσμου πρό νοιαν ἱκετεύσαντος, ὡς ἂν ἡ τοῦ Θεοῦ χάρις ἀτελὴς μὴ δόξῃ περὶ τὸν Ἰσραὴλ καὶ διὰ τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν, ἧς ἱκετεύων ἀπεμνημόνευσε. Καὶ ἐξουδέ νωσαν γῆν ἐπιθυμητήν. Οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν· οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου. Πέμπτον ἔγκλημα τοῦτο μετὰ τὴν Ἐρυθρὰν, καὶ τὴν ἔρημον, καὶ τὴν εἰς Μωϋσῆν παροινίαν, καὶ τὸν μόσχον τὸν ἐν Χωρήβ. Ἐπανελθόντες γὰρ οἱ κατάσκοποι κακῶς λέγοντες τὴν γῆν καὶ τοὺς ἄλλους ἀπέτρεψαν, χωρὶς Ἰησοῦ τοῦ Ναυῆ, καὶ Χαλὲφ τὸν τοῦ Ἰεφονῆ. Τοῦ γὰρ Θεοῦ παρεγγυήσαν τος τῆς ἐπηγγελμένης ἐπιβῆναι γῆς, τῆς δειλίας τὸ πάθος δεξάμενον ἀντέτεινον προφανῶς, τοὺς μὲν Χανα ναίους γενναίους εἶναι λέγοντες, αὐτοὺς δὲ δύναμιν ἀξιό χρεων οὐκ ἔχειν πρὸς τὴν ἐκείνων παράταξιν. Τοῦτο δὲ ἀπιστίας προφανῶς τεκμήριον. Τοὺς γὰρ τοιούτων καὶ τοσούτων θαυμάτων αὐτόπτας θαῤῥεῖν εἰς ἅπαντα δίκαιον ἦν τῇ τοῦ σεσωκότος δυνάμει. Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς, τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ· καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι, καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώ ραις. Τὴν δὲ περὶ τῆς γῆς ἀντιλογίαν, καίτοι πρεσβυτέ ραν οὖσαν τῆς Κορὲ καὶ ∆αθὰν στάσεως, ὡς μείζονί τε καὶ δυσσεβεῖ διὰ τὴν πρὸς Θεὸν ἀπιστίαν, τῇ μοσχοποιίᾳ φέρων ὑπέταξεν. Ἡ δειλία γὰρ αὐτοῖς τὴν κατὰ πίστιν ἀνεῖλεν ἐλπίδα, μηδὲ τῇ τῶν προλαβόντων πείρᾳ βεβαι ουμένοις· ὅθεν καὶ μείζω τὴν δίκην ὑπέσχον τῆς ἐπὶ τῇ μοσχοποιίᾳ κολάσεως. Μερικῶς γὰρ τότε παθόντες, νῦν ἅπαντες ἄρδην πλὴν τῶν παίδων ἀπώλοντο, μηδὲ τῆς ἐπαγγελίας ἀξιωθέντες. Ἠβουλήθη γὰρ ὁ Θεὸς τῇ ἀπι στίᾳ κατάλληλον ἐπιθεῖναι τὴν τιμωρίαν, καὶ πᾶσι κατὰ ταὐτὸν ἐπενεγκεῖν τὸν ὄλεθρον. Ἀλλ' ὅμως τῇ συνήθει φιλανθρωπίᾳ χρώμενος μερικὴν