1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

30

κακοῦ τὸ 15.21 πρᾶγμα ᾖρεν. ἐγκλημάτων τε ἠκούετο πλῆθος καὶ καταλύσεως πέρι τῶν καθεστώτων ληΐζεσθαι δικαστήριον ἦν, καὶ δικασταὶ ξυνελέγοντο πρὸς αὐτῆς ἀγειρόμενοι, οἳ δὴ ἔμελλον διαμαχέσασθαι πρὸς ἀλλήλους, ὅστις ἂν αὐτῶν μᾶλλον τῶν ἄλλων ἀρέσκειν τῇ ἐς τὴν γνῶσιν ἀπανθρωπίᾳ τῇ βασιλίδι τὸ βούλημα 15.22 ἱκανὸς γένοιτο. οὕτω τε τοῦ παραπεπτωκότος τὴν μὲν οὐσίαν αὐτίκα ἐς τὸ δημόσιον ἀνάγραπτον ἐποίει, πικρότατα δὲ αὐτὸν αἰκισαμένη, καίπερ ἴσως εὐπατρίδην τὸ ἀνέκαθεν ὄντα, ἢ φυγῇ ζημιοῦν ἢ θανάτῳ οὐδαμῆ 15.23 ἀπηξίου. ἢν δέ γε τῶν αὐτῇ ἐσπουδασμένων τινὶ ἐπὶ φόνοις ἀδίκοις ἢ ἑτέρῳ τῳ τῶν μεγίστων ἀδικημάτων ἁλῶναι ξυμβαίνῃ, διασύρουσα καὶ χλευάζουσα τὴν τῶν κατηγόρων ὁρμὴν σιωπᾶν τὰ προσπεσόντα οὔτι ἐθελουσίους ἠνάγκαζεν. 15.24Ἀλλὰ καὶ τῶν πραγμάτων τὰ σπουδαιότατα εἰς γελωτοποιίαν μεταβάλλειν, ὅταν αὐτῇ δοκῇ, ὥσπερ ἐν 15.25 σκηνῇ καὶ θεάτρῳ ἔργον πεποίηται. καί ποτε ἦν τις τῶν πατρικίων γέρων τε καὶ χρόνον πολὺν ἐν ἀρχῇ γεγονὼς, οὗπερ ἐγὼ τὸ ὄνομα ἐξεπιστάμενος ὡς ἥκιστα ἐπιμνήσομαι, ὡς μὴ ἀπέραντον τὴν ἐς αὐτὸν ὕβριν ποιήσωμαι, τῶν αὐτῇ ὑπηρετούντων τινὰ ὀφείλοντά οἱ χρήματα μεγάλα εἰσπράξασθαι οὐχ οἷός τε ὢν ἐσῆλθε παρ' αὐτὴν, τόν τε συμβαλόντα αἰτιασόμενος καὶ δεη15.26 θησόμενος αὐτῷ βοηθῆσαι τὰ δίκαια. ὅπερ ἡ Θεοδώρα προμαθοῦσα τοῖς εὐνούχοις ἐπέστελλεν, ἐπειδὰν ὁ πατρίκιος πρὸς αὐτὴν ἵκοιτο, κυκλώσασθαι μὲν αὐτὸν ἅπαντας, ἐπακούειν δὲ αὐτῇ φθεγγομένῃ, ὑπει15.27 ποῦσα ὅ τι αὐτοὺς ἀντιφθέγγεσθαι δεῖ. ἐπεὶ δὲ ὁ πατρίκιος ἐς τὴν γυναικωνῖτιν ἦλθε, προσεκύνησε μὲν ὥσπερ αὐτὴν προσκυνεῖν εἴθιστο, δεδακρυμένῳ δὲ ἐοικὼς «ὦ δέσποινα», ἔφη, «χαλεπὸν πατρικίῳ ἀνδρὶ χρη15.28 «μάτων δεῖσθαι. ἃ γὰρ τοῖς ἄλλοις συγγνώμην τε καὶ «ἔλεον φέρει, ταῦτα ἐς ὕβριν τῷδε ξυμβαίνει τῷ ἀξιώ15.29 «ματι ἀποκεκρίσθαι. ἄλλῳ μὲν γὰρ ὁτῳοῦν ἀπορου»μένῳ τὰ ἔσχατα πάρεστιν αὐτὸ τοῦτο εἰπόντι τοῖς «χρήσταις ὄχλου τοῦ ἐνθένδε εὐθὺς ἀπηλλάχθαι, πα»τρίκιος δὲ ἀνὴρ οὐκ ἔχων ὅθεν ἂν ἐκτῖσαι τοῖς χρή»σταις τὰ ὀφλήματα ἱκανὸς εἴη μάλιστα μὲν τοῦτο ἂν «εἰπεῖν αἰσχυνθείη, εἰπὼν δὲ οὐκ ἄν ποτε πείσαι ὡς «οὐχ οἷόν τε ὂν τῷδε πενίαν τῷ τάγματι ξυνοικίζεσθαι. 15.30 «ἢν δέ γε καὶ πείσῃ, τὰ πάντων αὐτῷ αἴσχιστά τε καὶ 15.31 «ἀνιαρότατα πεπονθέναι ξυμβήσεται. οὐκοῦν, ὦ δέ»σποινα, εἰσί μοι χρῆσται, οἱ μὲν δανείσαντες τὰ σφέ15.32 «τερα αὐτῶν, οἱ δὲ παρ' ἐμοῦ δεδανεισμένοι. καὶ τοὺς «μὲν δανείσαντας ἐνδελεχέστατα ἐγκειμένους οὐχ οἷός «τέ εἰμι αἰδοῖ τοῦ ἀξιώματος ἀποκρούσασθαι, οἱ δέ γε «ὀφείλοντες, οὐ γὰρ πατρίκιοι τυγχάνουσιν ὄντες, εἰς 15.33 «σκήψεις τινὰς ἀπανθρώπους χωροῦσιν. ἀντιβολῶ τοί»νυν καὶ ἱκετεύω καὶ δέομαι βοηθῆσαί τέ μοι τὰ δί15.34 «καια καὶ τῶν παρόντων ἀπαλλάξαι κακῶν.» ὁ μὲν ταῦτα εἶπεν. ἡ δὲ γυνὴ ἀπεκρίνατο ἐμμελῶς, «πατρίκιε ὁ δεῖνα», καὶ ὁ τῶν εὐνούχων χορὸς ὑπολαβὼν ἀντε15.35 φθέγξατο, «μεγάλην κήλην ἔχεις». αὖθις δὲ τοῦ ἀνθρώπου ἱκετεύσαντός τε καὶ ῥῆσίν τινα ἐμφερῆ τοῖς ἔμπροσθεν εἰρημένοις εἰπόντος κατὰ ταὐτὰ πάλιν ἥ τε γυνὴ ἀπεκρίνατο καὶ ὁ χορὸς ἀντεφθέγξατο, ἕως ἂν ἀπειπὼν ὁ ταλαίπωρος προσεκύνησέ τε ᾗπερ εἰώθει καὶ 15.36 ἀπιὼν οἴκαδε ᾤχετο. ἐν προαστείοις δὲ τοῖς ἐπιθαλαττίοις τὸ πλεῖστον τοῦ ἔτους καὶ οὐχ ἥκιστα ἐν τῷ ἐπικαλουμένῳἩρίῳ διατριβὴν εἶχε, καὶ ἀπ' αὐτοῦ τῶν ἑπομένων ὁ πολὺς ὅμιλος κακοπαθείᾳ πολλῇ εἴχετο. 15.37 τῶν τε ἀναγκαίων γὰρ ἐσπάνιζον καὶ θαλαττίοις ὡμίλουν κινδύνοις, ἄλλως τε καὶ χειμῶνος, ἂν οὕτω τύχῃ, ἐπιπεσόντος, ἢ τοῦ κήτους ἐνταῦθά ποι ἐπισκήψαντος. 15.38 ἀλλ' αὐτοὶ τὰ πάντων ἀνθρώπων κακὰ οὐδὲν πρᾶγμα ᾤοντο εἶναι, ὅσον ἤν γε μόνον αὐτοῖς τρυφᾶν ἐξείη. 15.39 ὁποῖος δὲ ὁ Θεοδώρας πρὸς τοὺς προσκεκρουκότας ἐφαίνετο τρόπος, αὐτίκα δηλώσω, ὀλίγων δηλονότι ἐπιμνησθεὶς, ὡς μὴ ἀτελεύτητα πονεῖν δόξαιμι. 16.1ἩνίκαἈμαλασοῦνθα τῆς ἐν Γότθοις ἀπαλλαξείουσα διατριβῆς μεταμπίσχεσθαί τε τὸν βίον ἔγνω, καὶ τὴν ἐπὶ τὸ Βυζάντιον διενοεῖτο πορεύεσθαι, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη,