31
εὐτελίζονται. οἱ γὰρ περὶ τὰ ὑλικὰ καὶ χοϊκὰ γινόμενοι προσπαθοῦντες αὐτοῖς ἀποβάλλουσιν τῆς ψυχῆς τὸ ἀνάστημα καὶ τὸν πλοῦτον ον ειχον, εἰ μὴ τὰ ὑλικὰ προτέθειντο. διὰ τοῦτο καὶ μὴ οντες ὀνομάζονται ὡς ἐν τῷ Μὴ παραδῷς τὸ σκῆπτρόν σου τοῖς μὴ ουσιν. 108 Ps 16,14b-ε Τῶν ἐπὶ κακῷ συμφωνούντων καὶ ὁμονοούντων τῆς ζωῆς ὁ μερισμὸς ὠφέλιμος· ο γὰρ πρᾶξαι προτέθειντο κακὸν ὁμοφρονοῦντες, τοῦτο ἀποβάλλουσιν ἀτελὲς γινόμενον διαστασιάσαντες πρὸς αὐτούς, ὡς γέγονεν ἐπὶ τῶν προτεθειμένων πύργον καὶ πόλιν οἰκοδομῆσαι ἐπὶ κακῷ τῷ ἑαυτῶν· εὐεργετῶν γὰρ αὐτοὺς ὁ θεὸς συνέχεεν τὰς γλώσσας αὐτῶν, ὡς μηκέτι εἰδέναι εκαστον τὰ παρὰ τῶν πλησίον λεγόμενα, ινα ἡ προκαταλαβοῦσα αγνοια διαστασιάζειν αὐτοὺς πρὸς ἑαυτοὺς παρασκευάσασα ἀτελῆ τὴν πρόθεσιν αὐτῶν ἀποδείξῃ. τοῦτο ουν ἐστι τὸ δηλούμενον ἐν τῷ ∆ιαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν. Καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν· κεκρυμμένα δὲ θεοῦ τὰ ἀνάξια τῆς μνήμης αὐτοῦ, ων πάντων τὰ κατάλοιπα τοῖς νηπίοις κατέλειπον μετὰ τὸ πλησθῆναι τὴν κοιλίαν αὐτῶν. οτι δὲ ἀνάξια τῶν οψεων τοῦ θεοῦ τὰ ἐπίληπτα, παρίσταται ἐκ τοῦ Κάϊν ( ̓Εξῆλθεν γὰρ ουτος ἀπὸ προσώπου τοῦ θεοῦ) καὶ ἐκ τοῦ Οὐ διαμένουσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Τούτων τῶν μακρὰν θεοῦ τυγχανόντων ἐμφορηθέντες τὰ κατάλοιπα ειασαν τοῖς νηπίοις αὐτῶν, χορτασθέντες ὑείων τουτέστιν ἀκαθάρτων. πάντων γὰρ τῶν μολυνόντων χαλεπώτεροι οἱ καὶ ἑαυτοὺς βλάπτοντες καὶ ἑτέρων αιτιοι γινόμενοι, ο δηλοῦται διὰ τοῦ Καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. τέλειον γὰρ ἀπατῆσαι οὐχ οιοί τέ εἰσιν· διὸ περὶ αὐτῶν γέγραπται· ̓Ανθ' ων γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ. Φέρεται γραφὴ εχουσα ̓Εχορτάσθησαν υἱῶν· δι' ους υἱωνοὺς εἰς κόρον εσχον. διαμερισθέντες ἐν τῇ ζωῇ ἑαυτῶν, πολύτροπον τὴν βλάβην εσχον. οὐ μόνον γὰρ αὐτοὶ ἀλλὰ καὶ οἱ νήπιοι αὐτῶν ἐκορέσθησαν τῶν κεκρυμμένων τοῦ θεοῦ. 109 Ps 16,15 ̓Εκεῖνοι μὲν ουτω, φησίν, καθ' α ειρηται, ̓Εγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου· οὐ γὰρ τῶν κρυπτομένων ἀπὸ σοῦ ἡ ἀρετὴ ὡς ἡ ἐκείνων κακία. κἀκεῖνοι μὲν αὐθάδεις οντες καὶ οἰόμενοι πάντων ειναι πλήρεις μηδὲν εχοντες ὡς ἀπεντεῦθεν δοκεῖν αὐτοὺς κεχορτάσθαι, ἐγὼ δὲ ἐκ μέρους γινώσκων αρτι τότε χορτασθήσομαι, οτ' αν ὀφθῇ ἡ δόξα σου ὑφισταμένη κατὰ τὸ ἐρχόμενον τέλειον, ῳ προσβάλλειν τότε δυνατὸν Πρόσωπον πρὸς πρόσωπον. δυνατὸν ὀφθησομένην θεοῦ δόξαν ἐκλαβεῖν τὸν μονογενῆ υἱὸν περὶ ου γέγραπται· Οψεται πᾶσα σὰρξ τὸ σωτήριον αὐτοῦ, καὶ ὀφθήσεται ἡ δόξα κυρίου. πληροῦται τούτων εκαστον, οτ' αν Θεασώμεθα τὴν δόξαν τοῦ υἱοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.
110 Ps 17,1 Συναριθμείσθωσαν δὲ τοῖς ἐχθροῖς τοῖς ἀφ' ων ἐρρύσθη καὶ
ἀόρατοι διάφοροι. ̔Ρηθείη δὲ καὶ πρὸς ἑκάστην λέξιν τὰ φαινόμενα. Εἰς τὸ τέλος, φησίν, τῷ παιδὶ κυρίου τῷ ∆αυίδ. τέλος ἐν τούτοις ληπτέον κατὰ πάντων τῶν ἐχθρῶν νίκην· ὑπὲρ ταύτης γὰρ καὶ οἱ πόλεμοι καὶ πάντα τὰ συντείνοντα πρὸς ἀριστείαν βασιλέως. τέλος δὲ ὀρθῶς λέγεται τὸ ου χάριν τὰ αλλα, αὐτὸ δὲ οὐδενὸς ενεκα. νίκης τοιγαροῦν ὑπαρξάσης οὐκ αλλῳ δεῖ εὐχαριστῆσαι η τῷ θεῷ τῷ ὀρέξαντι αὐτήν. ειρηται γὰρ πρὸς αὐτὸν ὑπὸ τοῦ Εσδρα· Παρὰ σοῦ ἡ νίκη. ἀναφέρει δὲ τὴν ᾠδὴν ὁ ∆αυὶδ τῷ κυρίῳ, ὡς παῖς καὶ θεραπευτὴς αὐτοῦ πάντας τοὺς λόγους τῆς εὐχαριστίας σοφῶς καὶ πιστῶς διεξιὼν ἐν τῇ ἡμέρᾳ (τουτέστιν ἐν τῷ φωτισμῷ) ἐκείνῃ, οτε πάντες οἱ ἐχθροὶ καὶ ὁ τοῦ ̓Ισραὴλ βασιλεὺς Σαοὺλ κατελύθησαν, τοῦ ∆αυὶδ ἀβλαβοῦς ἀπ' αὐτῶν ῥερυσμένου. καὶ ταῦτα ὡς πρὸς τὴν ἱστορίαν. ̓Επειδὴ δὲ πολλοῖς τῶν πιστῶν δοκεῖ ἐκ προσώπου τοῦ σωτῆρος ειναι τὴν ᾠδήν, λεκτέον μετὰ ἀνάστασιν τὴν ἐκ νεκρῶν εἰρῆσθαι τὸν ἐπινίκιον υμνον, ῥυσθέντος αὐτοῦ ἐκ